- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:6-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第六章描绘了俄耳甫斯抚弄齐特拉琴,使猛兽、禽鸟乃至连根拔起的树木皆为之陶醉的景象,并预示了其被色雷斯妇人撕碎的悲剧命运;第七章展现了伊阿宋抵达科尔基斯后,美狄亚初见他时内心萌生爱意的迷惘动摇,以及身旁倒垂火把伫立的厄洛斯。
ΟΡΦΕΥΣ. ς. Ὀρφέα τὸν τῆς Μούσης θέλξαι τῇ μουσικῇ καὶ τὰ μὴ μετέχοντα λόγου λογοποιοί φασι πάντες, λέγει δὲ καὶ ὁ ζωγράφος· λέων τε οὖν καὶ σῦς αὐτῷ πλησίον ἀκροαταὶ τοῦ Ὀρφέως καὶ ἔλαφος καὶ λαγωὸς οὐκ ἀποπηδῶντες τῆς ὁρμῆς τοῦ λέοντος καὶ ὅσοις ἐν θήρᾳ δεινὸς ὁ θήρ, ξυναγελάζονται αὐτῷ ῥᾳθύμῳ νῦν ῥᾴθυμοι.1 σὺ δὲ μηδὲ τοὺς ὄρνιθας ἀργῶς ἴδῃς, μὴ τοὺς μουσικοὺς μόνον, οἷς ἐνευστομεῖν τοῖς ἄλσεσιν ἔθος, ἀλλʼ ὅρα μοι καὶ τὸν κραγέτην κολοιὸν καὶ τὴν λακέρυζαν αὐτὴν καὶ τὸν τοῦ Διὸς ἀετόν. ὁ μέν, ὁπόσος ἄμφω τὼ πτέρυγε ταλαντεύσας ἐξ ἑαυτοῦ ἀτενὲς ἐς τὸν Ὀρφέα βλέπει,2 οὐδʼ ἐπιστρεφόμενος τοῦ πτωκὸς πλησίον ὄντος, οἱ δὲ ξυγκλείσαντες τὰς γένυς ὅλοι εἰσὶ τοῦ θέλγοντος, λύκοι τε οὗτοι καὶ ἄρνες ἀναμίξ, ᾗ τεθηπότες. νεανιεύεται δέ τι καὶ μεῖζον ὁ ζωγράφος δένδρα γὰρ ἀνασπάσας τῶν ῥιζῶν ἀκροατὰς ἄγει ταῦτα τῷ Ὀρφεῖ καὶ περιίστησιν αὐτῷ. πεύκη τε οὖν καὶ κυπάριττος καὶ κλῆθρος καὶ αἴγειρος αὕτη καὶ ὅσα ἄλλα δένδρα ξυμβαλόντα τοὺς πτόρθους οἷον χεῖρας περὶ τὸν Ὀρφέα ἕστηκε καὶ τὸ θέατρον αὐτῷ ξυγκλείουσιν οὐ δεηθέντα τέχνης, ἵνʼ οἵ τε ὄρνιθες ἐπʼ αὐτῶν καθέζοιντο καὶ ἐκεῖνος ὑπὸ σκιᾷ μουσουργοίη. ὁ δὲ κάθηται ἀρτίχνουν μὲν ἐκβάλλων ἴουλον ἐπιρρέοντα τῇ παρειᾷ, τιάραν δὲ χρυσαυγῆ ἐπὶ κεφαλῆς αἰωρῶν τό τε ὄμμα αὐτῷ ξὺν ἁβρότητι ἐνεργὸν καὶ ἔνθεον ἀεὶ τῆς γνώμης ἐς θεολογίαν τεινούσης. τάχα δέ τι καὶ νῦν ᾅδει καὶ ʽἦρταἰ ἡ ὀφρὺς οἷον ἀποσημαίνουσα τὸν νοῦν τῶν ᾀσμάτων ἐσθής τε αὐτῷ μετανθοῦσα πρὸς τὰς τῶν κινήσεων τροπάς, καὶ τοῖν ποδοῖν ὁ μὲν λαιὸς ἀπερείδων ἐς τὴν γῆν ἀνέχει τὴν κιθάραν ὑπὲρ μηροῦ κειμένην, ὁ δεξιὸς δὲ ἀναβάλλεται τὸν ῥυθμὸν ἐπικροτῶν τοὔδαφος τῷ πεδίλῳ, αἱ χεῖρες δὲ ἡ μὲν δεξιὰ ξυνέχουσα ἀπρὶξ τὸ πλῆκτρον ἐπιτέταται τοῖς φθόγγοις ἐκκειμένῳ τῷ ἀγκῶνι καὶ καρπῷ ἔσω νεύοντι, ἡ λαιὰ δὲ ὀρθοῖς πλήττει τοῖς δακτύλοις τοὺς μίτους. ἀλλʼ ἔσται τις ἀλογία κατὰ σοῦ, ὦ Ὀρφεῦ, καὶ νῦν μὲν θηρία θέλγεις καὶ δένδρα, Θρᾴτταις δὲ γυναιξὶν ἐκμελὴς δόξεις καὶ διασπάσονται σῶμα, ᾧ καὶ θηρία φθεγγομένῳ εὐμενεῖς ἀκοὰς παρέσχεν.
