- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:2-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第一幅画描绘了落败的玛耳叙阿斯等待遭受剥皮之刑与阿波罗悠然休憩的场景;第二幅画则展现了猎人们归来在泉边树荫下畅叙战功并筹备宴饮的情景。
ΜΑΡΣΥΑΣ. β. καθῄρηται ὁ Φρύξ, βλέπει γοῦν ἀπολωλὸς ἤδη διὰ ξύνεσιν ὧν πείσεται, καὶ ὕστατα δὴ αὐλῆσαι πεπίστευκεν οὐκ ἐς καιρὸν ἐς τὸν τῆς Λητοῦς θρασυνάμενος, ἔρριπταί τε αὐτῷ ὁ αὐλὸς ἄτιμος μὴ αὐλεῖν ἔτι, ὡς καὶ νῦν ἀπᾴδων ἐλήλεγκται, καὶ παρέστηκε μὲν τῇ πίτυι, ἀφʼ ἧς κρεμασθήσεσθαι οἶδε ταύτην ἑαυτοῦ καταδικασάμενος δίκην ἀσκὸς δεδάρθαι.1 ὑποβλέπει δὲ ἐς τὸν βάρβαρον τοῦτον τὴν ἀκμὴν τῆς μαχαίρας παρακονώμενον ἐς αὐτόν, ὁρᾷς γάρ που, ὡς αἱ μὲν χεῖρες ἐς τὴν ἀκόνην αὐτῷ καὶ τὸν σίδηρον, ἀναβλέπει δὲ ἐς τὸν Μαρσύαν γλαυκιῶν τὼ ὀφθαλμὼ καὶ κόμην τινὰ διανιστὰς ἀγρίαν τε καὶ αὐχμῶσαν, τὸ δὲ ἐπὶ τῆς παρειᾶς ἔρευθος φονῶντος, οἶμαι, καὶ ἡ ὀφρὺς δὲ ὑπέρκειται τοῦ ὄμματος ἐς αὐγὴν ξυνηγμένη καὶ διδοῦσά τι τῷ θυμῷ ἦθος, ἀλλὰ καὶ σέσηρεν ἄγριόν τι ὑπὸ τῶν μελλόντων αὐτῷ δρᾶσθαι καὶ οὐκ οἶδʼ, εἴτε χαίρων εἴτε καὶ ἀνοιδούσης ἐς τὴν σφαγὴν τῆς γνώμης. ὁ δὲ Ἀπόλλων γέγραπται διαναπαύων ἑαυτὸν ἐπὶ πέτρας τινός, ἡ λύρα δὲ ἐν ἀριστερᾷ κειμένη ἔτι πλήττεται ὑπὸ τῆς χειρὸς τῆς λαιᾶς ἐμπιπτούσης ἠρεμαίως καὶ οἷον νὴ Δίʼ ἀταλλούσης. ὅρα δὲ καὶ ῥᾴθυμον τὸ τοῦ θεοῦ εἶδος καὶ μειδίαμα ἐπανθοῦν τῷ προσώπῳ, ἥ τε χεὶρ ἡ δεξιὰ ἐπίκειται τῷ κόλπῳ, πρᾴως ξυνέχουσα τὸ πλῆκτρον, καταρρᾳθυμουμένη ὑπὸ τοῦ ἐς τὴν νίκην χαίροντος. αὐτοῦ καὶ ὁ ποταμὸς τοῦ Μαρσύα τὴν ἐπωνυμίαν ἀμείψων. ὅρα μοι καὶ τὴν τῶν Σατύρων ἀγέλην, οἷα θρηνοῦντες τὸν Μαρσύαν γεγράφαται, ὡς ἐπιφαίνοντες τὸ ἀγέρωχον καὶ ἀνεσκιρτηκὸς ξὺν τῷ ἀνιᾶσθαι.
