- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:13-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第13篇描绘了诗人索福克勒斯在蜜蜂与阿斯克勒庇俄斯相伴下接受墨尔波墨涅赠礼的情景,第14篇则刻画了受阿波罗求爱的少年许阿铿托斯,以及西风神与铁饼所预示的悲剧结局。
ΣΟΦΟΚΛΗΣ. ιγ. τί δὴ μέλλεις, ὦ θεῖε Σοφόκλεις, τὰ τῆς Μελπομένης δέχεσθαι δῶρα; τί δʼ ἐς γῆν ὁρᾷς; ὡς ἔγωγʼ οὐκ οἶδα, εἴτε ἀθροίζων ἐννοίας ἤδη, εἴθʼ ὑπὸ τῆς πρὸς τὴν θεὸν ἐκπλήξεως. ἀλλὰ θάρσει, ὦ ʼγαθέ, καὶ δέχου τὰ διδόμενα. ἀπόβλητα γὰρ οὐκ εἶναι τὰ θεῶν δῶρα οἶσθά που ἐξ ἑνὸς τῶν Καλλιόπης θιασωτῶν ἀκούσας. ὁρᾷς γὰρ καὶ τὰς μελίττας, ὡς ὑπερπέτονταί σου καὶ βομβοῦσιν ἡδύ τι καὶ θεῖον ἐπιλείβουσαι σταγόνας ἀπορρήτους τῆς οἰκείας δρόσου· τουτὶ γὰρ καὶ τῆς σῆς ποιήσεως διαφύσεται παντὸς μᾶλλον.1 ἦ πού τις καὶ ἀναφθέγξεται μικρὸν ὕστερον ἐπὶ σοὶ Μουσῶν εὐκόλων ἀνθρήνιον λέγων καὶ δεδοικέναι τῳ παρεγγυήσει, μή πη λάθῃ τις ἐκπτᾶσα τοῦ σοῦ στόματος μέλιττα καὶ τὸ κέντρον ἀφυλάκτως ἐγχρίσασα. ὁρᾷς δέ που καὶ τὴν θεὸν αὐτὴν τὸ μὲν ὑψήγορον καὶ ἐπηρμένον τῆς γνώμης ἀπόθετον ἔχουσαν ἐς σὲ νῦν καὶ μειδιάματι εὐμενεῖ τὸ δῶρον μετροῦσαν. Ἀσκληπιὸς δέ, οἶμαι, οὗτος ἐγγὺς παιᾶνα που παρεγγυῶν γράφειν καὶ κλυτομήτης οὐκ ἀπαξιῶν παρὰ σοῦ ἀκοῦσαι βλέμμα τε αὐτοῦ πρὸς σὲ φαιδρότητι μεμιγμένον τὰς μικρὸν ὕστερον ἐπιξενώσεις αἰνίττεται.
索福克勒斯。 13. 神圣的索福克勒斯啊,你为何迟疑于接受墨尔波墨涅的赠礼?你为何垂目看地?据我看来,我不知你究竟已是在凝聚思绪,还是因面对女神而满怀敬畏。但是鼓起勇气吧,善良的人,接受所赐之物。因为你从卡利俄佩的一位信徒那里听说过,深知诸神的赠礼绝非弃物。你还看见那些蜜蜂,如何在你的头顶盘旋,发出甜美而神圣的嗡嗡之声,滴下它们固有的秘露水滴;因为这秘露将胜过一切,深深融入你的诗篇。不久之后必定有人会为你发出赞叹,称你为“温厚缪斯的蜂房”,并告诫众人应当警惕,唯恐哪只蜜蜂自你口中飞出,不经意间刺入蜂针。想必你也看到女神自身,此刻已为你收敛了平日的高拔崇严,带着亲切的微笑将礼物量授于你。我想,身旁这位大概是阿斯克勒庇俄斯,他正催促你写下一首赞神歌,并乐于听到你称他为“智谋显赫之人”;他望向你时杂糅着欢悦的目光,预示着不久后宾主相待的佳话。
