- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者审视描绘卡吕冬野猪狩猎的图画,详细描述了身负重伤的安开俄斯、引弓待发的阿塔兰忒,以及迎击巨兽的墨勒阿革洛斯与珀琉斯的雄姿。
ΜΕΛΕΑΓΡΟΣ. ιε. θαυμάζεις ὁρῶν ἐς τοσοῦτον ἀγῶνα κόρην ὁρμῶσαν ἀγρίου τε οὕτω συὸς καὶ τοσούτου ὁρμὴν ὑφισταμένην; ὁρᾷς γάρ, ὡς ὕφαιμον μὲν αὐτῷ τὸ ὄμμα λοφιά τε φρίττουσα καὶ πολὺς ὁ κατὰ τῶν ὀδόντων ἀφρὸς ἐς πολὺ ἀνεστηκότων καὶ τὴν αἰχμὴν ἀτρίπτων τό τε εὖρος, ὡς πρὸς λόγου τῇ βάσει, ἣν δὴ καὶ τὰ ἴχνη ταυτὶ δείκνυσι ταύρων ἀποδέοντα οὐδέν· οὐδὲ γὰρ τούτων παρέλιπέ τι ὁ ζωγράφος ἐντυπώσας αὐτὰ τῇ γραφῇ. τὰ δὲ δρώμενα καὶ δεινὰ ἤδη· ἐμπεπτωκὼς γὰρ ὁ σῦς Ἀγκαίῳ τούτῳ κατὰ τὸν μηρὸν κεῖται ὁ νεανίας ἀθρόον ἐκρέων τὸ αἷμα καὶ ἐς πολὺ ἀνερρωγὼς τοῦ μηροῦ,1 ὅθεν ἐν χερσὶν ἤδη τοῦ ἄθλου ὄντος ἡ μὲν Ἀταλάντη, ταύτην γὰρ εἶναι τὴν κόρην νοεῖν χρή, πρόχειρον ἐπιθεῖσα τῇ νευρᾷ τὸ βέλος ἀφήσειν μέλλει. ἔσταλται δὲ ἐσθῆτι μὲν ὑπὲρ γόνυ, κρηπῖδα δὲ τοῖν ποδοῖν ἐνῆπται καὶ αἱ χεῖρες ἐς ὦμον γυμναὶ διὰ τὸ ἐνεργοὺς εἶναι τῆς ἐσθῆτος ἐκεῖ ἐς περόνας ξυνεχομένης, τὸ δὲ κάλλος ἀρρενωπὸν ἐκ φύσεως ὂν ἀνίστησιν ὁ καιρὸς ἐπὶ μᾶλλον οὐκ ἐφίμερον βλεπούσης, ἀλλὰ τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὴν τῶν δρωμένων ἔννοιαν τεινούσης. οἱ νεανίαι δὲ οὗτοι Μελέαγρος2 καὶ Πηλεύς, τούτους γὰρ δὴ τοὺς καθελόντας τὸν σῦν φησὶν ʽεἶναἰ ἡ γραφή, ὁ μὲν ἐπερείσας ἐν προβολῇ τῷ λαιῷ ποδὶ ἑαυτὸν ὁ Μελέαγρος καὶ τὴν βάσιν τηρήσας ἀσφαλῶς ἐκδέχεται τὴν ὁρμὴν τοῦ συὸς λόγχην ὑποστήσας. φέρε δὴ καὶ τὰ περὶ αὐτὸν εἴπωμεν· στιφρὸς μὲν ὁ νεανίας καὶ πάντῃ σφριγῶν, κνῆμαι δʼ αὐτῷ εὐπαγεῖς καὶ ὀρθαὶ φέρειν τε ἔν τοῖς δρόμοις ἱκαναὶ καὶ ὑφισταμένῳ τὸν ἐκ χειρὸς ἀγῶνα φύλακες ἀγαθαὶ μηρός τε ξὺν ἐπιγουνίδι ὁμολογῶν τοῖς κάτω καὶ ἰσχίον οἷον διδόναι θαρσεῖν ὡς οὐκ ἀνατραπησομένου ὑπὸ τῆς τοῦ συὸς ἐμβολῆς τοῦ νεανίου3 πλευρά τε βαθεῖα καὶ γαστὴρ ἀπέριττος καὶ στέρνα τὸ μέτριον προεκκείμενα καὶ βραχίων διηρθρωμένος καὶ ὦμοι πρὸς αὐχένα ἐρρωμένον ξυνάπτοντες καὶ βάσιν αὐτῷ διδόντες κόμη τε ἡλιῶσα καὶ ἀνεστηκυῖα νῦν ὑπὸ τοῦ τῆς ὁρμῆς ἐνεργοῦ καὶ χαροπὸν ἱκανῶς δεδορκὸς τὸ ὄμμα ἥ τε ὀφρὺς οὐκ ἀνειμένη, ἀλλʼ ἐν τῷ θυμῷ πᾶσα καὶ ἡ τοῦ προσώπου κατάστασις οὐδὲ ξυγχωροῦσα περὶ κάλλους τι λέγειν διὰ τὸ ἐπιτετάσθαι, ἐσθὴς δὲ λευκὴ ὑπὲρ γόνυ καὶ κρηπὶς ὑπὲρ σφυρὸν ἔρεισμα ἀσφαλὲς τῇ βάσει, χλαμύδα τε κοκκοβαφῆ ὑπὲρ αὐχένος κολπώσας τὸ θηρίον ὑφίσταται. ταυτὶ μέν σοι τὰ τοῦ Οἰνέως, Πηλεὺς δὲ οὗτος προβέβληται φοινικοῦν φᾶρος, μάχαιρα δὲ αὐτῷ ἡ παρʼ Ἡφαίστου ἐν χερσὶν ἐκδεξομένῳ τὴν τοῦ συὸς ὁρμήν, τὸ δὲ ὄμμα ἄτρεπτος καὶ ὀξὺ ὁρῶν καὶ οἷος μηδὲ ὑπερόριον ἆθλον τὸν ἐς Κόλχους σὺν Ἰάσονι δεῖσαι.
