← 小菲洛斯特拉托斯

画象

§16-17

赫拉克勒斯射杀涅索斯与楞诺斯岛上的菲洛克忒忒斯

第16章描绘了赫拉克勒斯在厄厄诺斯河畔开弓射杀企图侵犯得阿涅拉的半人马涅索斯并解救妻儿的场面;第17章则刻画了菲洛克忒忒斯从当年的英勇统帅沦落为在楞诺斯岛遭受水蛇剧毒折磨的凄惨形象及其遭遇始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ΝΕΣΣΟΣ. ις. μὴ δέδιθι, ὦ παῖ, τὸν Εὔηνον ποταμὸν πολλῷ κυμαίνοντα καὶ ὑπὲρ τὰς ὄχθας αἰρόμενον, γέγραπται γάρ, ἀλλὰ μᾶλλον τὰ ἐν αὐτῷ διασκεψώμεθα, ὅπη τε καὶ ὅπως ἔχει τὰ τῆς τέχνης· ἦ γὰρ οὐκ ἐπιστρέφει σε πρὸς ἑαυτὸν ὁ θεῖος Ἡρακλῆς οὕτως ἐμβεβηκὼς μέσῳ τῷ ποταμῷ καὶ πῦρ ἐκλάμπων ἀπὸ τῶν ὀφθαλμῶν τὸν σκοπὸν μετρούντων τόξον τε ἔχων ἐν τῇ λαιᾷ προβεβλημένῃ, ἔτι καὶ τὴν δεξιὰν ἐν τῷ τῆς ἀφέσεως τοῦ βέλους ἔχων σχήματι; ἐς μαζὸν γὰρ αὕτη. τί δʼ ἂν εἴποις περὶ τῆς νευρᾶς; ἆρʼ οὐκ αἰσθάνεσθαι δοκεῖς ἐπηχούσης τῇ τοῦ οἰστοῦ ἀφέσει; ποῦ δὲ οὗτος; ὁρᾷς τὸν ὕστατον ἀνασκιρτῶντα κένταυρον; Νέσσος δέ, οἶμαι, οὗτος διαφυγὼν ἐκ τῆς Φολόης τὴν Ἡρακλείαν μόνος χεῖρα, ὅτʼ ἐπιχειροῦντες ἀδίκως αὐτῷ διέφυγεν οὐδεὶς πλὴν οὗτος. οἴχεται δὲ καὶ οὗτος ἄδικος ἐς αὐτὸν φανείς· πορθμεύοντος γὰρ τοὺς δεομένους τούτου ἐπιστὰς ὁ Ἡρακλῆς ξὺν τῇ γυναικὶ Δηιανείρᾳ καὶ τῷ παιδὶ Ὕλλῳ, ἐπειδὴ ἄπορος ὁ ποταμὸς ἐφαίνετο, τὴν γυναῖκα πορθμεῦσαι παρεγγυᾷ, αὐτὸς δὲ ἐπὶ τοῦ δίφρου ξὺν τῷ παιδὶ ἐχώρει διὰ τοῦ ποταμοῦ, κἀνταῦθα ὁ μὲν κακῶς ἰδὼν τὴν γυναῖκα ἀτόποις ἐπετόλμα τῆς ὄχθης ἐπιβάς, ὁ δὲ βοῆς ἀκούσας ὁ Ἡρακλῆς τοξεύει κατὰ τοῦ Νέσσου. γεγράφαται1 δὲ ἡ μὲν Δηιάνειρα ἐν τῷ τοῦ κινδύνου σχήματι καὶ περιδεὴς ἐς τὸν Ἡρακλέα τὰς χεῖρας τείνουσα, ὁ δὲ Νέσσος ἄρτι τὸν οἰστὸν δεξάμενος καὶ περὶ ἑαυτῷ σφαδάζων οὔπω, δοκεῖν, τὸ ἑαυτοῦ λύθρον ἀπόθετον ἐς Ἡρακλέα τῇ Δηιανείρᾳ δεδωκώς. τὸ δὲ παιδίον ὁ Ὕλλος ἐφέστηκε μὲν τῷ πρώτῳ δίφρῳ κατὰ τῆς ἄντυγος δεθέντων, ὥστε ἀτρεμεῖν, τῶν ἵππων, κροτεῖ δὲ ὑφʼ ἡδονῆς τὰς χεῖρας γέλωτι δοὺς ἃ μήπω ἔρρωται.2

