← 小菲洛斯特拉托斯

画象

§12

赫拉克勒斯解救赫西俄涅

叙述者描绘了赫拉克勒斯自愿迎战凶暴海兽、挺弓搭箭搭救被缚于岩石上的拉俄墨冬之女赫西俄涅的场景,并细致刻画了海兽的可怖形态以及城墙上惊恐祈祷的特洛伊民众。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ΗΣΙΟΝΗ. ιβ. ταυτὶ μὲν οὐδʼ ἐπιτάττοντος, οἶμαί, τινος ὁ γενναῖος Ἡρακλῆς μοχθεῖ, οὐδʼ ἔστιν εἰπεῖν, ὡς Εὐρυσθεὺς διʼ ὄχλου νῦν αὐτῷ, δεσπόζειν δὲ τὴν ἀρετὴν ἑαυτοῦ τάξας ἐθελουσίους ἄθλους ὑπομένει, ἢ τί μαθὼν φοβερὸν οὕτω κῆτος ὑφίσταται;1 ὁρᾷς γάρ, ὁπόσοι μὲν αὐτῷ οἱ ὀφθαλμοὶ κυκλοτερεῖς ταυρείαν τὴν ὄψιν ἀποτορνεύοντες καὶ δεινῶς δεδορκότες ἐπισκύνιόν τε ὀφρύων ἀκανθῶδες καὶ ἄγριον ἐφʼ ἑαυτοὺς ἕλκοντες, ὅπως δὲ ὀξεῖα ἡ τοῦ στόματος ἐκβολὴ καρχάρους καὶ τριστοίχους ὀδόντας ἐκφαίνουσα, ὧν οἱ μὲν ἀγκιστρώδεις καὶ ἀνεστραμμένοι κατέχειν τὰ ληφθέντα,2 οἱ δὲ ὀξεῖς τὴν αἰχμὴν καὶ ἐς πολὺ ἀνεστῶτες, ὅση δὲ ἡ κεφαλὴ σκολιοῦ καὶ ὑγροῦ τοῦ αὐχένος ἐξιοῦσα. μέγεθος δὲ ἄπιστον μὲν εἰπεῖν ἐν μικρῷ, ἡ δὲ ὄψις νικᾷ τοὺς ἀπιστοῦντας. ἐκκυρτουμένου γὰρ οὐχ ἅπαξ, ἀλλὰ κατὰ πολλὰ μέρη τοῦ κήτους τὰ μὲν ὕφαλα διαφαίνεται τὸ ἀκριβὲς τῆς ὄψεως κλέπτοντα τῷ βάθει, τὰ δὲ ἀνίσχει νησῖδες ἂν τοῖς ἀπειροθαλάττοις δόξαντα. ἀτρεμοῦντι προσετύχομεν τῷ κήτει, κινούμενον δὲ νυνὶ σφοδροτάτῃ ῥύμῃ πολὺν ἐγείρει ῥοθίου κτύπον ἐν γαλήνῃ καὶ ταῦτα, καὶ κλύδων οὗτος ὑπὸ τῆς ἐμβολῆς αὐτοῦ διανιστάμενος ὁ μὲν περὶ τοῖς ἐκφαινομένοις μέρεσι κυμαίνει περικλύζων αὐτὰ καὶ διαλευκαίνων κάτωθεν, ὁ δὲ τῆς ᾐόνος μέρος βέβληκεν ἥ τε τῶν οὐραίων ἀνάκλασις ἐπὶ πολὺ τὴν θάλατταν ἐς ὕψος ἀναρριπτούντων ἱστία νεὼς ἂν ἀπεικασθείη ποικίλως προσαυγάζοντα. ἀλλʼ οὐκ ἐκπλήττεται ταῦτα ὁ θεσπέσιος οὗτος, ἀλλʼ ἡ μὲν λεοντῆ καὶ τὸ ῥόπαλον ἐν ποσὶν αὐτῷ ἕτοιμα πρὸς τὴν χρείαν, εἰ τούτων δεήσειεν, ἕστηκε δὲ γυμνὸς ἐν προβολῇ, τὸν μὲν ἀριστερὸν προτείνας πόδα ὄχημα εἶναι τῷ παντὶ σώματι μεθισταμένῳ πρὸς τὸ τῆς κινήσεως ὀξύρροπον, καὶ τῆς πλευρᾶς δὲ τῆς ἀριστερᾶς ἅμα τῇ χειρὶ προεκκειμένης πρὸς τὴν ἐπίτασιν τοῦ τόξου τὰ δεξιὰ ὑπέσταλται τῆς δεξιᾶς χειρὸς πρὸς τὸν μαστὸν τὴν νευρὰν ἑλκούσης. τὴν δʼ αἰτίαν, ὦ παῖ, μὴ ζητῶμεν τούτων, ἡ γὰρ τῶν πετρῶν ἀνημμένη3 κόρη πρόκειται τῷ κήτει βορά, Ἡσιόνην δʼ αὐτὴν Λαομέδοντος παῖδα νομίζωμεν. ποῖ δὲ οὗτος; ἔσω, μοι δοκεῖν, τοῦ τῆς πόλεως τείχους ἐν περιωπῇ τῶν πραττομένων. ὁρᾷς γὰρ πόλεως κύκλον καὶ τὰς ἐπάλξεις ἀνθρώπων μεστὰς καὶ ὡς ἀνατετάκασιν ἐς οὐρανὸν εὐχόμενοι τὰς χεῖρας τάχα που δεδοικότες ὑπʼ ἐκπλήξεως περιττῆς, μὴ καὶ προσβάλλοι τῷ τείχει τὸ κῆτος, ἐπειδὴ ὡς χερσεῦσον ὥρμηκε.4 τὸ δὲ τῆς κόρης κάλλος ὁ καιρὸς ἐφερμηνεύειν ἐπʼ ἀκριβὲς οὐκ ἐᾷ, τὸ γὰρ περὶ τῇ ψυχῇ δέος καὶ ὁ ἐπὶ τοῖς ὁρωμένοις ἀγὼν ἀπομαραίνει μὲν τὸ τῆς ὥρας ἄνθος, δίδωσι δʼ ὅμως τοῖς ὁρῶσιν ἐκ τῶν παρόντων τὸ ἐντελὲς στοχάσασθαι.

