← 小菲洛斯特拉托斯

画象

§4-5

赫拉克勒斯搏斗阿刻罗俄斯与幼年绞蛇

第四章描绘了赫拉克勒斯击败变幻为巨蛇与公牛的阿刻罗俄斯河神以迎娶得伊阿尼拉的搏斗;第五章展现了尚在襁褓之中的赫拉克勒斯徒手掐死赫拉所派两条巨蛇的情景,令其母阿尔克墨涅与养父安菲特律翁惊叹不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ΗΡΑΚΛΗΣ Η ΑΧΕΛΩΙΟΣ. δ. ζητεῖς ἴσως, τίς ἡ κοινωνία δράκοντός τε, ὃς ἐνταῦθα πολὺς ἀνέστηκεν ἐγείρας τὸν αὐχένα κατὰ νῶτα δαφοινὸς καὶ γένεια καθιεὶς ὑπʼ ὀρθῇ καὶ πριονωτῇ τῇ λοφιᾷ βλέπων τε δεινῶς δεδορκὸς καὶ ἱκανὸν ἐς ἔκπληξιν ἀγαγεῖν, ταύρου τε, ὃς ὑπὸ τοσαύτῃ κεραίᾳ γυρώσας τὸν αὐχένα καὶ διασκάπτων τὴν ἐν ποσὶ γῆν ὡς ἐς ἐμβολὴν ἵεται καὶ ἀνδρὸς τούτου ἡμίθηρος,1 βούπρῳρα μὲν γὰρ αὐτῷ πρόσωπα καὶ γενειὰς ἀμφιλαφὴς πηγαί τε ναμάτων ἐκπλημμυροῦσαι τοῦ γενείου, τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος, καὶ ἡ ἐν μέσοις κόρη νύμφη τις, οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφʼ αὐτὴν κόσμῳ, καὶ γέρων οὗτος ἐν ἀθύμῳ τῷ εἴδει νεανίας τε ἐκδυόμενος λεοντῆς καὶ ῥόπαλον ἐν ταῖν χεροῖν ἔχων ἡρωίνη τέ τις αὕτη στιφρὰ καὶ πρὸς λόγου τῷ μύθῳ τῆς Ἀρκάδων τροφῆς φηγῷ ἐστεμμένη Καλυδών, οἶμαι, ταῦτα. τίς δὲ ὁ τῆς γραφῆς λόγος; Ἀχελῷος ὁ ποταμός, ὦ παῖ, Δηιανείρας τῆς Οἰνέως ἐρῶν τὸν γάμον σπεύδει καὶ Πειθὼ μὲν ἄπεστι τῶν δρωμένων, ἄλλος δὲ ἄλλοτε δοκῶν ὑπὸ τοῖς ὁρωμένοις εἴδεσιν ἐκπλήξειν ἡγεῖται τὸν Οἰνέα. τοῦτον γὰρ εἶναι γίγνωσκε τὸν ἐν τῇ γραφῇ, κατηφῆ ἐπὶ τῇ παιδὶ ἀθύμως τὸν μνηστῆρα ὁρώσῃ. γέγραπται γὰρ οὐκ αἰδοῖ τὴν παρειὰν ἐξανθοῦσα, ἀλλὰ περιδεὴς οἷα πείσεται τῷ παρὰ φύσιν τῆς συζυγίας. ἀλλʼ ὁ μὲν γενναῖος Ἡρακλῆς ὁδοῦ πάρεργον2 φασὶν ἑκουσίως ὑφίσταται τὸν ἆθλον. καὶ τὰ μὲν ἐν ἀναβολαῖς ταῦτα, ἰδοὺ δὲ καὶ ὡς ξυνεστήκασιν ἤδη, καὶ ὅσα μὲν ἐν ἀρχαῖς τῆς διαμάχης, θεοῦ τε καὶ ἀτρέπτου ἥρωος ὑπονοείσθω, τὸ δʼ αὖ τέλος3 ὁ μὲν ἐς βούκερων ἀναμορφώσας ἑαυτὸν ὁ ποταμὸς ἐπὶ τὸν Ἡρακλέα ὥρμηκεν, ὁ δὲ τῇ λαιᾷ τοῦ δεξιοῦ λαβόμενος κέρως θάτερον τῷ ῥοπάλῳ τῶν κροτάφων ἐκπρεμνίζει, κἀντεῦθεν ὁ μὲν αἵματος ἤδη μᾶλλον ἢ νάματος ἀφίησι κρουνοὺς ἀπαγορεύων, ὁ δὲ Ἡρακλῆς γανύμενος τῷ ἔργῳ ἐς τὴν Δηιάνειραν ὁρᾷ καὶ τὸ μὲν ῥόπαλον αὐτῷ ἐς γῆν ἔρριπται, προτείνει δὲ αὐτῇ τὸ τοῦ Ἀχελῴου κέρας οἷον ἕδνον τοῦ γάμου.