ΥΑΚΙΝΘΟΣ. ιδ. πυθώμεθα τοῦ μειρακίου, ὦ παιδίον, τίς τε αὐτὸς εἴη καὶ τίς ἡ αἰτία τῆς Ἀπόλλωνος αὐτῷ παρουσίας, θαρσήσει γὰρ ἡμᾶς γοῦν προσβλέψαι. οὐκοῦν ὁ μὲν Ὑάκινθος εἶναί φησιν ὁ Οἰβάλου, μαθόντας δὲ τοῦτο χρὴ λοιπὸν καὶ τὴν αἰτίαν τῆς τοῦ θεοῦ παρουσίας γιγνώσκειν· ἐρῶν ὁ τῆς Λητοῦς τοῦ μειρακίου2 πάντα δώσειν αὐτῷ φησιν, ὅσα ἔχει, τὸ ξυνεῖναί οἱ προσεμένῳ,3 τοξείαν τε γὰρ καὶ μουσικὴν διδάξειν καὶ μαντικῆς ἐπαίειν καὶ λύρας μὴ ἀπῳδὸν εἶναι καὶ τοῖς ἀμφὶ παλαίστραν ἐπιστήσειν, δώσειν δὲ ὑπὲρ κύκνων αὐτὸν ὀχούμενον περιπολεῖν χωρία, ὅσα Ἀπόλλωνος φίλα. ταυτὶ μὲν ὁ θεός, γέγραπται δὲ ἀκειρεκόμης μέν, τὸ εἰωθός, φαιδρὰν δὲ ὀφρὺν ὑπὲρ ὀφθαλμῶν ἐγείρων, ὧν ἀκτῖνες οἷον ἐκλάμπουσι, καὶ μειδιάματι ἡδεῖ τὸν Ὑάκινθον θαρσύνων προτείνων τε τὴν δεξιὰν ἐπὶ τῇ αὐτῇ αἰτίᾳ. τὸ μειράκιον δὲ ἐς γῆν μὲν ἀτενὲς ὁρᾷ, πολλὴ δὲ ἡ τῶν ὀφθαλμῶν ἔννοια, γάνυταί τε γὰρ ἐφʼ οἷς ἀκούει, καὶ τὸ θάρσος ἔτι μέλλον αἰδοῖ μίγνυσιν. ἕστηκε δὲ τὰ μὲν ἀριστερὰ τοῦ σώματος ἁλιπορφύρῳ χλανίδι καλύπτων, ἃ δὴ καὶ ὑπέσταλται, ἀκοντίῳ δὲ τὴν δεξιὰν ἐπερείδει ἐκκειμένῳ τῷ γλουτῷ καὶ τῇ πλευρᾷ διορωμένῃ, βραχίων τε οὑτοσὶ γυμνὸς δίδωσιν ἡμῖν καὶ τὰ μὴ ὁρώμενα ἐλέγχειν. σφυρὸν μὲν αὐτῷ κοῦφον ἐπʼ εὐθείᾳ τῇ κνήμῃ καὶ ἐπιγουνὶς αὕτη ἐλαφρὰ ὑπὲρ κνήμης μηροί τε ἀπέριττοι καὶ ἰσχίον ἀνέχον τὸ λοιπὸν σῶμα πλευρά τε εὔπνουν ἀποτορνεύουσα τὸ στέρνον καὶ βραχίων ξὺν ἁπαλότητι σφριγῶν καὶ αὐχὴν ἀνεστηκὼς τὸ μέτριον ἡ κόμη τε οὐκ ἄγροικος, οὐδὲ ἐν αὐχμῷ ἀνεστηκυῖα, ἀλλʼ ἐπικρεμαμένη τῷ μετώπῳ, ξυναπονεύουσα δὲ ταῖς τοῦ ἰούλου ἀρχαῖς. ὁ δʼ ἐν ποσὶ δίσκος ἔχων καὶ σκοτεινόν τι περὶ ἑαυτὸν Ἔρως τε καθορῶν φαιδρὸς ἅμα καὶ κατηφής, καὶ Ζέφυρος ἐκ περιωπῆς ἄγριον ὑποφαίνων τὸ ὄμμα αἰνίττεται ὁ ζωγράφος τὴν ἀπώλειαν τοῦ μειρακίου, δισκεύοντι δὲ τῷ Ἀπόλλωνι πλάγιος ἐμπνεύσας ἐμβαλεῖ τῷ Ὑακίνθῳ τὸν δίσκον.
