- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:10#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
解说依次叙述了盾牌上收割、采摘葡萄、牛群遇袭、代达罗斯舞场与外围大洋的浮雕图案,随后转向现实的战斗,展现皮洛斯击杀欧律皮罗斯并迎击密细亚人的场景。
ἡ δὲ δρῦς οὐκ ἀκαίρως ἐνταῦθα, οὐδʼ ἔξω λόγου· σκιά τε γὰρ ἀμφιλαφὴς ὑπʼ αὐτῇ ψυχάσαι τοῖς ἐν τῷ ἔργῳ καμοῦσι, καὶ βοῦς οὑτοσὶ πίων καθιερωθεὶς ὑπὸ τῶν κηρύκων, οὓς ὁρᾷς, ὑπὸ τῇ δρυὶ δαὶς προτίθεται τοῖς περὶ τὴν συλλογὴν τοῦ πυροῦ κάμνουσι. τὰ δὲ γύναια τί φῄς; ἆρʼ οὐκ ἐπτοῆσθαί σοι δοκεῖ καὶ διακελεύεσθαι ἀλλήλοις συχνὰ μάττειν τῶν ἀλφίτων δεῖπνον εἶναι τοῖς ἐρίθοις; εἰ δὲ καὶ ὀπώρας δεήσῃ, πάρεστί σοι ἀλωὴ χρυσῆ μὲν τῶν ἀμπέλων, μέλαινα δὲ τοῦ καρποῦ. τὸ δὲ τῆς καπέτου κυανὸν ἐτεχνήθη, οἶμαι, τῷ δημιουργῷ πρὸς δήλωσιν τοῦ ἐν αὐτῇ βάθους· ἀρκεῖ γάρ σοι τὸ περὶ ταῖς ἡμερίσιν ἕρκος ἐν τῷ καττιτέρῳ νοεῖν. ὁ δʼ ἄργυρος ὁ ἐν τῷ ἀμπελῶνι, κάμακες ταῦτα, τοῦ μὴ χαμαὶ κλιθῆναι τὰ φυτὰ βρίσαντα τῷ καρπῷ.1 τί δʼ ἂν εἴποις περὶ τῶν τρυγώντων; οἳ διὰ τῆς στενῆς ταύτης ἐσόδου ἐσφρήσαντες ἑαυτοὺς ταλάροις ἐναποτίθενται τὸν καρπὸν μάλα ἡδεῖς καὶ πρόσφοροι τὴν ἡλικίαν τῷ ἔργῳ. παρθένοι τε γὰρ καὶ ἠίθεοι εὔιον καὶ βακχικὸν ἐν ῥυθμῷ βαίνουσιν ἐνδιδόντος αὐτοῖς τὸν ῥυθμὸν ἑτέρου, ὅν, οἶμαι, ξυνίης ἀπό τε τῆς κιθάρας καὶ τοῦ λεπτὸν προσᾴδειν δοκεῖν τοῖς φθόγγοις. εἰ δὲ καὶ τὴν ἀγέλην ἐννοήσειας τῶν βοῶν, αἳ δὴ πρὸς τὴν νομὴν ἵενται ἑπομένων αὐταῖς τῶν νομέων, τῆς μὲν χρόας οὐκ ἂν θαυμάσειας, εἰ καὶ χρυσοῦ καὶ καττιτέρου πᾶσα, τὸ δὲ καὶ μυκωμένων ὥσπερ ἀκούειν ἐν τῇ γραφῇ καὶ τὸν ποταμὸν κελάδοντα εἶναι δοκεῖν, παρʼ ὃν αἱ βόες, πῶς οὐκ ἐναργείας πρόσω;2 τοὺς δὲ λέοντας οὐδʼ ἂν ἀφερμηνεῦσαί μοί τις ἐπαξίως δοκεῖ καὶ τὸν ὑπʼ αὐτοῖς ταῦρον, ὁ μὲν γὰρ μεμυκέναι δοκῶν καὶ σπαίρειν σπαράττεται ἤδη πως ἐμπεφυκότων τοῖς ἐντοσθιδίοις τῶν λεόντων, οἱ δὲ κύνες, ἐννέα δʼ, οἶμαι, οὗτοι ἕπονται τῇ ἀγέλῃ καὶ παρὰ τῶν ἰθυνόντων αὐτοὺς νομέων ἐγγὺς