赫拉克勒斯或阿刻罗俄斯 或许你会发问,在这里赫然耸起庞大身躯、昂起脖颈、背脊赤红、在直立如锯齿般的肉冠下垂挂着胡须、目光凌厉凶狠足以令人惊骇的大蛇;在那对巨角下弯曲脖颈、刨动足下泥土宛如发起冲击的公牛;以及这个半兽半人——其面容如公牛之船首,胡须浓密,泉流正从胡须中泛滥奔涌——之间,究竟有着怎样的关联?你或许还会问及那些如观戏剧般聚拢的人群、位于正中的少女——依我看定是一位新娘,盖因从其周身的修饰便须作如是想——、这位神色沮丧的老者、脱下狮皮双手执棒的青年,以及这位头戴象征阿卡迪亚滋养之橡树花冠、与神话情节相合的强健女杰——我想,这便是卡吕冬。然而这幅画的旨趣何在?孩子啊,阿刻罗俄斯河神爱上了俄纽斯的女儿得伊阿尼拉,正急于求婚;而在他的所作所为中全无说服女神的踪影,他认为通过变换眼前的种种形状,时而化作此形,时而化作彼形,便能吓倒俄纽斯。须知画中因女儿满怀沮丧地注视着求婚者而面带戚容的人,正是俄纽斯。盖因少女被绘出的面庞并非泛着羞怯的红晕,而是因想到自己将在这段悖逆自然的结合中遭受何等折磨而惊恐万状。然而高贵的赫拉克勒斯自愿承担了这项劳役,视之为所谓顺道之余事。这些乃是争斗前的铺垫;但请看他们如今已然交锋,而在搏斗之初所发生的一切,当可想象为无愧于一位神祇与一位不可动摇的英雄。至于最终的结局,则是河神将自身化作生有牛角之形扑向赫拉克勒斯,而赫拉克勒斯左手抓住其右角,用木棒将其另一角从太阳穴处齐根折断。自此,河神已然筋疲力尽,喷涌出的与其说是泉水不如说是血泉;赫拉克勒斯则为自己的胜利而欢欣,转目注视着得伊阿尼拉,木棒被他掷于地上,手中向她递上阿刻罗俄斯的断角,作为定情的聘礼。

§5

ΗΡΑΚΛΗΣ ΕΝ ΣΠΑΡΓΑΝΟΙΣ. ε. ἀθύρεις, Ἡράκλεις, ἀθύρεις καὶ γελᾷς ἤδη τὸν ἆθλον4 ἐν σπαργάνοις ὢν καὶ ταῦτα, καὶ τοὺς ἐξ Ἥρας δράκοντας ἑκάτερον ἑκατέρᾳ χειρὶ ἀπολαβὼν οὐδὲν ἐπιστρέφῃ τῆς μητρὸς ἔκφρονος παρεστώσης καὶ περιδεοῦς, ἀλλʼ οἱ μὲν ἤδη παρεῖνται μηκύναντες ἐς γῆν τοὺς ὁλκοὺς καὶ τὰς κεφαλὰς ἐπικλίναντες ταῖς τοῦ νηπίου χερσὶν ὑποφαινούσας τι καὶ τῶν ὀδόντων· κάρχαροι δὲ οὗτοι καὶ ἰώδεις λοφιαί τε αὐτοῖς ὑπὸ τοῦ θανάτου ἐς θάτερα ἐπικρεμεῖς καὶ τὰ ὄμματα οὐ δεδορκότα ἥ τε φολὶς οὐκ ἐξανθοῦσα χρυσῷ καὶ φοίνικι ἔτι, οὐδὲ πρὸς τὰς τῆς κινήσεως τροπὰς ὑπαυγάζουσα, ἀλλʼ ὕπωχρος καὶ ἐν τῷ δαφοινῷ πελιδνός. τὸ δὲ τῆς Ἀλκμήνης εἶδος ἀνασκοποῦντι ἀναφέρειν μὲν τῆς πρώτης ἐκπλήξεως δοκεῖ, ἀπιστεῖ δὲ νῦν οἷς ἤδη ὁρᾷ, ἡ δʼ ἔκπληξις αὐτὴν οὐδὲ λεχὼ κεῖσθαι ξυνεχώρησεν· ὁρᾷς γάρ που, ὡς ἄβλαυτος καὶ μονοχίτων ἀναπηδήσασα τῆς εὐνῆς ξὺν ἀτάκτῳ τῇ κόμῃ τὰς χεῖρας ἐκπετάσασα βοᾷ, θεράπαιναί τε, ὅσαι παρῆσαν τικτούσῃ, ἐκπλαγεῖσαι ἄλλη ἄλλο τι προσδιαλέγονται τῇ πλησίον. οἱ δὲ ἐν ὅπλοις οὗτοι καὶ ὁ γυμνῷ τῷ ξίφει ἕτοιμος οἱ μὲν Θηβαίων ἔκκριτοι βοηθοῦντες Ἀμφιτρύωνι, ὁ δʼ ὑπὸ τὴν πρώτην ἀγγελίαν σπασάμενος τὸ ξίφος ἐς ἄμυναν ὁμοῦ ἐπέστη τοῖς δρωμένοις, καὶ οὐκ οἶδʼ, εἴτε ἐκπέπληγεν, εἴτε χαίρει λοιπόν· ἡ μὲν γὰρ χεὶρ ἔτʼ ἐν τῷ ἑτοίμῳ, ἡ δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστησιν, οὐδὲ ἔχοντος, ὅ τι καὶ ἀμύναιτο,5 καὶ χρησμοῦ προμηθείας δεόμενα τὰ παρόντα ὁρῶντος. ταῦτά τοι καὶ ὡδὶ πλησίον ὁ Τειρεσίας θεσπίζων, οἶμαι, ὁπόσος ὁ νῦν ἐν σπαργάνοις ἔσται, γέγραπται δὲ ἔνθεος καὶ μαντικὸν ἐπασθμαίνων. γέγραπται καὶ ἡ νὺξ ἐν εἴδει, ἐν ᾗ ταῦτα, λαμπαδίῳ καταλάμπουσα ἑαυτήν, ὡς μὴ ἀμάρτυρος τοῦ παιδὸς ὁ ἆθλος γένηται.