玛耳叙阿斯 那弗里吉亚人已遭挫败;至少,他因明白自己即将遭受的命运而已然面露绝望之色,他深信这是自己最后一次吹笛,因他不识时务地妄自向勒托之子挑衅。他的长笛已被抛掷一旁,受辱蒙羞,再不得吹奏,盖因他方才已被验明吹奏之声格格不入;他伫立在一株松树旁,深知自己将从这棵树上被吊起,盖因他已为自己判定了这样的惩罚——被剥皮制成革囊。他暗暗窥视着那个正对着他磨快刀刃的蛮人;你定然看到,那人的双手正专注于磨石与利刃,双眼却向上注视着玛耳叙阿斯,眸光闪烁着野兽般的凶光,披散着一头蓬乱污秽的粗毛。依我看,他颊上的赤红正属于嗜血之人,眉毛在耀眼的光线中紧蹙着覆在眼上,更添其凶悍的性气;不仅如此,他面对自己即将施行的暴行露出狰狞的冷笑,究竟是出于快意,还是因心神沉浸于屠戮而激荡,我亦不得而知。阿波罗则被绘成在一方岩石上休憩的模样;放置于其左侧的里拉琴,仍被他那轻轻垂落、凭宙斯作证宛若嬉戏般的左手抚弄着。你且看神明那悠闲的姿容与脸上绽放的微笑,他的右手搭在衣襟上,温和地握着拨片,因沉浸于胜利的欢悦而彻底松弛下来。此处亦有那条日后将以玛耳叙阿斯命名的河流。你再为我看看那群萨梯,他们被绘成如何为玛耳叙阿斯哀悼,以至于在悲伤之中依然掩不住其傲慢不羁与跳跃的天性。
ΚΥΝΗΓΕΤΑΙ. γ. τί δʼ οὐκ ἂν εἴποις περὶ τούτων, οὓς ἄγει μὲν ἀπὸ θήρας ἡ γραφή, πηγὴν δʼ αὐτοῖς ἀναδίδωσιν ἀκραιφνῆ ποτίμου τε καὶ διαυγοῦς νάματος; ὁρᾷς δέ που καὶ τὸ περὶ τὴν πηγὴν ἄλσος φύσεως ἔργον, οἶμαι, τῆς σοφῆς· ἱκανὴ γὰρ πάντα, ὅσα βούλεται, καὶ δεῖται τέχνης οὐδέν, ἥ γε καὶ τέχναις αὐταῖς ἀρχὴ καθέστηκε. τί γὰρ ἐνδεῖ πρὸς τὴν τῆς σκιᾶς παρασκευήν; αἱδὶ μὲν αἱ ἡμερίδες ἄγριαι ἀνερπύσασαι ξυμβεβλήκασι τοὺς τῶν κλημάτων κορύμβους ἄλλον ἄλλῳ συνδέουσαι τῶν δένδρων, σμίλαξ δὲ αὕτη καὶ κιττὸς ὁμοῦ τε καὶ καθʼ ἓν διασχόντες πυκνόν τινα τοῦτον καὶ ἡδίω τέχνης ὄροφον ἡμῖν παρέχουσιν. ὁ δὲ τῶν ἀηδόνων χορὸς καὶ τὰ τῶν ἄλλων ὀρνέων μουσεῖα σαφῶς ἡμῖν τὰ τοῦ μελιχροτάτου Σοφοκλέους ἐπὶ γλῶτταν ἄγει "πυκνόπτεροι δʼ εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες, "εἰπόντος. ἀλλʼ ὅγε τῶν θηρευτῶν ὅμιλος ἡδεῖς μὲν καὶ στιφροὶ καὶ πνέοντες ἔτι τὸν ἐν τῇ θήρᾳ θυμόν, ἄλλος δὲ ἄλλο τι πράττοντες διαναπαύουσι σφᾶς αὐτούς. οἷον, ὦ θεοί, καὶ ὡς ἡδὺ τὸ σαφὲς τῆς τέχνης, καὶ ὡς ἔστιν ὁρᾶν τὴν ἑκάστου τύχην. στιβὰς μὲν αὐτοσχέδιος αὕτη δικτύων, οἶμαι, ξυγκειμένη δέχεται τοὺς ἄρχοντας, καλὸν εἰπεῖν, τῆς θήρας, καὶ πέντε μὲν οὗτοι, ὁρᾷς δὲ τὸν μεσαίτατον αὐτῶν, ὡς διεγείρας ἑαυτὸν ἔστραπται πρὸς τοὺς ὑπερκατακειμένους τὸν ἑαυτοῦ, μοι δοκεῖν, ἆθλον ἀφηγούμενος καὶ τὸ καταβαλεῖν θάτερον τῶν θηρίων πρῶτος, ἃ δὴ τῶν δρυῶν ἐξήρτηται δικτύοις ἔλαφος, οἶμαι, καὶ σῦς ἐγκείμενα. ἦ γὰρ οὐκ ἐπῆρθαί σοι δοκεῖ καὶ χαίρειν τῷ ἔργῳ; οἱ δʼ ἀτενὲς μὲν ὁρῶσιν ἐς αὐτὸν ἀφηγούμενον, ἅτερος δὲ σφῶν ἐναποκλίνας ἑαυτὸν τῇ στιβάδι διαναπαύει που καὶ αὐτὸς τάχα ἀναγράφων τι τῆς θήρας οἰκεῖον ἔργον. θάτερον δὲ τοῦ ξυσσιτίου κέρας ὁ μὲν πρὸς τῷ μεσαιτάτῳ κύλικος ἡμιδεοῦς ἐν θατέρᾳ ταῖν χεροῖν οὔσης τὴν δεξιὰν ὑπὲρ τῆς κεφαλῆς περιαγαγὼν τὴν Ἀγροτέραν ᾅδειν μοι δοκεῖ, ὁ δὲ ἐς τὸν διάκονον ὁρῶν σοβεῖν κελεύει τὴν κύλικα. σοφός τε ὁ ζωγράφος καὶ ἀκριβὴς τὴν χεῖρα· ἀνασκοποῦντι γὰρ πάντα παραλέλειπται οὐδὲ τῶν ὀπαόνων οὐδέν·2 ὅδε μὲν γὰρ τρύφος δένδρου κατειληφὼς κάθηται ἐνεσκευασμένος, ὡς εἶχεν ἐν τῷ περὶ τὴν θήραν δρόμῳ, κἀκ πήρας ἐνημμένης αὐτῷ δειπνῶν, δυεῖν δὲ κυνῶν ὁ μὲν ἐκτείνας ἑαυτὸν πρὸ αὐτοῦ ἐσθίει, ὁ δὲ τοῖς ὀπισθίοις ἐνοκλάσας ἀνέχει τὴν δέρην ἐνδεχόμενος τὰ ἐς αὐτὸν ἀπορριπτούμενα, ὁ δὲ πῦρ ἀνάψας καὶ ἐνθεὶς τῶν σκευῶν, ὅσα πρὸς τοῦτο χρηστά, τὰ πρὸς τὴν δαῖτα ἄφθονα παρέχει σφίσι μάλα ἐπισπέρχων αὐτὸς ἑαυτόν, ἀσκός τε οὗτος εἰκῇ ἔρριπται ποτὸν ἀπαντλεῖν τῷ βουλομένῳ δυεῖν τε θεραπόντοιν ὁ μὲν δαιτρός, οἶμαι, μοίρας τέμνειν φησὶ τῆς ἰσαίας ἐπιμελούμενος ἐν τῷ ἀποτέμνειν, ὁ δʼ ὑπέχει τὸ ὑποδεξόμενον τὰς μοίρας ἴσας που ἀπαιτῶν εἶναι. τὸ γὰρ ἐν θήρᾳ κατά γε τοῦτο διαλλάττον ἐς τύχην οὐδέν.
