- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:praef
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者主张不应因古人成就而退缩,而当勇于效仿与挑战;他继其同名外祖父之后开展绘画描摹,阐明了绘画在传达人性神态上的崇高地位、与诗艺的相通性及其甘美的虚构效果,并设定倾听对象以展开具体的作品记述。
ΠΡΟΟΙΜΙΟΝ. μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι1 δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδʼ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζηλοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλʼ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πράξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπούδασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύμῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατʼ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν, ὡς ἂν καὶ ὁ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμόττουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν καταστάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ ἄριστα ὑποκρινεῖται ἡ χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, ʽκαἲ μεμηνότα εἰ τύχοι ἢ ὀργιζόμενον ἢ ἔννουν ἢ χαίροντα ἢ ὁρμητὴν ἢ ἐρῶντα καὶ καθάπαξ τὸ ἁρμόδιον ἐφʼ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἡ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπʼ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφʼ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμμετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέντες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατʼ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης,2 τὸ γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύσεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν ἡ τέχνη εὑρίσκεται3 καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσάγονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, ἃ λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτʼ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς ἢ πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθίστασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δεικνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλήσεταί που, ᾗ κομιδῇ σμικρά, γράμμασι γὰρ προστυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελθεῖν ταῦτα. ἀλλʼ ἵνʼ ἡμῖν μὴ ἐφʼ ἑνὸς τὸ γράμμα προίοι,4 ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθʼ ἕκαστα διαρθροῦν, ἵνʼ οὕτω καὶ ὁ λόγος τὸ ἁρμόττον ἔχοι.
序言 我们切不可认为年代更久远之物难以正视,便剥夺了技艺得以永远延续的可能;即便某事已被古人抢先论及,我们也不当借着体面的掩饰粉饰惰怠,从而放弃竭尽全力去效仿。相反,我们当向先行者发起挑战;若能命中目标,自会成就值得称道的事业;即便偶有失误,我们也至少能使自己显出因赞赏而效法优美之物的姿态。究竟因何我要作此铺垫?正因为我那位同名的外祖父曾以极其纯正的雅典语调,并带着炉火纯青的优雅与气魄,精心撰写了一部关于绘画作品的生动描摹。我们既然意欲循着它的足迹前行,便感到在开展整个事业之前,有必要先就绘画本身略作阐述,以便我们的论述也能拥有切合题旨的适当材料。绘画的实践乃是至善之业,绝非关乎细枝末节。盖因欲正确统摄此技艺者,必须深入考察人性,擅于洞察人即便沉默时的品性表征,知晓何者蕴于双颊的态势,何者蕴于双目的神采,何者蕴于双眉的仪态,简言之,洞悉一切关乎心智的情状。倘若精通于此,画家的手便能统揽万象,绝妙地搬演每一角色所特有的戏剧情境,并视情况画出发狂者,或是愤怒者、沉思者、欣喜者、冲动者或热恋者,总而言之,画出各人相宜的姿态。而绘画中的欺瞒亦是甘美的,不带任何羞耻;盖因驻足于非实存之物前视其若实存,并受其牵引而信其为真——既然由此不生任何损害——岂非足以悦动心魂且免于责难?古之智者似乎就绘画中的均衡写下过诸多篇章,犹如为身体各部分的比例确立规矩,认为若调和未能合乎出自天性的尺度,便绝不可能完美实现切合意念的动态;盖因异质失度之物绝不接纳健全天性的运动。深入考究之人还会发现,此技艺与诗艺有着某种血缘之亲,二者拥有一种共通的想象力。诗人们将诸神的临在引入自己的舞台,并带入一切关乎庄重、崇高与神魂陶醉之物;绘画同样在画幅之中表现诗人们所能道出的一切。众人已昭然言明之事,又何须评说,抑或多费唇舌而显得像是在为此事作颂辞?上述言论已足以表明我们所致力之事绝不会被当作全然微末之物而遭遗弃;盖因偶然得见出自精妙手笔的图画,其中所绘古代事迹颇富文雅,故我不忍对其默然置之。然而,为了使我们的文字不至于单调地推进,且设定一位作为对象的倾听者,须向其条分缕析各项细节,如此我们的言辞亦能获得恰如其分的体式。
- praefμὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι
动词 ἀφαιρέομαι(意为“夺取/剥夺”)支配双宾格结构:第一宾格为所剥夺的对象 τὰς τέχνας(诸技艺),第二宾格为冠词附带不定式 τὸ ἀεὶ σώζεσθαι(永远得以延续/保全)。后者虽亦可被尝试理解为结果状语,但在此处作为被剥夺的事物本身(直接宾语)是最自然的句法分析。
- praefὡς οὐκ ἐνὸν τῆς κατʼ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης
ὡς οὐκ ἐνόν 是由非人称动词 ἔνεστι 的中性单数宾格分词构成的宾格绝对结构,连词 ὡς 表述主观认定或理由(“认为……是不可能的”)。其内部嵌套了带有否定词 μή 的属格绝对结构 μὴ ... τῆς ἁρμονίας ἡκούσης(相当于条件从句“若调和未进入……之中”),形成了层叠的句式,用以强调严格遵守自然尺度的必要性。
- praefσκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν ἡ τέχνη εὑρίσκεται
与格分词 σκοποῦντι 为评判者与格(dative of reference / person judging),意为“对于考察者而言/细究之下”。主句并非宾格加不定式结构,而是被动语态动词 εὑρίσκεται(“被发现/见出”)连结主格主语 ἡ τέχνη(“此技艺”)以及补充不定式 ἔχειν(“拥有”),从观察者的角度引出绘画与诗艺的内在亲缘关系。
- praefἀλλʼ ἵνʼ ἡμῖν μὴ ἐφʼ ἑνὸς τὸ γράμμα προίοι
介词短语 ἐφʼ ἑνός 为习语性表达,意为“单调地”、“局限于单一形式”或“没有对话者地(自说自话)”。在 ἵνα 引导的目的从句中使用了祈愿语气 προίοι(πρόειμι 的现在祈愿主动第三人称单数);尽管主句为主动态命令式(ἔστω),通常要求接连接语气,但此处选用祈愿语气赋予了文辞一种更为主观、委婉或期许的修辞色彩。
