- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:42.9-42.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了昼夜轮班投入分队以持续发起攻势、通过剥夺睡眠与恐惧拖垮守军的战法。此外,还阐明了如何利用因自然险阻而疏于防范的地段实施突袭,以及将号兵吊上城墙吹号以引发恐慌的破城之策。
καὶ μετὰ τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι ἄξει τὸ τρίτον, κοιμάσθω δὲ τὸ δεύτερον τάγμα, μετὰ τοῦτο δʼ αὖ τὸ τέταρτον, εἶθʼ ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν στρατιωτῶν ἀναπαυομένων.
在第二分队之后,统帅当调遣第三分队投入战斗,作战时间与第一分队相同,而令第二分队就寝;此后依次调派第四分队,接着是第五分队,士卒们轮流获得歇息。
ὁμοίως δʼ ἐπισυναπτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες ἕωθεν πάλιν πρῶτοι προσαγόντων· εἶθ̓ ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες ἀριστοποιείσθων, ἑξῆς δʼ οἱ μετʼ αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε κύκλον τινὰ περιάγεσθαι.
同样,当白天接踵而至时,夜间率先发起强攻者,黎明时当再次率先出击。随后,若有六个分队,则在冒死作战两小时后;若有五个分队,则在作战两个多小时后;若有四个分队,则在三小时后;若有三个分队,则在四小时后,退下进餐,随后的分队及再其后的分队亦依次照此办理,直至最后一支分队,从而使轮换循环往复。
τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο· καὶ αἱ προσβολαὶ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται.
因为若能如此,两项成效将同时实现:不仅进攻日以继夜、连续不断地展开,而且发起冲击者亦因轮流歇息而体魄未倦、精力充沛地投入战斗。
τοὺς μέντοι πολιορκουμένους, μηδʼ ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις1 τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι τὸ γὰρ κινδυνεῦον,2 οὐδʼ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται· φόβῳ γὰρ τοῦ δεινοῦ, παρʼ ὃν ἀναπαύεται χρόνον, ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε· καὶ τὸ πολιορκούμενον, κἂν ὀλίγον ᾖ τὸ πολιορκοῦν αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον, ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι πάντες.
然而,切莫有人以为被围困者纵使人数极为众多,亦能采取同样的策略予以应对。盖因处于危厄之中的人,即使有人准许,亦不愿贪图睡眠;因为出于对险境的恐惧,在歇息期间,他亦如同城邑行将陷落一般保持警醒。而且,城中被围困之人纵使面对人数不多的攻城之敌,亦会全员出动协助防守,城垣内的一切人员皆被动员起来,因为未来的前景显得愈发可怖,他们自忖倘若有一丝疏忽,所有人皆将丧命。
ὅθεν δὴ πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαιπωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν. ε.
因此,他们势必精疲力竭,得不到片刻喘息,反为失眠与劳苦所压垮,进而对前途心灰意冷,以致防守自军阵地时愈显羸弱,抑或不得不遣使乞求媾和并献出城池。
Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα· ἀλλὰ παρʼ ὃν ἀναπαύεται χρόνον — οὗτος δ’ ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. ς.
或许有人会问:“难道将领自身竟是由金刚石或钢铁铸成,能够独力彻夜不眠地监临同样的事务吗?”绝非如此;而是在他歇息的这段时间里——这一时间当少而简短——,令其任命一位素享威望、最忠诚且最勇敢的军官来督导各项战务,该军官应当在指挥权上居于副职。
Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν· εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν.
有时,城邑中那些看似悬崖峭壁、由陡峭岩石加固的地段,反而比人工筑就之城垣为围攻者提供了更大的制胜契机。因为城中这等凭借天然屏障而自恃坚固的地方,通常大都疏于防备,最少受到士卒们的用心警惕与守护。
ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν ὃ δεῖ ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους, οἷς ῥᾷον ἀναβαίνειν εἴτε δἰ αὐτῆς τῆς δυσχωρίας, εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως· ὑποκαταβάντες γὰρ ἐντὸς τείχους ἢ πυλίδα διέκοψαν ἢ πύλην ἀνέῳξαν. ζ.
此时,一位优秀的将领便能洞察当为之事,他以赏赐的许诺与荣誉激励少数极为胆大之人——即那些能够较为轻易攀登者,无论直接穿越险峻地形还是借助云梯——从而克成其功;盖因他们潜降至城墙内侧后,或劈开边门,或洞开城门。
Μέγα δʼ ἂν ὀνήσειε καί τι τοιόνδε συνεπινοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι τοῦ τείχους ἀνιμήσαιεν· ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν,3 ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν· ὅθεν δήπου συμβαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος· οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι. η.
倘若再能协同想出如下计策,亦将带来莫大助益:即率先成功登上城墙者,将号兵也一同吊拉上去。因为夜间从城墙上听闻敌军号角鸣响,会给被围困者带来极大的恐慌,误以为城邑已被强攻攻克,以致他们弃城门与堞口于不顾而仓皇溃逃;由此,城外的士卒在再无敌军阻遏的情形下,不论破门而入还是依梯登城,自当变得轻而易举。如此看来,一座城邑即便仅凭一名赤手空拳的号兵亦有可能被攻陷。
- 42.12μηδʼ ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις
μηδέ 与 τις 分置于第三人称命令式 οἰέσθω 两侧,相当于 μηδείς οἰέσθω(“切莫有人以为”),构成禁止句。μηδʼ ἄν 引导带有虚拟式 τυγχάνωσιν 的让步从句(“纵使……极为众多”),否定词 μηδέ 的否定力量则统摄主句的命令式动词 οἰέσθω。
- 42.12τὸ κινδυνεῦον
定冠词修饰的中性单数分词,以抽象和集合的方式指代“处于险境中的人/守军整体”。它在句法上与后文 παρʼ ὃν ἀναπαύεται χρόνον ... ἐγρήγορε 中的单数动词相呼应,用以概括处于危险中的普遍心理状态。
- 42.17ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν
表示主观判断的 ὡς 与完成时与格分词 ἑαλωκόσιν 连用,与前文的与格短语 τοῖς πολιορκουμένοις(“被围困者”)保持性数格一致。该结构表明了被围困者的主观认定:“误以为自己已被强攻攻破”。
