← 小菲洛斯特拉托斯

画象

§11

阿尔戈号的逃离与埃厄忒斯的追击

解说者描绘了阿尔戈号上载着美狄亚、伊阿宋、俄耳甫斯以及沉睡巨龙的景象,以及埃厄忒斯乘着四马战车怒气冲冲疾驰追击的逼真场面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ΑΡΓΩ Η ΑΙΗΤΗΣ. ια. ἡ διεκπαίουσα τοῦ ποταμοῦ ναῦς1 ὑπὸ πολλῷ τῷ ῥοθίῳ τῆς εἰρεσίας κόρη τέ τις αὕτη ἐπὶ τῆς πρύμνης ὁπλίτου πλησίον καὶ ὁ ἐμμελὲς προσάδων τοῖς τῆς κιθάρας κρούμασι ξὺν ὀρθῇ τιάρᾳ ὅ τε ὑπὲρ τῆς ἱερᾶς ἐκείνης φηγοῦ δράκων πολλῷ σπειράματι κεχυμένος καὶ τὴν κεφαλὴν ἐς τὴν γῆν νεύων ὕπνῳ βρίθουσαν τὸν ποταμὸν μὲν Φᾶσιν γίγνωσκε, Μήδειαν δὲ ταύτην, ὁ δʼ ἐπὶ τῆς πρύμνης ὁπλίτης Ἰάσων ἂν εἴη, κιθάραν δὲ καὶ τιάραν ὁρῶντας καὶ τὸν δὴ ἀμφοῖν κοσμούμενον Ὀρφεὺς ὕπεισιν ἡμᾶς ὁ τῆς Καλλιόπης. μετὰ γὰρ τὸν ἐπὶ τοῖς ταύροις ἆθλον θέλξασα ἐς ὕπνον τὸν δράκοντα τοῦτον ἡ Μήδεια σεσύληται μὲν τὸ χρυσόμαλλον τοῦ κριοῦ νάκος,2 φυγῇ δὲ ἵενται λοιπὸν οἱ τῆς Ἀργοῦς πλωτῆρες, ἐπειδὴ ἀνάπυστα τοῖς Κόλχοις καὶ τῷ Αἰήτῃ τὰ τῆς κόρης. καὶ τὰ μὲν τῶν τῆς Ἀργοῦς ναυβατῶν τί ἄν σοι λέγοιμι; ὁρᾷς γὰρ βραχίονας μὲν ἐξῳδηκότας αὐτοῖς ὑπὸ τοῦ ἐς τὴν εἰρεσίαν ξυντόνου, τὰ δὲ πρόσωπα οἷα γένοιτʼ ἂν ἑαυτοὺς σπερχόντων, τὸ δὲ τοῦ ποταμοῦ κλυδώνιον ὑπερκαχλάζον τοῦ τῆς νεὼς ἐμβόλου καταφερομένης σὺν πολλῇ τῇ ῥύμῃ τάχους δεῖγμα. ἡ κόρη δὲ ἀμήχανόν τινα νοῦν δείκνυσιν ἐκ τοῦ προσώπου, ὄμμα μὲν γὰρ αὐτῇ δεδακρυμένον ἐς γῆν ὁρᾷ, περίφοβος δέ ἐστιν ὑπʼ ἐννοίας ὧν δέδρακε, καὶ λογισμοῦ τῶν μελλόντων πλήρης, αὐτή τε πρὸς ἑαυτὴν ἀνακυκλεῖν δοκεῖ μοι τὰς ἐννοίας διορῶσα τῇ ψυχῇ ἕκαστα καὶ πεπηγυῖα τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὰ τῆς ψυχῆς ἀπόρρητα. Ἰάσων δὲ αὐτῇ πλησίον ξὺν ὅπλοις ἕτοιμος ἐς ἄμυναν. ὁδὶ δὲ τὸ ἐνδόσιμον τοῖς ἐρέταις ᾅδει, ὕμνους, μοι δοκεῖν, ἀνακρουόμενος θεοῖς τοὺς μὲν χαριστηρίους, ἐφʼ οἷς κατωρθώκασι, τοὺς δὲ ἐς ἱκεσίαν τείνοντας, ἐφʼ οἷς δεδοίκασιν. ὁρᾷς δὲ καὶ τὸν Αἰήτην ἐπὶ τετρώρου μέγαν τε καὶ ὅπλα μὲν ἐνδεδυκότα ἀρήια γίγαντος, οἶμαί, τινος, τὸ γὰρ ὑπὲρ ἄνθρωπον τοῦθʼ ἡγεῖσθαι δίδωσι, θυμοῦ δὲ τὸ πρόσωπον πλήρη καὶ μόνον οὐ πῦρ ἐξιέντα τῶν ὀφθαλμῶν λαμπάδιόν τε τῇ δεξιᾷ αἰωροῦντα, ἐμπρήσειν γὰρ αὐτοῖς πλωτῆρσι3 τὴν Ἀργώ, τὸ δόρυ δὲ αὐτῷ ὑπὲρ τὴν ἄντυγα τοῦ δίφρου πρόχειρον ἵσταται. τί δὴ ποθεῖς τῶν γεγραμμένων ʽἔτἰ; ἢ τὸ τῶν ἵππων; μυκτῆρες μὲν ἀναπεπταμένοι τούτοις καὶ ἀνεστηκὼς αὐχὴν βολαί τε ὀφθαλμῶν ἕτοιμοι ἄλλως τε καὶ ἐνεργοὶ νῦν οὖσαι, δίδωσι γὰρ τουτὶ θεωρεῖν ἡ γραφή, τὸ δὲ ἆσθμα ἐξαιματτομένων ἐς τὸν δρόμον τῇ μάστιγι ὑπὸ τοῦ Ἀψύρτου, παραβατεῖν γὰρ τοῦτόν φασι τῷ Αἰήτῃ, ὑπὸ παντὸς ἑλκόμενον τοῦ στέρνου καὶ ἡ τῶν τροχῶν δίνη μόνον οὐ προσβαλοῦσα τῷ ἁρματείῳ σύρματι τὰς ἀκοὰς τὸ τάχος δίδωσι γιγνώσκειν. ἡ γὰρ διανισταμένη κόνις καὶ ἵδρωσις ἐπανθοῦσα τοῖς ἵπποις ἀμυδρὰν τῆς χρόας ποιεῖ τὴν διάσκεψιν.