猎人们 关于画作将其从狩猎中带回、并赐予他们一股适于饮用的澄澈甘泉的这群人,你又怎能不加以赞叹呢?想必你也见到了泉水四周的树丛,依我看,这乃是睿智自然的神工;盖因自然足以成就其所欲之一切而全无须借助技艺,她本身便被确立为一切技艺的渊源。确实,在遮蔽绿荫方面还欠缺什么呢?这些栽培葡萄藤蔓野长着攀爬而上,将各株树木彼此缠系,把卷须交织在一起;而这株菝葜与常春藤齐同并进地蔓延开来,为我们搭起这一片密不透风、且比人工技艺更为惬意的凉棚。夜莺的合唱与其他禽鸟的鸣啭,分明令我们唇齿间诵起至为甜美的索福克勒斯的词句: “密羽的夜莺在其中婉转啼鸣,”正如他所言。然而那群猎人面带愉悦而身躯矫健,依然喘息着狩猎时的激昂之气,各自忙着不同的事情而使自己得以休憩。诸神啊,技艺的清晰明辨是何其美妙,每个人的际遇又是何等昭然可见!一张用网绳临时编就的卧榻,我想,正接纳着狩猎的首领们——这样称呼他们颇为恰当——共有五人。你看那正居中者,如何挺起身来转向卧于上方的人,依我看,他正叙述着自己的功绩,讲述他是如何第一个击倒了猎物之一——那些用网悬挂在橡树上的猎物,我想是一头鹿和一头野猪。难道在你看他不正是意气风发、正为战果而欢欣鼓舞吗?其余之人专注地注视着讲述的他,而他们中的另一人仰卧在卧榻上独自歇息,或许亦在心中描摹着自己在狩猎中的亲身战功。在宴席的另一角,居中者身旁的那人一手执着半空的杯盏,右手绕过头顶,依我看正高唱着献给旷野女神阿耳忒弥斯的赞歌;而另一人正望着侍从,命他快快传递杯盏。画家技艺精湛而运笔严谨;盖因对于明察秋毫的观者而言,就连随从们的细微举动亦无一遗漏。只见这一位占了一截树桩坐着,身上装束仍如穿行于追猎途中一般,正从系在身上的皮囊中取食;两只猎犬中,一只在他面前伸展身躯进食,另一只则屈后足蹲踞,仰起脖颈等待承接抛给它的碎食。另一人则点燃了火,放上适于烹饪的诸般器皿,正极力催促自己为众人备办丰盛的筵席;而这个皮囊随意丢弃在一旁,任由欲饮者汲取。两位侍仆中,我想一人是切肉者,称要在切割中主持公平而分切肉块,另一人则托着承接肉块的器具,想必正要求分量必须均等。盖因在狩猎之中,就此而论绝无贵贱高下之别。
- 2ταύτην ἑαυτοῦ καταδικασάμενος δίκην ἀσκὸς δεδάρθαι
不定式短语 ἀσκὸς δεδάρθαι 作为 δίκην 的同格成分,具体说明惩罚的内容。因被动不定式 δεδάρθαι 的逻辑主语与主句主语(玛耳叙阿斯)一致,故采用主格 ἀσκός 而非宾格(主格带不定式结构)。
- 3ἀνασκοποῦντι γὰρ πάντα παραλέλειπται οὐδὲ τῶν ὀπαόνων οὐδέν
现在分词与格 ἀνασκοποῦντι 充当“评判者与格”(dativus iudicantis),意为“对细察者而言”。πάντα 既可作 ἀνασκοποῦντι 的直接宾语(“细察诸事”),亦可作副词性宾格(“在一切方面”),皆表达全面审视之意。
