- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者向少年详尽描述了一幅画作,画中再现了阿喀琉斯在斯库罗斯岛乔装女子却因奥德修斯的铠甲之计而显露真身的一幕,以及其子皮洛斯长大后准备离岛奔赴特洛伊的英姿。
ΑΧΙΛΛΕΥΣ ΕΝ ΣΚΥΡΩΙ. α. ἡ κομῶσα τῇ σχοίνῳ ἡρωίνη, ὁρᾷς γάρ που τὴν ὑπὸ τῷ ὄρει στιφρὰν τὸ εἶδος καὶ ἐσταλμένην κυανῷ, Σκῦρος, ὦ παῖ, νῆσος, ἣν ὁ θεῖος Σοφοκλῆς ἀνεμώδεα καλεῖ. ἔστι δʼ αὐτῇ καὶ πτόρθος ἐλαίας ἐν ταῖν χεροῖν καὶ ἀμπέλου κλῆμα, ὁ δʼ ὑπὸ τοῖς πρόποσι τοῦ ὄρους πύργος, παρθενεύονται ἐνταῦθα αἱ τοῦ Λυκομήδους κόραι ξὺν τῇ δοκούσῃ παρὰ Θέτιδος ἥκειν, τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως ἡ Θέτις μαθοῦσα καὶ ὡς ἐπʼ ἄμφω πεπρωμένον αὐτῷ εἴη ἢ ζῆν ἀκλεῶς ἢ εὐκλεᾶ γενόμενον τάχιστα τελευτᾶν, ἀπόθετος αὐτῇ ὁ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται1 κόρη μὲν εἶναι δοκῶν ταῖς ἄλλαις, μίαν δὲ αὐτῶν τὴν πρεσβυτάτην ξὺν ἀπορρήτῳ γνοὺς ἔρωτι, καὶ προιών γε ἐς τόκου ὥραν ὁ χρόνος τὸν Πύρρον ἐκδώσει. ἀλλʼ οὐκ ἐνταῦθα ταῦτα. λειμὼν δὲ πρὸ τοῦ πύργου, ἐπιτήδειος γὰρ ὁ τόπος τῆς νήσου κόραις ἀνθέων ἀφθονίαν δοῦναι καὶ ὁρᾷς γε, ὡς ἄλλη ἀλλαχόσε ἀποσκίδνανται τὰ ἄνθη ἀποκείρουσαι. κάλλος μὲν οὖν ἀμήχανον ἁπασῶν, ἀλλʼ αἱ μὲν ἀτεχνῶς ἐς θήλειαν ὥραν ἀποκλίνουσι βολαῖς τε ὀφθαλμῶν καὶ παρειᾶς ἄνθει καὶ τῇ πρὸς ἕκαστα ὁρμῇ εὖ μάλα τὸ θῆλυ ἐλέγχουσαι, ἡδὶ δὲ ἡ ἀναχαιτίζουσα τὴν κόμην καὶ βλοσυρὰ σὺν ἁβρότητι αὐτίκα μάλα διελεγχθήσεται τὴν φύσιν καὶ τὸ ξὺν ἀνάγκῃ ἐπίπλαστον ἐκδῦσα τὸν Ἀχιλλέα ἐκδείξει· λόγου γὰρ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος τοῦ τῆς Θέτιδος ἀπορρήτου στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξοντες,2 ὅπῃ ταῦτα ἔχει. ὁρᾷς δὲ ἄμφω τὸν μὲν καὶ βεβυθισμένον τὴν τῶν ὀφθαλμῶν ἀκτῖνα διὰ πανουργίαν, οἶμαι, καὶ τὸ διαθρεῖν τι ἀεί, ὁ δὲ τοῦ Τυδέως ἔμφρων μέν, ἕτοιμος δὲ τὴν γνώμην καὶ τὸ δραστήριον προτείνων. κατόπιν δὲ αὐτῶν καὶ ὁ τῇ σάλπιγγι σημαίνων τί δὴ βούλεται, καὶ τί τὸ ἦθος τῆς γραφῆς; σοφὸς ὢν