许阿铿托斯。 14. 孩子啊,我们来问问这少年他是谁,以及阿波罗在他身边的缘由;因为他至少会鼓起勇气看我们一眼。那么,他说自己是俄巴罗斯之子许阿铿托斯;知晓了这一点,接下来便该探究神明临在的缘由了。勒托之子钟情于这位少年,声称若他肯接纳并与自己相伴,便会将自己拥有的一切赐予他:教授他射艺与音乐,使他通晓占卜,不疏于琴艺,执掌竞技之所,并准许他乘着天鹅巡游所有阿波罗钟爱的地方。关于神明的事便是如此。他照例被描绘成长发未剪的模样,在仿佛射出光芒的双眸之上扬起明朗的眉毛,以甜美的微笑给许阿铿托斯以勇气,并出于同样的缘由伸出右手。而这少年正凝神注视地面,双眸中满是沉思:因为他既为所听之言而欢喜,又将尚显迟疑的勇气混杂以羞赧。他站立着,用一件海紫色的披风遮蔽身体左侧,这部分确已收拢,而他的右手倚着标枪,臀部向外凸起,侧腹毕现;这裸露的手臂让我们得以推求那些未被看见的部位。他笔直的小腿上有着轻巧的脚踝,小腿上方是轻捷的膝骨,大腿毫无赘肉,臀髋支撑着其余的身体,侧腹勾勒出利于呼吸的胸膛,手臂饱满而柔嫩,颈项适度挺拔;他的头发既不粗野,亦非蓬乱污秽,而是垂悬于额前,与初生的短髭相接。至于脚下的铁饼隐隐带着一丝阴郁,爱神垂顾时既明朗又显忧悒,西风神自高处窥视露出凶残的目光——画家以此隐喻少年的毁灭;因为当阿波罗掷铁饼时,西风神将侧向猛吹,将铁饼砸向许阿铿托斯。
- 13τουτὶ γὰρ καὶ τῆς σῆς ποιήσεως διαφύσεται παντὸς μᾶλλον
动词 διαφύσεται(διαφύομαι 的将来时,意为“穿透生长”、“渗透”)支配属格 τῆς σῆς ποιήσεως,在此构成比喻,意指这种特质将“贯穿并融入你的诗作之中”。主语 τουτί 指代前文蜜蜂所倾洒的甘露。
- 14ὁ δʼ ἐν ποσὶ δίσκος ἔχων καὶ σκοτεινόν τι περὶ ἑαυτὸν Ἔρως τε καθορῶν φαιδρὸς ἅμα καὶ κατηφής, καὶ Ζέφυρος ἐκ περιωπῆς ἄγριον ὑποφαίνων τὸ ὄμμα αἰνίττεται ὁ ζωγράφος τὴν ἀπώλειαν τοῦ μειρακίου
破格构文(悬垂主格 nominativus pendens)。句子起始处并列了一系列描述画面诸要素的主格短语(ὁ δʼ ἐν ποσὶ δίσκος... Ἔρως τε... καὶ Ζέφυρος...),但随后句式结构突转,引入了新的主语 ὁ ζωγράφος(“画家以此隐喻少年的毁灭”),使前述主格悬置。
- 14τὸ ξυνεῖναί οἱ προσεμένῳ
表示条件的充当与格的分词短语。与格分词 προσεμένῳ(προσίεμαι 的间接被动态/中动态不定过去时分词,意为“接纳”、“容许”)在间接引语中与与格对象 αὐτῷ相一致,并以冠词加不定式短语 τὸ ξυνεῖναί οἱ(“与他[阿波罗]同在”)作宾语,意为“如果他答应与其相伴”。
