← 小菲洛斯特拉托斯

画象

§10#1

涅俄普托勒摩斯与欧律皮罗斯的决斗

解说者描绘了一幅展现特洛伊战争末期涅俄普托勒摩斯(皮洛士)与欧律皮罗斯对决的画作,叙述了两军截然不同的备战状态,以及阿喀琉斯之盾上精妙铭刻的天象与城池图像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10#1

ΠΥΡΡΟΣ Η ΜΥΣΟΙ. ι. τὰ Εὐρυπύλου καὶ Νεοπτολέμου ὁ ποιητῶν ὑμνεῖ χορὸς πατρῴζειν τε αὐτοὺς ἄμφω καὶ τὴν χεῖρα εὐδοκίμους κατʼ ἰσχὺν εἶναι, φησὶ δὲ καὶ ἡ γραφὴ ταῦτα· ἡ τύχη γὰρ τὴν ἐξ ἁπάσης γῆς ἀρετὴν ἐς μίαν πόλιν συνενεγκοῦσα οἱ μὲν οὐκ ἀκλεεῖς οἴχονται,1 ἀλλʼ οἷοι πρὸς πολλοὺς δυστήνων δέ τε παῖδες, εἰπεῖν οἳ ἐμῷ μένει ἀντιόωσιν,2 οἱ δὲ γενναῖοι γενναίων κρατοῦσι. τὰ μὲν δὴ περὶ τῶν ἐν τῷ νικᾶν ἕτερα, νυνὶ δὲ περὶ τοὺς ξυνεστῶτας ἡ θέα. πόλις μὲν αὕτη Ἴλιος ὀφρυόεσσα, καθʼ Ὅμηρον, περιθεῖ δὲ αὐτὴν τεῖχος οἷον καὶ θεοὺς μὴ ἀπαξιῶσαι τῆς ἑαυτῶν χειρός, ναύσταθμόν τε ἐπὶ θάτερα, καὶ στενὸς Ἑλλησπόντου διάρρους Ἀσίαν Εὐρώπης διείργων. τοὐν μέσῳ δὲ πεδίον ποταμῷ διαιρεῖται Ξάνθῳ, γέγραπται δὲ οὐ μορμύρων ἀφρῷ, οὐδʼ οἷος ἐπὶ τὸν τοῦ Πηλέως ἐπλήμμυρεν, ἀλλʼ εὐνὴ μὲν αὐτῷ λωτὸς καὶ θρύον καὶ ἁπαλοῦ δόνακος κόμαι, κατάκειται δὲ μᾶλλον ἢ ἀνέστηκε καὶ τὸν πόδα ἐπέχει ταῖς πηγαῖς ὑπὲρ ξυμμετρίας νῦν, διυγραίνων αὐτὸν νάματος. στρατιά τε ἑκατέρωθεν Μυσῶν τε ξὺν Τρωσὶ καὶ Ἑλλήνων ἐκ θατέρου οἱ μὲν κεκμηκότες ἤδη οἱ Τρῶες, οἱ δὲ ἀκμῆτες οἱ ξὺν Εὐρυπύλῳ. ὁρᾷς δὲ αὐτῶν, ὡς οἱ μὲν ἐν τοῖς ὅπλοις κάθηνται3 τάχα που τοῦτο Εὐρυπύλου αἰτήσαντος, καὶ χαίρουσι τῇ ἀνακωχῇ, οἱ δὲ ἔκθυμοί τε καὶ ἐξορμῶντες οἱ Μυσοὶ ἵενται τό τε τῶν Ἑλλήνων ἐν ὁμοίᾳ καταστάσει τοῖς Τρωσὶν ὄντων πλὴν Μυρμιδόνων, ἐνεργοὶ γὰρ καὶ περὶ τὸν Πύρρον ἕτοιμοι. τὼ νεανία δὲ κάλλους μὲν ἕνεκεν ἐφερμηνεύοι ἂν οὐδέν, ἐπειδὴ ἐν ὅπλοις τανῦν, μεγάλοι γε μὴν καὶ ὑπὲρ τοὺς ἄλλους ἡλικία τε ἀμφοῖν ἴση τάς τε τῶν ὀφθαλμῶν βολὰς ἐνεργοὶ καὶ οὐ μέλλοντες. γοργὸν γὰρ τὸ ὄμμα ὑπὸ τῆς κόρυθος ἑκάστῳ καὶ συναπονεύοντες ταῖς τῶν λόφων κινήσεσι καὶ ὁ θυμὸς ἐπιπρέπει σφίσι σιγῇ τε μένεα πνείουσιν ἐοίκασι, καὶ τὰ ὅπλα δὲ ἀμφοῖν πατρῷα, ἀλλʼ ὁ μὲν Εὐρύπυλος ἀσήμοις ἔσταλται καὶ παραλλάττουσι τὴν αὐγὴν ὅπη τε καὶ ὅπως κινοῖτο, ὡς ἡ ἶρις, τῷ Πύρρῳ δὲ τὰ ἐξ Ἡφαίστου πάρεστιν ἐκστάς ποτʼ αὐτῶν Ὀδυσσεὺς καὶ ἀπευξάμενος τὴν ἑαυτοῦ νίκην. θεωρῶν δέ τις τὰ ὅπλα λεῖπον εὑρήσει τῶν Ὁμήρου ἐκτυπωμάτων οὐδέν, ἀλλʼ ἀκριβῶς ἡ τέχνη δείκνυσι τἀκεῖθεν πάντα. τὸ μὲν γὰρ γῆς τε καὶ θαλάττης καὶ οὐρανοῦ σχῆμα οὐδὲ φράζοντος, οἶμαι, δεήσει τινός, ἡ μὲν γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ἑαυτῆς χρόαν ὑπὸ τοῦ δημιουργοῦ λαβοῦσα, τὴν δʼ αἱ πόλεις καὶ τὰ ἐν αὐτῇ γράφουσι4 καὶ μικρόν γε ὕστερον πεύσῃ περὶ ἑκάστων, οὐρανὸς δὲ ὅδε. ὁρᾷς που τόν τε τοῦ ἡλίου κύκλον, ὡς ἀκάμας ἐν αὐτῷ καὶ τὸ τῆς πανσελήνου φαιδρόν. ἀλλά μοι δοκεῖς περὶ τῶν καθʼ ἕκαστον ἄστρων ποθεῖν ἀκοῦσαι· τὸ γὰρ διαλλάττον αὐτῶν τὴν αἰτίαν σοι παρέχει τῆς πεύσεως· αἱδὶ μὲν σοι Πληιάδες σπόρου τε καὶ ἀμητοῦ ξύμβολα δυόμεναι ἢ αὖ πάλιν ἐκφανῶς ἔχουσαι, ὡς ἂν καὶ τὰ τῆς ὥρας αὐτὰς ἄγῃ, Ὑάδες δʼ ἐπὶ θάτερα. ὁρᾷς καὶ τὸν Ὠρίωνα, τὸν δὲ ἐπʼ αὐτῷ μῦθον καὶ τὴν ἐν ἄστροις δίαιταν ἐς ἕτερον ἀναβαλώμεθα, ὦ παῖ, καιρόν, ὡς ἂν μὴ ἀπάγοιμέν σε τῶν νῦν ἐν πόθῳ. οἱ δʼ ἐπʼ αὐτῷ ἀστέρες ἄρκτος ἢ εἰ ἅμαξαν καλεῖν βούλοιο. φασὶ δὲ αὐτὴν καὶ μόνην οὐ λούεσθαι ἐν Ὠκεανῷ, ἀλλʼ αὐτὴν περὶ αὑτὴν στρέφεσθαι οἷον φύλακα τοῦ Ὠρίωνος. ἴωμεν δὴ λοιπὸν διὰ γῆς ἀφέμενοι τῶν ἄνω, καὶ τῶν γε ἐν γῇ κάλλιστον θεώμεθα τὰς πόλεις. ὁρᾷς μὲν δή, ὡς διτταί τινες αὗται· ποτέραν οὖν προτέραν ἀφερμηνευθῆναι σοι βούλει; ἢ τὸ τῶν λαμπάδων φῶς καὶ τὸ τοῦ ὑμεναίου μέλος καὶ ὁ τῶν αὐλῶν ἦχος καὶ ἡ τῆς κιθάρας κροῦσις καὶ ὁ τῶν ὀρχουμένων ῥυθμὸς ἐς αὑτά σε ἄγει;