涅索斯。 16. 孩子啊,切莫害怕那翻滚着巨浪、暴涨漫过堤岸的厄厄诺斯河,因为它不过是画出来的;我们倒不如仔细观察其中的景物,看看技艺在何处、以何种方式展现出来。神圣的赫拉克勒斯如此踏入河心,量度目标的双目中喷射出火焰,伸出的左手持弓,右手仍保持着射出利箭的姿态,难道这没有把你的目光吸引向他吗?因为这只手正拉引至胸口。关于那弓弦你又会说些什么呢?你难道不觉得仿佛听到了它在箭矢射出时的嗡鸣回响吗?那么它〔箭矢〕又在何处呢?你看见那在最后端跃起的半人马了吗?我想,这正是涅索斯,在法罗厄唯有他一人逃脱了赫拉克勒斯之手,当时那些无理袭击赫拉克勒斯者,除他之外无一幸免。然而此番他也因对他显露不义而丧命:当时他正为需要渡河者摆渡,赫拉克勒斯带着妻子得阿涅拉和幼子许罗斯来到,因河水看似难以逾越,便将妻子托付与他渡过,自己则乘车带着孩子涉水过河;就在此时,那半人马对那妇人起了邪念,一登岸便敢于施暴,但赫拉克勒斯听到了呼喊声,遂开弓射向涅索斯。画中的得阿涅拉呈现出危难之状,惊恐万分地向赫拉克勒斯伸出双手;而涅索斯刚刚中箭,正在自身周围痛苦挣扎,看来尚未将自己的毒血作为对付赫拉克勒斯的暗算之物赠予得阿涅拉。至于幼童许罗斯,他站在前面的战车上,马匹已被拴在车栏上以使其保持安稳,他因喜悦而拍击双手,以尚未长成的微弱力气发出欢笑。

§17

ΦΙΛΟΚΤΗΤΗΣ. ιζ. ὁ μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι καὶ τοὺς ἐκ Μελιβοίας ἐπὶ Τροίαν ἀνάγων τιμωροὺς Μενελάῳ κατὰ τοῦ Φρυγὸς Φιλοκτήτης ὁ τοῦ Ποίαντος γενναῖός που κἀναφέρων ἐς τὴν ὑφʼ Ἡρακλεῖ τροφήν, θεράπων ʽγὰρʼ δὴ γενέσθαι τῷ Ἡρακλεῖ ὁ Φιλοκτήτης ἐκ νηπίου, ὅτε καὶ φορεὺς εἶναί οἱ τῶν τόξων, ἃ δὴ καὶ ὕστερον μισθὸν λαβεῖν παρʼ αὐτοῦ τῆς ἐς τὴν πυρὰν ὑπουργίας — ὁ δὲ νῦν ἐνταῦθα3 ξυμπεπτωκότι διὰ τὴν νόσον τῷ προσώπῳ ξυννεφῆ ὀφρὺν ἐπὶ τὼ ὀφθαλμὼ ἐφέλκων κάτω που καὶ ἐν βάθει ὄντας καὶ ἀμενηνὸν ὁρῶντας, κόμην τε καὶ αὐχμοῦ πλήρη δεικνὺς καὶ τὴν γενειάδα ὑπανεστηκὼς καὶ φρίττων καὶ ῥάκια αὐτός τε ἀμπισχόμενος καὶ τὸν ταρσὸν καλύπτων τοιόνδε, ὦ παῖ, δίδωσι λόγον· ἀναπλέοντες ἐς Τροίαν οἱ Ἀχαιοὶ καὶ προσχόντες ταῖς νήσοις ἐμαστεύοντο τὸν τῆς Χρύσης βωμόν, ὃν Ἰάσων ποτὲ ἱδρύσατο, ὅτε ἐς Κόλχους ἔπλει, Φιλοκτήτης τε ἐκ τῆς ʽτῶνʼ ξὺν Ἡρακλεῖ μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, ὁ δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται,4 διαβόρῳ φησὶ Σοφοκλῆς καταστάζων ἰῷ τὸν πόδα...