俄耳甫斯 所有的故事作者都说,缪斯之子俄耳甫斯曾以乐声迷醉了甚至不具理性的造物,而画家亦作如是说。因此,狮子与野猪作为俄耳甫斯的听众伴于其身旁,鹿与野兔亦不避开狮子的猛扑奔逃;凡在狩猎中受制于这头猛兽之凶暴的生灵,如今都与慵懒无害的它聚为一群,自身亦安然无虞。你且莫对禽鸟漫不经心,不仅要看那些惯常在林间婉转啼鸣的鸣禽,且随我来看那聒噪的寒鸦、哀啼的渡鸦,乃至宙斯的雄鹰。那雄鹰凭借自身之力均衡展开双翼,目不转睛地凝视着俄耳甫斯,对近在咫尺的野兔全然不顾;其余鸟儿亦紧闭其喙,全神贯注于这施魅之人,狼与羔羊亦惊愕地混居一处。画家更作出了尤为大胆的创举:他连根拔起树木,将它们引来作为俄耳甫斯的听众,环伺于其身侧。于是松树、柏树、桤木、这株白杨以及所有其他树木,如双手般合拢枝柯,环绕着俄耳甫斯肃立,无需人力技艺便为他合拢出一处剧场,俾使群鸟得栖其上,他亦得在浓荫之下操抚琴弦。他本人则端坐着,颊上初覆细密流淌的柔须,头顶微戴一顶闪耀金光的头巾,目光英气与优美并存,更兼具神圣灵感,因其心智始终指向对诸神的沉思。或许他此刻仍在放声歌唱,微微挑起的双眉仿佛昭示着曲调的奥旨,衣袍亦随着身姿的转动而变换光彩。他的双足中,左足踏实地面,支撑着安放于大腿之上的齐特拉琴,右足则以凉鞋踏地击节;双手之中,右手紧握拨子,肘部向外伸张,腕部向内弯曲,严阵以待于琴音,左手则以笔直的手指拨弄琴弦。然而,俄耳甫斯啊,一场乖戾的横祸将降临于你:你此刻虽能魅惑兽类与树木,但在色雷斯的妇人眼中你终将显得不成曲调,她们将撕碎你的身躯,而当这具身躯发声歌唱时,甚至野兽亦曾向之俯首倾听。
ΜΗΔΕΙΑ ΕΝ ΚΟΛΧΟΙΣ. ζ. τίς ἡ βλοσυρὸν μὲν ἐπισκύνιον ὑπὲρ ὀφθαλμῶν αἴρουσα, τὴν δὲ ὀφρὺν ἐννοίας μεστὴ καὶ ἱεροπρεπὴς τὴν κόμην τό τε ὄμμα οὐκ οἶδʼ εἴτε ἐρωτικόν ἤδη, εἴτε τι ἔνθεον ὑποφαίνουσα, αὐτήν τε ἄρρητον ἐκδεικνῦσα τοῦ προσώπου τὴν θέαν; τουτὶ δὴ τὸ τῶν Ἡλιάδων γνώρισμα· Μήδειαν, οἶμαι, χρὴ νοεῖν τὴν Αἰήτου. ἐνορμισάμενος γὰρ τῷ Φάσιδι ὁ τοῦ Ἰάσονος στόλος, ὅτε τὸ χρυσοῦν μετῄει δέρας, καὶ ἐς τὴν τοῦ Αἰήτου παρελθὼν πόλιν ἐρᾷ ἡ κόρη τοῦ ξένου λογισμός τε ὕπεισιν αὐτὴν ἀήθης, καὶ ὅ τι μὲν πέπονθεν, οὐκ οἶδεν, ἀτακτεῖ δὲ τὰς ἐννοίας καὶ τῇ ψυχῇ ἀλύει. ἔσταλται δὲ οὐκ ἐνεργὸς νῦν, οὐδὲ ἐν ξυνουσίᾳ τῶν κρειττόνων, ἀλλʼ ὡς καὶ πολλοῖς ὁρᾶν. τὸ δὲ τοῦ Ἰάσονος εἶδος ἁβρὸν μέν, οὐ μὴν ἔξω τοῦ ἐρρῶσθαι ὄμμα τε αὐτῷ χαροπὸν μὲν ὑπόκειται τῷ τῆς ὀφρύος ἤθει φρονούσης τε καὶ παντὸς ὑπεραιρούσης τοῦ ἀντιξόου, ἰούλῳ τε ἤδη βρύει καθέρποντι καὶ ἡ κόμη ξανθὴ ἐπισαλεύει τῷ μετώπῳ, τὰ δέ γε τῆς στολῆς λευκὸν χιτῶνα ἔζωσται3 λεοντῆν ἐξηρτημένος καὶ κρηπῖδα ἐνῆπται, ἀκοντίῳ τε ἐπερείσας ἑαυτὸν ἕστηκε, τό τε ἦθος τοῦ προσώπου οἷον μήτε ὑπερφρονεῖν, αἰδεῖται γάρ, μήτε ὑποκεῖσθαι, θαρρεῖ γὰρ τὸν ἆθλον. Ἔρως δὲ ἑαυτοῦ ποιεῖται ταῦτα καὶ τῷ τόξῳ ἐπερείσας ἑαυτὸν ἐναλλὰξ τὼ πόδε ἵστησι τὸ λαμπάδιον ἐς τὴν γῆν τρέψας, ἐπειδὴ ἐν ἀναβολαῖς ἔτι τὰ τοῦ ἔρωτος.