μὲν ἵενται τῶν λεόντων ὑλακῇ πτοεῖν ἐθέλοντες αὐτούς, προσμιγνύναι δʼ οὐ τολμῶσιν ἐπισπερχόντων αὐτοὺς καὶ ταῦτα τῶν νομέων. ὁρᾷς δὲ καὶ διασκιρτῶντα τοῦ ὄρους θρέμματα καὶ τοὺς σταθμοὺς καὶ τὰς σκηνὰς καὶ τοὺς σηκούς· οἶκον ποιμνίων νόει ταῦτα. λοιπός, οἶμαι, χορός τις οὑτοσὶ προσόμοιος τῷ Δαιδάλου, φασὶ δʼ αὐτὸν Ἀριάδνῃ τῇ Μίνω πρὸς αὐτοῦ δοθῆναι. τίς δʼ ἡ τέχνη; παρθένοις ἠίθεοι τὰς χεῖρας ἐπιπλέξαντες χορεύουσι. σὺ δʼ, ὡς ἔοικεν, οὐκ ἀρκεσθήσῃ τούτῳ, εἰ μή σοι καὶ τὰ τῆς ἐσθῆτος ἐξακριβώσομαι τῷ λόγῳ· οὐκοῦν αἱδὶ μὲν ὀθόναις ἤσθηνται στεφάνας ἐπὶ ταῖς κεφαλαῖς χρυσᾶς φέρουσαι, τοῖς δʼ εὐήτριοι μὲν καὶ λεπτοὶ περίκεινται χιτῶνες, μαχαίρας δὲ τῶν μηρῶν ἐξήρτηνται χρυσᾶς ἀργυρῶν τελαμώνων ξυνεχόντων αὐτάς. ἀλλʼ ἐν κύκλῳ μὲν ἰόντων, τοῦτʼ ἐκεῖνο, τροχοῦ περιδίνησιν ὁρᾷς, ὡσεὶ κεραμέως τινός, εἴ πη δυσκυλίστως τοῦ περιθεῖν ἔχοι, πειρῶντος. στοιχηδὸν δὲ ἰόντων αὖθις πολύ τι χρῆμα ἐπιρρεῖ, ὅπως ἔχουσι τέρψεως, ἐπιδηλούντων· καὶ γάρ τινες ἐν μέσοις οὗτοι κυβιστῶντες καὶ ἄλλοτε ἄλλην ὄρχησιν ἐπιδεικνύμενοι ἄγειν μοι σαφῶς αὐτοὺς ἐς τὸ θαῦμα δοκοῦσιν. ἡ δὲ δὴ ʽἐνʼ κύκλῳ τῆς ἄντυγος θαλάττης εἰκὼν οὐ θάλαττα, ὦ παῖ, Ὠκεανὸν δὲ νοεῖν χρὴ ὅρον εἶναι τεχνηθέντα τῆς ἐν τῷ σάκει γῆς. ἱκανῶς ἔχεις τῶν ἐκτυπωμάτων. ἄθρει δὴ καὶ τὰ περὶ τοὺς νεανίας, ξὺν ὁποτέρῳ αὐτῶν ἡ νίκη· ἰδοὺ γὰρ καὶ καθῄρηται ὁ Εὐρύπυλος κατὰ τῆς μασχάλης ὤσαντος αὐτῷ καιρίαν τοῦ Πύρρου καὶ κρουνηδὸν ἐκχεῖται τὸ αἷμα, κεῖταί τε ἀνοιμωκτὶ πολὺς κατὰ τῆς γῆς ἐκχυθείς, μόνον οὐ φθάσας τὴν πληγὴν τῷ πτώματι3 διὰ τὸ ἐς καιρὸν τοῦ τραύματος. ἔτʼ ἐν τῷ τῆς πληγῆς ὁ Πύρρος σχήματι ῥεόμενος τὴν χεῖρα τῷ λύθρῳ πολλῷ κατὰ τοῦ ξίφους ἐνεχθέντι, οἱ Μυσοί τε οὐκ ἀνασχετὰ ἡγούμενοι ταῦτα ἐπὶ τὸν νεανίαν χωροῦσιν. ὁ δʼ ἐς αὐτοὺς βλοσυρὸν ὁρῶν μειδιᾷ καὶ ὑφίσταται τὸ στῖφος καὶ τάχα που κρύψει τὸν Εὐρυπύλου νεκρὸν σωρηδὸν ἐπʼ αὐτῷ τοὺς νεκροὺς νήσας.