阿尔戈号或埃厄忒斯。 11. 那艘在桨击的汹涌浪花中穿破江流的船只,这名在船尾靠近重装步兵的少女,那位头戴直立便帽、伴着竖琴拨弄之声调谐歌唱的男子,以及盘绕着粗大身躯趴在那株圣橡树上、因沉睡而将头颅垂向地面的巨龙——当知这条河流便是法西斯河,而此少女正是美狄亚;船尾的重装步兵当是伊阿宋;当我们看到竖琴与便帽以及集二者于一身的人时,卡利俄珀之子俄耳甫斯便浮现在我们心头。盖因在降服公牛的较量之后,美狄亚用巫术诱使这条巨龙入睡,夺得了公羊的金羊毛,如今阿尔戈号的水手们正急速逃亡,因为这少女的所作所为已被科尔喀斯人及埃厄忒斯察知。关于阿尔戈号上的水手们,我何须向你多言?因为你看见他们的手臂因拼力划桨而筋脉隆起,他们的面容恰似催迫自己疾行之人的神态,而当船身带着巨大的冲力顺流疾驰时,在冲角上方翻滚沸腾的江水正昭示着其神速。少女的面容显露出某种进退维谷的神思:她含泪的目光注视着地面,因想起自己的所作所为而惊恐万分,满心盘算着未来的祸福;依我看,她正独自反复思量,在心中审视着每一件事,将目光凝注于灵魂深处隐秘的思绪中。伊阿宋手持武器伫立在她身旁,随时准备御敌。这位男子正为划桨手们唱出节拍,依我看来,他正弹奏起献给诸神的颂歌,一部分是为了已经成就的大功而献上谢意,另一部分则是为了所畏惧的凶险而倾心祈求。你亦可见埃厄忒斯乘着四马战车,身躯高大,披挂着我猜想是某位巨人的战甲——因为他那超乎常人的体魄让人作此推想——他的面容充满怒火,眼中几乎喷出烈焰,右手挥舞着火把,企图连同水手将阿尔戈号付之一炬;他的长矛就架在车厢围栏之上,触手可及。在画中所绘之物中,你还想了解什么呢?是那些战马吗?它们的鼻孔张开,脖颈高昂,目光敏锐,此刻尤其炯炯有神——盖因画面容许人们观赏到这些细节——在阿普绪耳托斯(据说他作为副手立于埃厄忒斯身旁)以皮鞭抽打出血痕以催促其飞驰之下,战马从整个胸膛中扯出的粗喘,以及车轮飞转伴随着战车的轰鸣几乎震击耳膜,无不昭示着其飞驰的神速。盖因扬起的尘土与战马身上渗出的汗水,使得人们难以辨清它们的毛色。

语法注3 条
  1. 11ἡ διεκπαίουσα τοῦ ποταμοῦ ναῦς

    开头的这一连串主格名词短语('ἡ διεκπαίουσα... ναῦς... κόρη τέ τις... ὁ... προσᾴδων... ὅ τε... δράκων')属于悬空主格(nominativus pendens)或引起注意的列举成分,出现在后续的主动词('γίγνωσκε', 'ἂν εἴη', 'ὕπεισιν')之前。它们并不构成严格一致的单一主谓结构,而是通过破格语法(anacoluthon)先罗列出画面中的主要景物,随后逐一赋予其身份界定。

  2. 11σεσύληται μὲν τὸ χρυσόμαλλον τοῦ κριοῦ νάκος

    动词'σεσύληται'当解释为主格主语美狄亚('ἡ Μήδεια')的完成时中间态,支配宾格补足语'τὸ χρυσόμαλλον τοῦ κριοῦ νάκος',意为“(为自己)夺取了金羊毛”。虽然该形态在形态学上亦可为被动语态,但因与前面的主格主动分词'θέλξασα'(女性单数主格)主语一致,显然应作关涉自身的中间态理解。

  3. 11αὐτοῖς πλωτῆρσι

    短语'αὐτοῖς πλωτῆρσι'带有代词'αὐτός'的与格,是表示伴随的惯用与格(即所谓“连同……一起”的社会性格/伴随与格,sociative dative),意指“连同水手们一起将阿尔戈号付之一炬”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:11