皮洛士,或密细亚人 诗人们的合唱队歌咏欧律皮罗斯与涅俄普托勒摩斯的事迹,称他们二人皆肖其父,且在手臂的力量上负有盛名,而这幅画作亦宣告了这一点。盖因命运将来自全地的英豪集结于一座城池——有些人虽死而不失声名,反倒能对众人说道:“直面吾之勇力者,皆是不幸父母之子”,而另一些人身为勇者,战胜了同样高贵的勇者。关于获胜之人的事迹且另当别论,此刻的景象则聚焦于鏖战正酣的交锋者。这座城池便是荷马所谓“耸立于崖顶的伊利昂”,环绕着它的城垣,就连诸神亦不认为它配不上出自己手;另一侧则是水军泊地,以及将亚细亚与欧罗巴分隔开来的狭窄赫勒斯滂海峡。二者之间的平原被克珊托斯河截断,但在画中,他并未泛起轰鸣的泡沫,亦非昔日向珀琉斯之子汹涌泛滥时的模样,而是以三叶草、蔺草与柔嫩芦苇的羽叶为床榻;他斜倚而非直立,此刻为了维持匀称将脚置于泉眼之上,以泉水将其润湿。两方皆驻扎着军队,一侧是密细亚人与特洛伊人,另一侧是希腊人;特洛伊人业已疲惫不堪,随欧律皮罗斯同来的人却依然精力充沛。你可见到他们当中,有些人正倚着兵甲席地而坐——或许是欧律皮罗斯提出了这般请求——并为暂时的休战而庆幸;而密细亚人则意气风发、跃跃欲试地疾奔冲杀;希腊人除了弥尔弥冬人之外,处境与特洛伊人相差无几,因为弥尔弥冬人生气勃勃,随时待命于皮洛士身旁。至于这两位青年,鉴于他们此刻全副武装,人们自不会对其容貌之美妄加评说;然而他们身形魁伟,超群绝伦,二人年龄相仿,眼神锐利逼人,毫无犹疑迟滞之色。头盔之下,每个人的目光皆威猛慑人,伴随着胄缨的晃动而昂首俯仰,他们英武的气魄显露无遗,宛若在沉默中喘息着熊熊战意。两人的铠甲皆传自父辈,但欧律皮罗斯身披毫无纹饰的战甲,无论他向何处、如何移动,甲胄的光彩皆如彩虹般变幻不定;而皮洛士则拥有赫淮斯托斯铸造的甲胄,奥德修斯昔日正是自愿放弃了这套战甲,诅咒并舍弃了自己的胜利。若有人细观这副铠甲,定会发现荷马所描绘的浮雕无一缺漏,艺术精准地展现了史诗中的一切。盖因大地、海洋与天空的形貌,我想亦无需任何人赘言解释;〔海洋〕已自匠人手中获得了应有的色彩,一眼便可辨识;至于〔大地〕,城池与其中的万物将其勾勒出来,片刻之后你便可知晓每一样细节;此处的便是苍穹。想必你已看见太阳的圆轮在其上不知疲倦地运行,以及满月的皎洁。然而在我看来,你似乎渴望聆听有关各个星座的解说,因为它们千差万别的形态激起了你的探询之意:这便是为你呈现的昴星团,作为播种与收获的征兆,依照季节的推移或沉落、或复又明亮地闪烁;另一侧则是毕星团。你亦可见到俄里翁;但他相关的神话以及他在群星间的居所,孩子啊,让我们留待他日再说吧,免得引开你此刻所渴望探求的事物。位于其上的星宿便是大熊座,若你愿意,亦可称之为车舆。人们说唯有它不在大洋中沐浴,而是自绕其枢纽而转,宛若俄里翁的守望者。既然如此,就让我们告别天象,走向大地,细赏大地上至美之物——城池吧。你自可见到城池共有两座;那么,你希望我先为你解说哪一座呢?抑或是火炬的光芒、婚歌的旋律、短笛的吹奏、齐特拉琴的拨弄,以及舞者们的节奏,正将你引向它们?