菲洛克忒忒斯。 17. 昔日曾统领全军、率领来自墨利博亚的军队远征特洛伊以协助墨涅拉俄斯向弗里吉亚人复仇的珀阿斯之子菲洛克忒忒斯,想必英气勃发,令人忆起他在赫拉克勒斯身旁的教养——因为菲洛克忒忒斯自幼便成为赫拉克勒斯的侍从,当时他也是其弓矢的执掌者,后来更因在柴堆前的相助而自他那里获得了这副弓矢作为酬劳——;然而如今身在此处的他,面容因病痛而憔悴塌陷,阴郁的眉毛低垂在深陷且目光虚弱的双目之上,露出一头满是污垢的乱发,胡须倒竖并在战栗中颤抖,自身披裹着破布烂衫,包裹着脚掌,孩子啊,他道出了这样的陈述:阿开奥斯人扬帆前往特洛伊,在岛屿停泊时搜寻克律塞的祭坛,那是伊阿宋当年航往科尔基斯时所设立的;菲洛克忒忒斯凭借与赫拉克勒斯同行的记忆为寻找者指明祭坛,当水蛇将毒液渗入他双足之一后,阿开奥斯人扬帆驶向特洛伊,而他却倒卧在这楞诺斯岛上,正如索福克勒斯所说,“任由噬人的毒液从足部滴沥”……

语法注4 条
  1. 16γεγράφαται

    完成时被动语态第三人称复数形式(相当于 γεγραμμένοι εἰσί 的古式及伊奥尼亚方言形式)。该复数动词统摄随后由 μὲν...δέ 小品词引导的两个单数并列主语(ἡ μὲν Δηιάνειρα ... ὁ δὲ Νέσσος),构成部分同位结构。

  2. 16γέλωτι δοὺς ἃ μήπω ἔρρωται

    直译为“将尚不强健的部分付诸欢笑”。这是一种习语性表达,生动刻画幼童许罗斯以其尚未成熟发育、稚嫩孱弱的身躯全身心地发出孩童无拘无束的笑声。

  3. 17ὁ μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι ... ὁ δὲ νῦν ἐνταῦθα

    第17章开篇长句的核心骨架,由 ὁ μὲν 与 ὁ δὲ 构成鲜明对照,对比昔日统率大军远征特洛伊的英武名将菲洛克忒忒斯(ὁ μὲν...)与如今饱受病痛折磨的菲洛克忒忒斯(ὁ δὲ...)。前半句穿插了若干说明性的不定式从句(θεράπων γενέσθαι 等),后半句以 ὁ δὲ νῦν 统领一系列分词,最终归结到主句谓语动词 δίδωσι λόγον。

  4. 17Φιλοκτήτης τε ἐκ τῆς τῶν ξὺν Ἡρακλεῖ μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, ὁ δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται

    破格句(悬垂主格 / anacoluthon)。句中的“Φιλοκτήτης τε ... δεικνύς”最初作为与前文“ἀναπλέοντες οἱ Ἀχαιοί”平行的主格分词引出,但在插入独立属格从句“ἐγχρίψαντος ... τοῦ ὕδρου”之后,句式并未为菲洛克忒忒斯配置直接的限定动词,而是断裂并转入“οἱ μὲν ... στέλλονται, ὁ δὲ ... κεῖται”的双重对立主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:16-17