← 小菲洛斯特拉托斯

画象

§10#2

阿喀琉斯之盾上的城池与农事

叙述者详述阿喀琉斯之盾上的画面:两座城池(一座和平城池中的婚礼与审判,另一座受围困城池中的出击、伏兵、袭夺与凶神肆虐的血战),随后转入展现耕作与国王庄园丰收景象的田园风光。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10#2

ὁρᾷς δὲ καὶ τὰ γύναια τῶν προθύρων ὡς διαφαίνονται θαυμάζοντα καὶ μόνον οὐκ ἐκβοῶντα ὑπὸ χαρμονῆς. γάμοι ταῦτα, ὦ παῖ, καὶ πρώτη ξύνοδος νυμφίων καὶ ἄγονται τὰς νύμφας οἱ γαμβροί. τὸ δὲ τῆς αἰδοῦς καὶ τοῦ ἱμέρου, ὡς ἐπιπρέπει ἑκάστῳ, παρίημι λέγειν, σοφώτερον αὐτὰ τοῦ δημιουργοῦ αἰνιξαμένου. ἀλλʼ ἰδοὺ καὶ δικαστήριόν τι καὶ ξυνέδρα κοινὴ καὶ γέροντες σεμνοὶ σεμνῶς προκαθήμενοι τοῦ ὁμίλου. τὸ δὲ ἐν μέσῳ χρυσίον τάλαντα μὲν δύο ταῦτʼ οὐκ οἶδʼ ἐφʼ ὅτῳ· ἤ, νὴ Δίʼ, εἰκάσαι χρή, ὡς μισθὸς τῷ ὀρθῶς ἐκδικάσοντι, ὡς ἂν μὴ πρὸς δῶρά τις ʽπαρἂ τὴν εὐθεῖαν φέροι. τίς δʼ ἡ δίκη; διττοὶ μὲν ἐν μέσῳ τινὲς οὗτοι, δοκεῖν ἐμοί, φονικὸν ἔγκλημα ὁ μὲν ἐπάγων θατέρῳ, τὸν δʼ ὁρᾷς, ὡς ἔξαρνός ἐστιν. οὐ γὰρ αἰτίαν ἔχειν ὧνπερ αὐτῷ προφέρει ὁ κατήγορος, καταθεὶς δὲ τὰ ὑποφόνια καθαρὸς ἥκειν.1 ὁρᾷς καὶ τοὺς ἐπιβοηθοῦντας ἑκατέρῳ διχῆ καὶ νέμοντας τὴν βοήν, ὅτῳ φίλον· ἀλλʼ ἥ γε τῶν κηρύκων παρουσία καθίστησιν αὐτοὺς καὶ ἐς τὸ ἡσυχαῖον ἄγει. ταυτὶ μὲν οὖν σοι μέση τις πολέμου καὶ εἰρήνης ἐν οὐ πολεμουμένῃ πόλει κατάστασις. ἑτέραν δὲ ὁρᾷς, ὡς τειχήρης, καὶ τό γε τεῖχος ὡς οἱ διʼ ἡλικίαν ἀπόμαχοι φρουροῦσι διαλαβόντες, γύναιά τε γάρ ἐστιν οὗ τῶν ἐπάλξεων καὶ γέροντες οὗτοι καὶ κομιδῇ παιδία. ποῖ δὴ τὸ μάχιμον αὐτοῖς; ἐνταῦθα εὕροις ἂν τούτους, οἳ δὴ Ἄρει τε καὶ Ἀθηνᾷ ἕπονται. τουτὶ γάρ, μοι δοκεῖν, ἡ τέχνη φησὶ τοὺς μὲν χρυσῷ τε καὶ μεγέθει δηλώσασα θεοὺς εἶναι, τοῖς δὲ τὸ ὑποδεέστερον διʼ αὑτῆς δοῦσα. ἐξίασι δὲ τὴν τῶν ἐναντίων οὐ δεξάμενοι πρόκλησιν νέμεσθαι τὸν ἐν τῇ πόλει πλοῦτον ἢ μὴ νεμομένου ἐν τοῖς ὅπλοις εἶναι.2 λόχον δὴ διατάττουσιν ἐντεῦθεν. τουτὶ γάρ, μοι δοκεῖν, ἡ πρὸς ταῖς ὄχθαις αἰνίττεται λόχμη, οὗ δὴ καθωπλισμένους αὐτοὺς ὁρᾷς. ἀλλʼ οὐκ ἂν ἐγγένοιτʼ αὐτοῖς χρήσασθαι τῷ λόχῳ· ὁ γάρ τοι ἔπηλυς στρατὸς σκοπούς τινας καθίσας λείαν ἐλάσασθαι περινοεῖ, καὶ δὴ οἱ μὲν ἄγουσι νομεῖς τὰ θρέμματα ὑπὸ συρίγγων. ἢ οὐ προσβάλλει σε τὸ λιτὸν καὶ αὐτοφυὲς τῆς μούσης καὶ ἀτεχνῶς ὄρειον; ὕστατα δὲ χρησάμενοι τῇ μουσικῇ διʼ ἄγνοιαν τοῦ ἐπʼ αὐτοῖς δόλου τεθνᾶσιν, ὡς ὁρᾷς, τῶν πολεμίων ἐπελθόντων καὶ ἀπελαύνεταί τις λεία πρὸς αὐτῶν. φήμη δὴ τῶν πραχθέντων ἐς τοὺς λοχῶντας ἐλθοῦσα ἀνίστανται οὗτοι3 καὶ ἐφʼ ἵππων ἐς τὸν πόλεμον χωροῦσι καὶ τὰς ὄχθας ἔστιν ἰδεῖν πλήρεις τῶν μαχομένων καὶ βαλλόντων ἐς αὐτούς. τοὺς δὲ ἐν αὐτοῖς ἀναστρεφομένους καὶ τὴν πεφοινιγμένην λύθρῳ δαίμονα αὐτήν τε καὶ τὴν ἐσθῆτα τί ἐροῦμεν; ἔρις καὶ Κυδοιμὸς ταῦτα καὶ Κήρ, ὑφʼ ᾗ τὰ πολέμου πάντα. ὁρᾷς γάρ τοι, ὡς οὐ μίαν ὁδὸν χωρεῖ, ἀλλʼ ὃν μὲν ἄτρωτον ἐς τὰ ξίφη προβάλλει, ὃς δʼ ὑφέλκεται ὑπʼ αὐτῆς νεκρός, ὃν δὲ καὶ νεότρωτον ἐπισπέρχει. οἱ δʼ ἄνδρες φοβεροὶ τῆς ὁρμῆς καὶ τοῦ βλέμματος ὡς οὐδὲν διαλλάττειν ἐμοὶ ζώντων ἐν ταῖς ὁρμαῖς δοκοῦσιν. ἀλλʼ ἰδοὺ πάλιν εἰρήνης ἔργα· νειὸς γὰρ αὕτη διαφαίνεται τρίπολος, οἶμαί, τις, εἴ τι χρὴ τῷ τῶν ἀροτήρων ξυμβάλλεσθαι πλήθει — καὶ τά γε ζεύγη τῶν βοῶν θαμὰ ἀναστρέφει ἐν ταύτῃ κύλικός τινος ἐκδεχομένης τὸν ἀρότην ἐπὶ τῷ τῆς αὔλακος τέλει — μελαίνεσθαί τε ʽδοκεἶ τὸν χρυσὸν περισχίζουσα.4 ἑξῆς ὁρᾷς τέμενος βασιλέως, οἶμαι, τινὸς τεκμήρασθαι, ὃς τὸ γεγηθὸς ἐλέγχεται τῆς ψυχῆς τῇ ἐν ὄψει φαιδρότητι. καὶ τήν γε αἰτίαν τῆς χαρᾶς οὐδὲ ζητεῖν χρή, τὸ γάρ τοι λήιον πολλῷ τῷ μέτρῳ τὴν σπορὰν ὑπερβαλεῖσθαι διελέγχουσι οἵ τε διὰ σπουδῆς ἀμῶντες καὶ οἱ ταῖς ἀμάλαις τὰ κειρόμενα τῶν δραγμάτων δέοντες, οἷς ἕτεροι προσάγουσι καὶ μάλα συντόνως.