语法注4 条
  1. 10ἡ τύχη γὰρ τὴν ἐξ ἁπάσης γῆς ἀρετὴν ἐς μίαν πόλιν συνενεγκοῦσα οἱ μὲν οὐκ ἀκλεεῖς οἴχονται

    全句以主格分词短语 ἡ τύχη... συνενεγκοῦσα(“盖因命运将……集结”)开篇,但并未接续以“命运”为主语的限定动词,而是构成了破格悬空主格(nominativus pendens / anacoluthon),直接转入由 οἱ μὲν... οἱ δὲ...(“有些人……而另一些人……”)构成的分述对照结构。其内在逻辑为:正因命运将全地豪杰聚于特洛伊,战死者方能死得其所、不失声名,胜者亦是战胜了可敬的对手。

  2. 10δυστήνων δέ τε παῖδες, εἰπεῖν οἳ ἐμῷ μένει ἀντιόωσιν

    此处直接化用了荷马《伊利亚特》第6卷第127行诗句(δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν,“迎战我勇力之人皆不幸者之子”)。不定词 εἰπεῖν 作为说明性/结果性不定词(epexegetical infinitive)依附于关系词 οἷοι(“足以……之人”),表示“犹如能够说出……那般豪迈之人”。

  3. 10ὁρᾷς δὲ αὐτῶν, ὡς οἱ μὲν ἐν τοῖς ὅπλοις κάθηνται

    属格代词 αὐτῶν 是先取结构(prolepsis)的体现,从属节(ὡς 引导的从句)的主语(οἱ μὲν)被预先置于主节作为指示属格,结构即“你见他们之中,有些人如何坐于兵甲旁”。

  4. 10ἡ μὲν γὰρ αὐτόθεν ἰδόντι δήλη... τὴν δʼ αἱ πόλεις καὶ τὰ ἐν αὐτῇ γράφουσι

    此句对应前文提及的“大地、海洋与天空”(γῆς τε καὶ θαλάττης καὶ οὐρανοῦ)三者。阴性代词 ἡ μέν 按交错照应指代较近的“海洋”(因工匠赋予其自然本色而一目了然),随后的宾格 τὴν δέ 则指代“大地”(由城池及其上的万物 τὰ ἐν αὐτῇ 所描绘),第三者苍穹则由 οὐρανὸς δὲ ὅδε 独立引出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:10#1