赫西俄涅。 12. 我想,高贵的赫拉克勒斯绝非奉任何人之命而承受这番劳苦,也不能说欧律斯透斯此刻正在烦扰他;他乃是以自身的德性为主宰,甘愿承受自愿的劳役。否则,他究竟是出于何种念头才挺身对抗如此可怕的海兽?因为你看得见,它的双眼何其巨大圆滚,呈显出如公牛般凶悍的目光,可怕地怒视着,将眉间荆棘般粗糙的皮肤拉向自身;又看得见它的巨口张开得何其险峻,露出了三排锯齿状的利齿,其中一些呈钩状向内弯曲以牢牢扣住所捕之物,另一些则尖锐锋利、高高挺立;你还能看见那从弯曲柔软的脖颈上伸出的头颅是何等庞大。要在三言两语中描述其庞大体魄诚然令人难以置信,但眼前的景象足以征服不信之人。盖因这头海兽不仅隆起一处,而是多处身段接连拱起,潜于水下的部分隐约透现,却借着水深掩盖了其准确的面貌,而露出水面的部分在不谙海事者看来宛若座座小岛。我们初遇这头海兽时它本是静止的,如今却以极猛烈的势头游动,即便在风平浪静之时也掀起了巨大的浪涛轰鸣;由于它的冲撞而涌起的这道巨浪,一部分翻卷在海兽露出的身段周围,冲刷着它们并使其从下方泛出白沫,另一部分则拍击着海岸;而它猛烈甩动尾部将海水高高卷向天空的姿态,恰似船帆在变幻的光影中闪耀。然而这位神人并未被这些景象所吓退:狮皮与木棒就在他的脚边,以备不时之需,但他赤身摆出对敌的架势站立着,将左脚向前迈出,作为整个身体因动作急骤倾移时的支柱;当他的左胁与左臂一同向前伸出以拉满弓弦时,右侧身躯则向后收缩,因为右手正将弓弦拉至胸前。孩子啊,我们不必追问这一切的缘由:因为那被缚于岩石上的少女正被作为海兽的食粮呈献,我们就认定她是拉俄墨冬之女赫西俄涅吧。那么他〔拉俄墨冬〕身在何处?依我看,他正在城墙之内,凭高观察着正在发生的一切。因为你看见城池的轮廓,看到女墙上站满了人群,以及他们如何祈祷着向天伸出双手,大概是因极度的恐惧而害怕海兽甚至会冲击城墙,因为它正如同要冲上陆地一般疾驰而来。然而危急的时刻不容人精确描述少女的美貌,因为关乎性命的恐惧以及对眼前景象的惊骇虽使她青春的花朵枯萎,但依然容许观赏者从眼前的姿容推想其全然的完美。

语法注4 条
  1. 12ἢ τί μαθὼν φοβερὸν οὕτω κῆτος ὑφίσταται;

    短语 τί μαθών 是一个习语结构,意为“究竟出于何种念头/缘由”,使用了动词 μανθάνω 的第二不定过去时主动分词主格阳性单数。它与直陈式主动词 ὑφίσταται 连用,构成反问,修辞性地强调赫拉克勒斯若非出于自愿践行德性,断无理由挺身面对如此凶残的怪物。

  2. 12ὧν οἱ μὲν ἀγκιστρώδεις καὶ ἀνεστραμμένοι κατέχειν τὰ ληφθέντα

    不定式 κατέχειν 紧跟在形容词 ἀγκιστρώδεις 和完成时被动分词 ἀνεστραμμένοι 之后,用作表示目的或结果的说明性/副词性不定式(“钩曲回转以便牢牢锁住”)。该分句省略了系动词 εἰσί,形容词和分词作为主语 οἱ μέν 的表语。

  3. 12τῶν πετρῶν ἀνημμένη

    完成时被动分词 ἀνημμένη(源自动词 ἀνάπτω,“系上、捆绑”)支配属格 τῶν πετρῶν。这属于与复合动词前缀 ἀνα- 相关的接触/悬挂属格(或表示附着支点的出发点属格),意为“系在岩石上/悬缚于岩石上”。

  4. 12ὡς χερσεῦσον ὥρμηκε

    小词 ὡς 与未来时主动分词 χερσεῦσον(动词 χερσεύω“登岸、上陆”的中性单数主格)结合,表示观者或城中恐慌民众眼中的主观意图或表象特征(“仿佛企图登岸一般”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:12