襁褓中的赫拉克勒斯 赫拉克勒斯啊,你正在嬉戏,你正在嬉戏,而且身在襁褓之中便已将这番艰险当作儿戏而付之一笑;你左右双手各擒住一条赫拉派来的巨蛇,对身旁惊慌失措、恐惧万分的母亲毫不理会。蛇群已然断气,长长的身躯拖曳在地上,蛇头垂落在婴儿的手边,微微露出尖牙;那尖牙交错如锯且带有剧毒,它们的冠羽因死亡而偏倒向一侧,双眼全无光彩,鳞甲上也不再泛着金黄与猩红的光华,亦不随身躯的转动而闪烁变幻,反而显得苍白,在赤褐斑纹中泛着死灰之色。细察阿尔克墨涅的姿态,她看似正从最初的震惊中苏醒过来,如今却不敢相信自己亲眼所见的景象;这股惊骇甚至不允许她继续像产妇那样躺卧。你定然看到,她如何赤着双足、仅着单衣便从床榻上一跃而起,披散着乱发张开双臂惊呼;那些在她分娩时侍奉在侧的女仆们,亦惊慌失措,各自对身旁的人说着不同的话。至于这些全副武装的人以及那位拔剑戒备的男子,前者乃是赶来援助安菲特律翁的忒拜精锐,而后者则是在听到最初讯报时便拔剑自卫、匆匆赶赴事发现场的安菲特律翁本人;我不知他究竟是惊骇莫名,还是转而满心欣喜。盖因他的手虽仍保持着出击的架势,眼中的思虑却给这只手勒上了缰绳,既无任何敌人可供他抵御,又看到眼前的景象正需要神谕的深思与指引。正因如此,你瞧近旁的忒瑞西阿斯,我想他正预言着如今身在襁褓中的孩子日后将是何等伟大;他被绘成神灵附体之状,在预言的狂热中喘息不已。发生这一切的黑夜亦被描绘成人形,手持小火把照亮自身,以免婴儿的伟绩陷于无人见证的黑暗之中。

语法注5 条
  1. 4ἀνδρὸς τούτου ἡμίθηρος

    ἡμίθηρος 是第三变格复合形容词 ἡμίθηρ(“半兽的”)的单数属格形式,与属格短语 ἀνδρὸς τούτου 性数格一致(“这个半兽半人的男子”),并与前文的 δράκοντός τε 及 ταύρου τε 并列。

  2. 4ὁδοῦ πάρεργον

    这正是习语 ὁδοῦ πάρεργον(“途中的余事”、“顺道之举”)。名词 πάρεργον 作为同位语补充修饰主句的宾语 τὸν ἆθλον。

  3. 4τὸ δʼ αὖ τέλος

    该宾格短语作状语使用(“至于结局”、“最终”),与前文的 τὰ μὲν ἐν ἀναβολαῖς(“至于前期的铺垫”)形成鲜明对照。

  4. 5γελᾷς ἤδη τὸν ἆθλον

    通常用作不及物动词的 γελῶ 在此直接带宾格 τὸν ἆθλον 作宾语,构成具有及物动词意义的用法,表示“嘲笑/把艰难一笑置之”(客体宾格)。

  5. 5οὐδὲ ἔχοντος, ὅ τι καὶ ἀμύναιτο

    指代前文主语安菲特律翁的属格分词结构。在主句语境(ἡ δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστησιν)中,充当省略了代词主语的属格绝对结构,用以补充说明安菲特律翁的心理状态与处境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:4-5