墨勒阿革洛斯。 15. 看到一位少女冲入如此浩大的搏斗,抵挡这般凶残而庞大的野猪的冲击,你感到惊异吗?因为你能看到,它的双目如何充血,颈鬃耸立,自那伸出甚长且尖端毫无磨损的獠牙周围泛起厚厚的白沫,其体宽与步幅相当,而这步幅也正由这些绝不逊于公牛的足迹所表明;因为画家并未遗漏这些特征中的任何一点,将它们生动地印刻在画作中。而正在发生的情景已然可怖:野猪扑向这里的安开俄斯的大腿,这位年轻人倒在地上,鲜血如注,大腿被撕裂出极深的伤口;因此,在决战已近在眼前的关头,阿塔兰忒——必须明白这位少女正是她——已将利箭搭在弦上,正准备将其射出。她身着膝盖以上的短袍,双足系着皮便鞋,由于便于行动,手臂直至肩膀完全袒露,袍服在那里由别针扣拢;她天性偏于阳刚的俊美,在这紧要关头愈发显露,因为她并未投出诱人的目光,而是将眼中的光芒全力贯注于眼前事态的沉思中。至于这两位年轻人,则是墨勒阿革洛斯与珀琉斯,画作明确宣告他们正是降伏野猪之人;其中墨勒阿革洛斯以左足前跨支撑身体,稳稳保持住站姿,平端长矛迎击野猪的冲撞。且让我们也描绘一下关于他的情形:这位年轻人筋骨结实,通体紧致;双胫坚实笔直,既能在奔跑中支撑身躯,又在抵挡近身交战时成为良好的护卫;大腿与膝头与下肢协调一致,髋部更是足以让人确信这年轻人绝不会被野猪的猛撞击倒;侧腹深厚,腹无赘肉,胸膛适度凸起,手臂骨节分明,双肩与健硕的颈项相连并为它提供基座;头发如日光般闪耀,此刻因冲势的激烈而倒竖,双目闪烁着充沛的威光,眉宇毫不松懈而全然充满英气,面容的神态甚至因极度紧张而不容人谈论美丑;他身着膝盖以上的白色短袍,脚踝上方的便鞋为步伐提供稳固的支撑,颈后鼓起一件深红色的披风,正严阵以待野兽的冲击。关于俄纽斯之子的情状便是如此;而这边的珀琉斯则向前伸出一领深红色的斗篷,手握来自赫淮斯托斯的利刃迎候野猪的冲击,眼神坚定而目光锐利,宛如一个连随伊阿宋远赴科尔基斯的异国历险也毫不畏惧之人。
- 15ἐς πολὺ ἀνερρωγὼς τοῦ μηροῦ
ἀνερρωγώς 是 ἀναρρήγνυμι 的完成时主动分词,具不及物或被动含义(“被撕裂”)。τοῦ μηροῦ 作为表示受损部位的部分属格,与副词短语 ἐς πολύ(“极深地/大范围地”)共同构成修饰,意指“大腿被深深撕裂了很大一部分”。
- 15οἱ νεανίαι δὲ οὗτοι Μελέαγρος καὶ Πηλεύς ... ὁ μὲν ... ὁ Μελέαγρος
句首的主格短语 οἱ νεανίαι δὲ οὗτοι Μελέαγρος καὶ Πηλεύς 充当悬垂主格(主题提示),在中间穿插了解释性从句后,通过部分同位语 ὁ μὲν ... ὁ Μελέαγρος 承接为后续主句的实际主语,构成长跨度的语序离隔。
- 15ὡς οὐκ ἀνατραπησομένου ὑπὸ τῆς τοῦ συὸς ἐμβολῆς τοῦ νεανίου
由 ὡς 引导的属格独立结构。它紧接前文的 οἷον διδόναι θαρσεῖν(“足以使人确信”),通过 ὡς 标明观赏者心中所产生的主观判断与信心(即“确信这年轻人绝不会被野猪的撞击击倒”),而非单纯叙述客观事实。
