← 欧纳桑德

将领论

§42.18-42.26

瓦解城内残余抵抗与胜后行施仁德

本节阐述了破城后通过宣布赦免不持兵刃者以瓦解绝望反抗的计谋,在持久围困中将非战斗人员驱入城内以加速消耗粮饷的策略,以及战胜后当戒除傲慢、行施仁德以确立恒久美名的将领修养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.18

Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας ἢ τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι.

倘若统帅在奋勇攻克一座人口与实力仍旧鼎盛的城邑后,心生恐惧或疑虑,唯恐敌人结成战队与团伙迎头痛击突入城内的军士,抑或占领城中高地与要塞,并从那里发起反击使我军遭受重大伤亡,他就应当发布公告,严禁杀戮不持兵刃之人。

§42.19

ἕως γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν,1 πολλοί τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν, ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι πολιορκίαν... ἢ καὶ πολυχρονιωτέραν, ἔστιν δʼ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς πείρας κακῶν.

盖因只要人人预料被俘便必遭处死,就会企图先发制人,纵使自身受害亦图重创敌军;往昔已有许多人将涌入城内的敌军击溃驱逐,纵使力有不逮者亦退据险固的卫城,从那里再次令敌军陷于劳苦与磨难之中,以致不得不重开第二次围攻……甚或耗时更久,有时更是在历经诸多惨祸之后带来更为沉痛的代价。

§42.20

εἰ δὲ διαβοηθείη τόδε τὸ κήρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι· τῶν τε γὰρ βουλομένων διʼ ὀργῆς ἕκαστος εἰς ἄμυναν ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον2 — οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι —, οἵ τε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ, ἀλλʼ ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν.

然而,这一公告一旦传播开来,或许所有人,或者显而易见地说,至少绝大多数人都会弃置兵刃。因为纵然有人满怀怒火意欲殊死抵抗,但因畏惧邻人未必与自己怀有同样的心志,亦不得不放下武器;以致即便所有人都意图保有兵刃,却出于相互猜忌,人人自恐独留兵刃被俘,因而争相弃械——盖因危急存亡之秋决不容许共识得彰——;而那些但求活命之人,在救赎的希望尚未宣布之时,纵使非出于本愿,亦不得不拼死抵御降临的灾祸,可一旦获得一线生机,此后便不再作为仇敌、而是作为乞降者迎面而来。

§42.21

οὕτως τε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει· στρατιωτῶν δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητος —δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —, ἐν δὲ νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος, ἀφροσύνης τε μᾶλλον ἢ ἀνδρίας μαρτύριον·

因此,发布公告之人甚至能迫使那些意欲保留武器者亦将其弃置。将士阵亡于沙场尚易令人释怀——因其看似系为求取胜利而捐躯——,但在得胜之时与攻占城池之际阵亡,对胜利者而言最为可悲,且与其说是英勇的见证,毋宁说是愚蠢的明证。

§42.22

εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡττημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι· σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας. θ.

不过,即便统帅对战败者怀有怨恨,亦切莫以为不立即斩杀迎面相遇之人便会蒙受任何损失;因为在安全无虞之中掌握着无人抗衡的报复,他尽可从容审度当如何处置被俘之人。

§42.23

Εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ πιέσας τὴν πόλιν αἱρήσειν, ἅ τινα ἂν ἐπὶ τῆς χώρας ἔτι καταλάβῃ σώματα, τούτων τὰ μὲν ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν πολέμου λαβών, ὅ τι περ ἂν αὐτῷ δόξῃ, διαθέσθω, γύναια δὲ καὶ παιδάρια καὶ ἀσθενεῖς ἀνθρώπους καὶ γεγηρακότας ἑκὼν εἰς τὴν πόλιν ἀποπεμπέτω· ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται, τὰς δὲ παρεσκευασμένας τοῖς ἔνδον τροφὰς θᾶττον συναναλώσει, καὶ πολεμίων μᾶλλον ἢ φιλίων ἐφέξει τρόπον. ι.

反之,若统帅放弃以强攻拔城,而转入旷日持久的围困,意图以饥困迫降城池,那么对于在乡野间尚能捕获的任何人员,凡身强体壮且正值堪任战守之盛年者,皆当收押并依己意予以处置,至于妇孺、弱者与老者,则当故意驱赶入城。因为这些人在战务上毫无用处,却能更快耗尽城内预先储备的粮饷,从而扮演着敌军而非友军的角色。

§42.24

Εἰ δέ τῳ πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπραγίαις, ἀλλʼ εὔφορτος, μηδὲ τύφον ἀπηνῆ περιφέρων, ἀλλʼ εὐμένειαν προσφιλῆ ἔχων· ὁ μὲν γὰρ φθόνον ἐγέννησε, αὕτη δὲ ζῆλον ἐπεσπάσατο.

倘若某人万事皆得天助神佑且如愿以偿,得以终结全盘战事,则当切忌居功自傲、凌厉逼人,而应平易温和,亦不可显露残忍的傲慢,而当施以亲切的仁德;盖因前者滋生嫉妒,后者则博得敬慕。

§42.25

φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παρʼ ἄλλοις καλῶν, τοσοῦτόν τε διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν εὐχὴν εἶναι τοῦ καὶ παρʼ ἄλλῳ τι καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν ἴσων κτήσεως.

嫉妒乃是对邻人所获福祉的痛苦,而敬慕则是对他人美德的效法;二者差异极大,以致嫉妒乃是咒愿他人亦不得享有任何美善,而敬慕则是渴望获得同等的成就。

§42.26

ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας ἀκινδύνου οὐκ ἀνόητος στρατηγός.3

因此,贤良之士不仅是祖国与三军将士的卓越统帅,对于维护自身恒久而稳固的美名而言,亦是一位足智多谋的将领。

语法注3 条
  1. 42.19βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν

    动词 φθάνω 搭配补充说明的分词 δράσας,构成“先发制人”之习语表达;紧随其后的 καὶ πάσχων ἀλλά τι καὶ δρᾶν 中,让步分词 πάσχων(“纵使遭受打击”)与 ἀλλά τι καὶ δρᾶν(“亦愿至少予以反击”)形成对照,其中 ἀλλά 具有限制性意味,表示“至少/终归”。

  2. 42.20ὥστε, κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον

    表示结果的连词 ὥστε 引导不定式 σπεύδειν,其逻辑主语为宾格的 αὐτὸν ἕκαστον。分词 δεδιότα 与主语在性数格(阳性单数宾格)上一致,而分词 ἀποτιθέμενον 亦以宾格依附于 σπεύδειν,修饰急于放下武器的状态(“争相弃置”)。

  3. 42.26ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας ἀκινδύνου οὐκ ἀνόητος στρατηγός

    该句为主语 ἀνὴρ ἀγαθός 省略系动词 ἐστί 的名词句。依附于 ἡγεμών 的 πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους 为客体属格(宾格性属格);同样,依附于 στρατηγός 的 τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας ἀκινδύνου 亦为客体属格,将军事长官(στρατηγός)的称谓引申至对自身名望的妥善经营。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:42.18-42.26