Ὀδυσσεὺς καὶ ἱκανὸς τῶν ἀδήλων θηρατὴς πρὸς τὸν τῶν θηρωμένων ἔλεγχον μηχανᾶται τὰ νῦν· ῥίψας γὰρ ἐς τὸν λειμῶνα ταλάρους τε καὶ ὅσα παισὶ κόραις ἐς παιδιὰν εὐπρεπῆ, καὶ πανοπλίαν, αἱ μὲν οὖν Λυκομήδους ἐς τὸ οἰκεῖον χωροῦσιν, ὁ δὲ τοῦ Πηλέως ταλάροις μὲν καὶ κερκίσι χαίρειν λέγει παραλιπὼν αὐτὰ ταῖς κόραις ἤδη, ἐς δὲ τὴν πανοπλίαν ὁρμήσας γυμνοῦταί τε τὸ ἐντεῦθεν — [β.] ὁ δὲ Πύρρος οὐκ ἄγροικος ἔτι, οὐδʼ ἐν αὐχμῷ σφριγῶν, οἷα βουκόλων νεανιεύματα, ἀλλʼ ἤδη στρατιώτης. ἔστη μὲν γὰρ ἀκοντίῳ ἐπερείσας ἑαυτὸν καὶ ἀποβλέπων ἐς τὴν ναῦν, ἐσθὴς δὲ αὐτῷ φοινικὶς ἐξ ὤμου ἄκρου ἐς τὴν ἀριστερὰν ἀνειλημμένη χεῖρα καὶ λευκὸς ὑπὲρ γόνυ χιτών, τὸ δὲ ὄμμα αὐτῷ γοργὸν μέν, οὐκ ἐν ὁρμῇ δέ, ἀλλʼ ἐν ἀναβολαῖς ἔτι τῷ ἀσχάλλειν τῇ τριβῇ καὶ ἀνατυποῖ τι ἡ γνώμη τῶν ἐν Ἰλίῳ μικρὸν ὕστερον. ἡ κόμη νῦν μὲν ἡσυχάζοντος ἐπικρέμαται τῷ μετώπῳ, ὁρμήσαντος δὲ ἀτακτήσει συναπονεύουσα ταῖς τοῦ θυμοῦ κινήσεσιν. αἱ δὲ ἀνασκιρτῶσαι ἄνετον αἶγες καὶ τὰ ἀτακτοῦντα βουκόλια καὶ ἡ ἐν μέσοις ἐρριμμένη κορύνη σὺν καλαύροπι τοιοῦδε, ὦ παῖ, λόγου ἔχεται· ἀχθόμενος τῇ μητρὶ καὶ τῷ πάππῳ τῆς ἐν τῇ νήσῳ ἕδρας, ἐπειδὴ ἐπʼ Ἀχιλλεῖ τεθνεῶτι δείσαντες περὶ τῷ παιδὶ ἀπώμοτον ἐποιήσαντο τὴν τοῦ Πύρρου ἔξοδον, αἰπολίοις τε καὶ βουσὶν ἑαυτὸν ἐφίστησιν ἀπαυχενίζων τοὺς ἀτιμάζοντας τὴν ἀγέλην ταύρους, οἳ δὴ πρὸς τῷ ἐν δεξιᾷ ἐνδείκνυνται ὄρει. λογίου δὲ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος, ὡς οὐκ ἄλλῳ τῳ ἁλωτὸς ἔσοιτο ἡ Τροία πλὴν τοῖς Αἰακίδαις, στέλλεται ὁ Φοῖνιξ ἐς τὴν Σκῦρον ἀνάξων τὸν παῖδα, καὶ καθορμισάμενος ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς3 πλὴν ὅσα τὸ ἁβρόν τε καὶ ἁδρὸν τοῦ εἴδους ὑπεδείκνυ αὐτὸν Ἀχιλλέως εἶναι παῖδα. κἀντεῦθεν γνωρίσας, ὃς εἴη, ἔκπυστος γίγνεται τῷ τε Λυκομήδει καὶ τῇ Δηιδαμείᾳ. ταῦθʼ ἡ τέχνη βραχεῖ τούτῳ γράμματι ἀναδιδάσκειν ἡμᾶς ἐθέλει, γέγραπται δὲ ὡς καὶ ποιηταῖς ᾠδὴν παρασχεῖν.