橡树出现在此处绝非不合时宜,亦非无理;盖因其下有浓密的树荫,可供劳作疲惫之人乘凉,而这头由你所见的传令官们献祭的肥牛,正摆在橡树下作为筵席,款待那些忙于收割麦子的人。至于那些妇人,你又作何评价?难道在你看来,她们不是正忙忙碌碌、互相催促着揉捏大量的麦粉,为雇工们备办晚餐吗?假若你还需要秋果,呈现在你面前的是一片葡萄园,其藤蔓呈金色,果实则黑黝黝的。沟渠的深青色,依我之见,乃是工匠为了表现其中的深邃而精心打造的;因为只要在锡质的色泽中领会围绕家栽葡萄的篱笆便足够了。葡萄园中的银质则是支柱,免得植株因果实的沉重而倒伏在地。关于采摘葡萄的人,你又能说些什么呢?他们从这狭窄的入口鱼贯而入,将果实放入柳条筐中,极惹人喜爱,且年龄与这项劳作极为相称。盖因少女与年轻后生正伴随着欢快狂放的节奏起舞,另一人则为他们定出节拍,我想你从那把竖琴以及他似乎伴着琴声低回吟唱的神态,就能认出他来。假若你再留意那群正赶赴牧场的牛群,牧人们紧随其后,即使整群牛全是由金和锡铸成,其毛色或许并不令你惊奇;但在图画中竟能宛如听见牛哞之声,牛群所沿行的河流仿佛亦潺潺作响,这岂非生动传神的极致?至于雄狮及其爪下的公牛,依我看无人能予以恰如其分的描绘;盖因那头公牛看似咆哮喘息,却已然被撕裂,狮子们正撕咬着其内脏;而那些猎犬——我想跟随牛群的共有九只——从指挥它们的牧人身旁冲至狮子近前,意欲以吠叫惊退它们,然而即便牧人们如此催促,它们亦不敢上前近身搏斗。你亦可见在山间跳跃的牲畜,以及畜厩、帐篷与围栏:当知这些便是羊群的居所。依我看来,剩下的便是这处类似代达罗斯所作的舞场,相传是他赠予米诺斯之女阿里阿德涅的。其技艺又是怎样的呢?少年们与少女们执手相挽,翩翩起舞。然而看来你并不会仅满足于此,除非我再用言语精确道出他们的衣装:少女们身着细麻布衣裳,头戴金冠;少年们则身着质地细密轻薄的短袍,大腿旁悬挂着黄金短剑,由银质剑带系牢。当他们围成圆圈旋转时,正合此意,你便见到了犹如陶工试转轮盘以察看是否运转不顺时的车轮飞转。当他们再次列队前行时,有大批人群涌来,显露出他们胸中的快意;中央那些翻着跟头、不时展示各色舞姿的人,在我看来显然正将他们引向惊叹。至于饰边周围的大海景象,孩子啊,那并非寻常之海,而应当理解为作为盾牌上大地界限而制成的大洋。浮雕之事你已知晓得足够了。 现在且看关于那两位年轻人的交锋,胜负归于谁手:看啊,欧律皮罗斯已被击倒,皮洛斯在他的腋下刺入了致命的一剑,鲜血如泉涌般喷出,他一声未吭,身躯庞大地瘫倒在大地上,由于创口正中要害,几乎是以倒地的速度抢在了一击之前。皮洛斯仍保持着刺击的姿态,剑身流下的大量血污染红了他的手,密细亚人认为此景不可容忍,遂向这名青年扑来。然而他以严峻可怖的目光注视着他们,面带微笑迎击这群敌兵,想必很快就会将堆积如山的死尸叠在其上,从而遮掩欧律皮罗斯的尸身。
- 10τοῦ μὴ χαμαὶ κλιθῆναι τὰ φυτὰ βρίσαντα τῷ καρπῷ
由定冠词属格 τοῦ 引导的不定式(τοῦ μὴ κλιθῆναι)表示否定目的(“免得倒伏”)。宾格短语 τὰ φυτὰ 及伴随分词 βρίσαντα 充当不定式的主语,说明设立银质支柱(κάμακες)的目的所在。
- 10πῶς οὐκ ἐναργείας πρόσω;
副词 πρόσω 支配表示程度的属格 ἐναργείας 构成反问句(“岂非生动逼真的极致?”)。该短语作为谓语,承接前文以中性单数冠词引导的两个不定式从句构成的复合主语(τὸ δὲ καὶ μυκωμένων... δοκεῖν)。
- 10μόνον οὐ φθάσας τὴν πληγὴν τῷ πτώματι
惯用短语 μόνον οὐ(“几乎”、“差不多”)修饰分词 φθάσας。此处以反讽而夸张的修辞手法描摹其倒地之迅疾:因伤及要害,欧律皮罗斯几乎在受击的同时便轰然倒地,仿佛倒地反倒抢在了一击之前。