你亦可见女人们在门前探出身子,满怀惊叹,因喜悦而几乎要喊出声来。孩子啊,这是婚礼,是新郎新娘的初次相会,新郎们正迎娶新娘归家。至于羞怯与爱意如何在各人身上显现,我便不再多言,盖因工匠已极其巧妙地将其暗含其中。然而你看,这里亦有一处法庭与公共集会,尊贵的长者们威严地端坐在人群之前。中间的那堆金子,这两塔兰同,我不知是为何而设;或者,凭宙斯起誓,应当推测这是给公正断案者的酬劳,免得有人因贿赂而偏离正直之道。那么诉讼为何?依我之见,中央的这两个人,一个是正对另一人提起谋杀指控,而正如你所见,另一个人则矢口否认;盖因他坚称对原告所指控的罪行概不承担罪责,而是已缴付了赎罪金,因而清白无辜地来到此处。你亦可见众人分成两派为各自支持者助威,向自己钟意的一方喝彩;但传令官的临场使他们归于平静,导向肃穆。这便是在一座未受战火侵扰的城池中,介于战争与和平之间的状态。 而你可见另一座城池被重重包围,因年龄不能作战的人正分段驻守着城墙;因为在城垛处的正是妇人、这些老者以及稚嫩的孩童。那么他们的战士都去了哪里呢?你可在此处寻见他们,正跟随在阿瑞斯与雅典娜的身后。依我之见,技艺正是在表达这一点:它以黄金和庞大的体魄表明他们是神明,并通过自身的描摹赋予凡人较逊色的姿容。他们并未接受敌人的挑衅——要么平分城中财富,要么若不平分则诉诸兵戎——而是径直出城。于是他们便就地布置伏击;依我之见,岸边的这片灌木丛正是对此的隐喻,你可在此见到他们全副武装。然而他们将无法利用这次伏兵;盖因来袭的敌军早已设下斥候,意图掠夺战利品,看啊,牧人们正伴着排箫的旋律驱赶着牲畜。这质朴、自然且纯粹属于山野的乐声,难道不曾触动你的心弦吗?然而他们最后一次奏响音乐,因不知针对他们的诡计而丧命,正如你所见,敌人扑杀而来,牲畜亦被他们掠去。 所发生之事的传闻传到伏兵耳中,他们立刻起立,策马奔赴战场,可见岸边挤满了搏杀之人与向他们掷击之人。至于穿梭在他们当中者,以及那位自身与衣裳皆被鲜血染红的凶神,我们该如何评说呢?这正是纷争、骚乱与毁灭女神,战争中的一切皆受制于她。因为正如你所见,她并非只走一条道路,而是将未受伤者推向剑刃,将另一人作为死尸拖走,又将另一名新近受伤者催促向前。男人们的冲杀与眼神凶悍可怖,依我看来,与生者在冲锋陷阵之时毫无二致。 但看啊,又是和平的劳作:因为这看似一片三次翻耕的休耕地,依我之见,若按耕夫的众多推断的话——成对的耕牛在其中频繁掉头,而在垄沟的尽头,正有一樽酒杯迎候着耕者——切开金色的土地时,泥土似乎变黑了。接下来你所见的,我想可以推测为某位国王的领地,其灵魂的喜悦由面容上的明朗神采昭示出来。至于喜悦的缘由,甚至无需探究;盖因庄稼的收获在数量上远远超过了播种,这已由那些匆忙收割的人、以及那些用草束捆扎被割下的麦捆的人充分证明,另一些人正极具干劲地将麦穗递送至他们身旁。