在科尔基斯的墨狄亚 那在双目之上扬起威严额肉、眉宇间满蓄深思、秀发呈现祭司之肃穆、眼神中难辨是已流露爱意还是微现神圣灵气、面容展现出难以言喻之神韵的女子是谁?这正是太阳神裔的表征;我想,理应辨出这便是埃厄忒斯的女儿墨狄亚。盖因当伊阿宋的船队为求取金羊毛而在法西斯河下锚停泊,并步入埃厄忒斯的王都时,少女便倾心于这位异邦人,一种未曾体验的心绪悄然袭上她的心头;她不知自身究竟遭遇了何事,思维错乱,灵魂亦处于惶惑之中。她此刻并未着法术之装,亦未与超绝的神灵相交,而是宛如置身于众人视线中那般着装。至于伊阿宋的容貌,既优美雅致,又绝不失刚劲;清澈明亮的双目托衬着眉宇间的非凡气概,意气昂然且凌驾于一切对手之上;其颊上已生出蔓延的绒须,金色的卷发在额前轻轻拂动。就其衣饰而言,他身着白色的束腰短袍,披挂着狮皮,系着皮靴,倚矛而立;其面容神采既非狂妄自大——因其心怀敬畏与羞怯——亦非畏缩屈从——因其对劳役满怀豪情。厄洛斯则将这一切据为己有:他倚着弓,双足交错而立,将火把倒垂指向地面,盖因爱情之事尚处于延宕之中。
- 6καὶ ὅσοις ἐν θήρᾳ δεινὸς ὁ θήρ, ξυναγελάζονται αὐτῷ ῥᾳθύμῳ νῦν ῥᾴθυμοι
关系代名词 ὅσοις 在此作为评判/利害与格,与 δεινὸς ὁ θήρ 构成“凡在狩猎中该猛兽(狮子)对其而言甚是可怕者”之意,其省略的先行词作主句动词 ξυναγελάζονται 的主语。此外,与格单数 ῥᾳθύμῳ(修饰指代狮子的 αὐτῷ)与主格复数 ῥᾴθυμοι(修饰被捕食的群兽)构成同源异格并置(polyptoton),生动体现出猎物因狮子此刻陶醉于乐声而显得安闲(ῥᾳθύμῳ),自身亦放下戒备而安然聚拢(ῥᾴθυμοι)。
- 6ὁ μέν, ὁπόσος ἄμφω τὼ πτέρυγε ταλαντεύσας ἐξ ἑαυτοῦ ἀτενὲς ἐς τὸν Ὀρφέα βλέπει
ὁ μέν 指代前文提及的“宙斯之鹰”。其后的关系形容词 ὁπόσος(字面义为“凡如此巨大者”)与分词短语 ἄμφω τὼ πτέρυγε ταλαντεύσας ἐξ ἑαυτοῦ(凭己力均衡展平双翼)连用,以插入/副词性质修饰雄鹰全力展开庞大身躯的姿态,随后接续主谓语 ἀτενὲς ἐς τὸν Ὀρφέα βλέπει。句首的主语 ὁ μέν 与其谓语动词 βλέπει 之间因插入了这一描绘性短语而形成跨距分隔(hyperbaton)。
- 7τὰ δέ γε τῆς στολῆς λευκὸν χιτῶνα ἔζωσται
中性复数宾格短语 τὰ τῆς στολῆς 在此作为表限制或引入话题的宾格(“关于其服饰装束”)。随后的主干分句为 λευκὸν χιτῶνα ἔζωσται,其中宾格 λευκὸν χιτῶνα 作中动/被动完成时动词 ἔζωσται(作中动态意“为自身系上/穿着”)的直接宾语。这一看似双重宾格的结构,其本质是由前置的话题限定状语与接纳衣物宾语的中动态及物动词构成的组合。