斯库罗斯岛的阿喀琉斯 那位发间饰有芦苇的女杰——想必你已看到山麓下那位体态矫健、身披深青色衣裳的女子——她便是斯库罗斯岛,我的孩子,神圣的索福克勒斯称其为“风暴肆虐之岛”。她的双手中握有一截橄榄枝和一株葡萄藤;至于山脚下的那座塔楼,吕科墨得斯的女儿们便居于此处保持着处子之身,身旁还伴着那位据称来自忒提斯的人。盖因忒提斯从其父涅柔斯处得知了命运女神降于其子的判决,知晓他注定面临双重宿命之一:要么默默无闻地活着,要么扬名显赫却迅即殒命;因而她的儿子被她匿藏在斯库罗斯岛,与吕科墨得斯的众女作伴,在其他人眼中俨然是一位处女,但他却以隐秘的情爱占有了长女;随着时光流转推进至产期,皮洛斯便将降生。然而此画并未展现这些情景。塔楼前是一片草甸,因岛上的这一处极宜为少女们盛产繁花,而你也确实看到她们如何各自向各处散开采摘鲜花。众女的美貌固然令人倾倒,但她们全然流露出柔媚的姿采,借由眼神的顾盼、双颊的娇艳以及对待诸般事物的举止,极好地显明了女性本色;唯独这位拂动长发、在娇美之中透着威严者,顷刻便将验明真身,褪去迫于无奈的伪装而显出阿喀琉斯的面目。盖因忒提斯的秘密流传至希腊人耳中,狄俄墨得斯遂与奥德修斯一同被派往斯库罗斯岛,以探明虚实。你看到他们二人:一人因老谋深算以及惯于洞察秋毫,依我看,其双目的光芒深沉内敛;而堤丢斯之子虽沉稳明达,却意志果敢,尽显随时决断的英风。在他们身后,吹响号角之人究竟意欲何为,这幅画的旨趣又在何处?足智多谋且擅长捕捉隐匿之事的奥德修斯,此时设下了检验猎物的圈套:盖因他将篮筐、适于妙龄少女嬉戏之物以及一套铠甲掷于草甸之上,吕科墨得斯的女儿们遂奔向符合其天性之物,而珀琉斯之子却告别篮筐与织梭,径直留给众女,奋身扑向铠甲,自此显露真身—— 至于皮洛斯,他已不再是个乡野粗人,亦不再如放牧少年那般在污垢中蓬勃任性,而是已然成为一名战士。他倚着标枪,凝视着战船而立;身披自肩峰垂至左手挽起的深红斗篷,内着膝上素白短袍;其神情固然英武威严,却未见仓促冒进之态,反倒因厌倦迁延而在等待中略带迟滞,其心智已在隐隐勾勒片刻之后在伊利昂所将发生的情景。他那头秀发,此刻静立时垂覆于前额,可一旦奋发冲刺,便将随同激荡的意气一同翻飞乱舞。那些脱缰跳跃的山羊、杂乱无序的牛群,以及同牧杖一道被抛掷在中间的粗木棒,正如这般缘由,我的孩子:因其母与外祖父在阿喀琉斯死后为这孩子担忧,发誓绝不放皮洛斯离岛,他苦于被滞留岛上,遂委身于羊群牛群之间,扭断那些蔑视牛群的公牛颈项,而这些公牛正显现在右侧的山边。希腊人获悉神谕,得知若非埃阿科斯后裔则特洛伊决不可攻克,福尼克斯遂被派往斯库罗斯岛迎回少年;他泊船靠岸后,便与少年相遇,彼时二人互不相识,唯有少年那兼具俊美与雄健的体魄,隐隐昭示着他乃阿喀琉斯之子。福尼克斯由此辨识出其身份后,其行踪便为吕科墨得斯与得伊达弥亚所悉知。技艺正是欲在此方寸画幅中将这番事迹昭示于我们,其着笔绘制之处,宛如亦可供诗人们谱写诗歌。
- 1τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως ἡ Θέτις μαθοῦσα... ἀπόθετος αὐτῇ ὁ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται
此处出现破格句(悬垂分词):主格主语及分词短语“ἡ Θέτις μαθοῦσα”(忒提斯获悉……后)本应接续一个主动语态谓语动词(如“ἔκρυψεν τὸν παῖδα”),句式却在中途转换为被动句“ὁ παῖς... κρύπτεται”(其子被隐藏……)。就文意而言,忒提斯依然是隐匿动作的主体,“αὐτῇ”则作被动动词的行为者与格。
- 1στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξοντες
主动词“στέλλεται”为单数,在语法形式上与单数主语“Διομήδης”一致;然而表示目的的将来时分词“διελέγξοντες”(为探明……)则根据语义一致原则(constructio ad sensum)采用了阳性复数主格,以涵盖介词短语“ξὺν Ὀδυσσεῖ”所构成的复数概念(二人)。
- 1ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς
此处借由同根分词不同格位的对照(多格变修辞/polyptoton),即与格的“οὐκ εἰδότι”(修饰皮洛斯)与主格的“οὐκ εἰδώς”(修饰主语福尼克斯),凝练而生动地表达了“对彼此毫不知情”的相互陌生状态:福尼克斯在不认得对方的情形下,遇见了同样不认得自己的皮洛斯。