语法注4 条
  1. 10οὐ γὰρ αἰτίαν ἔχειν ὧνπερ αὐτῷ προφέρει ὁ κατήγορος, καταθεὶς δὲ τὰ ὑποφόνια καθαρὸς ἥκειν

    由前文的 ἔξαρνός ἐστιν(否认)引出的间接引语不定式结构,表达被告人的申辩内容。因不定式的逻辑主语即被告自身,故分词 καταθείς 与表语 καθαρός 均采用主格阳性单数与之呼应。ὑποφόνια 指杀人后交付的赎罪赔偿金。

  2. 10νέμεσθαι τὸν ἐν τῇ πόλει πλοῦτον ἢ μὴ νεμομένου ἐν τοῖς ὅπλοις εἶναι

    不定式短语,用作 πρόκλησιν(挑战/要求)的同位语或说明其具体内容。μὴ νεμομένου 为非人称的(或承接 πλούτου)属格独立结构,表示条件“如果不予平分的话”。整句体现了敌方提出的条件:平分城内财富,否则兵戎相见。

  3. 10φήμη δὴ τῶν πραχθέντων ἐς τοὺς λοχῶντας ἐλθοῦσα ἀνίστανται οὗτοι

    语法上的破格结构(anacoluthon)。句首的 φήμη ... ἐλθοῦσα(消息传到……)本应作为主格主语及分词统领相应的主动词,但因叙述节奏骤然加快,句子主语中途转换为伏兵(οὗτοι),并接续复数谓语动词 ἀνίστανται。

  4. 10μελαίνεσθαί τε ʽδοκεἶ τὸν χρυσὸν περισχίζουσα

    阴性分词 περισχίζουσα(切开/翻耕)的逻辑主语为前文的阴性名词 νειός(休耕地)。τὸν χρυσόν(黄金)为其宾语,指盾牌本身的黄金材质。此处化用了《伊利亚特》卷十八第548行关于阿喀琉斯之盾的经典描绘,即黄金铸就的地面翻耕后竟显现出黑土之色。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:10#2