← 欧纳桑德

将领论

§42.1-42.8

夜间围城的心理战术与部队轮换强攻法

阐述了守军在夜间的恐慌心理以及将领身先士卒的感召力,继而指明将攻城器械集中于一处而以云梯实施声东击西的攻城法,并提出了轮换部队以确保持续围攻的夜战战术。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

α. Ὁ γὰρ φόβος ψευδὴς μάντις, ἃ δέδοικε, ταῦτ̓ οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κἂν μικρὸν ᾖ, φοβερώτερον τοῖς πολιορκουμένοις· οὐδεὶς γάρ, ὃ βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ πᾶς, ὃ ἀκούει· καὶ ἑνός που φανέντος ἢ δυεῖν ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν,1 ἐρήμους καταλιπόντες ἐπάλξεις καὶ πύλας. β.

因为恐惧乃是虚妄的预言者,它会以为自己所害怕的事当真正在发生;而夜间的一切,哪怕微不足道,在被围困者看来也都更为可怖。因为在黑暗中,无人能谈论亲眼所见,人人皆在谈论道听途说;哪怕敌军只有一两人出现在城墙某处,他们也会以为敌人的全军都已登上了城墙,因而转身溃退,将堞口与城门弃置一空。

§42.2

Εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν· οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ τῶν σεμνοτέρων διατροπαῖς· ἰδὼν γάρ τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφοβήθη· καὶ οὐκ ἔθʼ ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλʼ ὡς ἐξ ἴσου παρακαλούμενον διετράπη. γ.

倘若将领急于亲自动手成就某事,切勿迟疑于让人看到自己带头去做。因为人们采取行动,与其说是受制于尊长者的威吓,不如说是出于对更受尊崇者的端正举止的肃然起敬。见统帅率先动手,士卒便既知必须加紧行动,又以不为所动为耻,亦不敢违抗命令;于是众人便不再怀着像奴隶受驱使般的心态,而是如同受到平等的激励一般深受感召。

§42.3

Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν πολιορκητηρίων χρήσεται κατὰ δύναμιν ὁ στρατηγός. οὐ γὰρ ἐπʼ ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ κριοὺς ἔχειν ἢ ἑλεπόλεις ἢ σαμβύκας ἢ πύργους ὑποτρόχους ἢ χελώνας χωστρίδας ἢ καταπέλτας· τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς ὀργανικὰς κατασκευάς.

至于形形色色众多的攻城器械,将领当依其财力物力酌情使用。教人必须备有冲撞车、攻城塔、飞梯吊车、轮式木塔、填壕掩体或弩炮,并非我的职责所在;因为这些器械取决于交战双方的机运、财富和实力,以及随军工程师在机械构筑方面的才智。

§42.4

στρατηγοῦ δʼ ἰδίας ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο προσβάλλειν μηχανάς· καθʼ ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖς—οὐδὲ γὰρ ἄλλως ἄν τις εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη—, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν· οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι πολλὴν ἐμπίπτουσιν·

然而,倘若欲动用器械发起强攻,展现将领独到机敏之举当在于此:让他将这些器械专门用于单一地段——因为除非城邑极小,否则谁也不可能拥有足够的器械环绕整座城墙予以合围——;而将全军分成若干分队,命他们向城墙的其余地段架设云梯。因为如此一来,被围困者便会陷入极大的困窘之中。

§42.5

ἄν τε γὰρ ἀμελήσαντες τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς προσβολὰς τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως ἐπιβαίνουσι τῶν τειχῶν, ἄν τε διελόντες σφᾶς αὐτοὺς ἐπιβοηθήσωσι κατὰ μέρη, σφοδροτέρας ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν ὀργάνων οἱ καταλειφθέντες οὐδὲ μάχεσθαι τούτοις τολμήσαντες ἀδυνατήσουσι τὸ ἐπιφερόμενον κακὸν ἀποκρούεσθαι.

盖因他们若弃城墙其余地段于不顾而专御攻城器械之猛攻,则所有在云梯处的兵士都将在无人阻遏的情形下轻易登上城墙;而他们若将兵力分散各处分头增援,则由于在器械冲击的地段攻势愈益猛烈,留守彼处之人甚至不敢与攻城者交战,从而无法击退逼临的险境。

§42.6

διόπερ καθάπερ ἀγαθὸν παλαιστὴν προδεικνύειν2 μὲν καὶ σκιάζειν εἰς πολλὰ μέρη δεῖ περισπῶντα καὶ ἐπισφάλλοντα δεῦρο κἀκεῖσε πρὸς πολλὰ τοὺς ἀντιπάλους, ἑνὸς δὲ ζητεῖν ἐγκρατῶς λαβόμενον ἀνατρέψαι τὸ πᾶν σῶμα τῆς πόλεως. δ.

因此,正如高明的摔跤手,必须向多处虚晃佯攻、做出假动作,以此分散对手的注意力,使其东摇西晃、顾此失彼,同时却要寻机牢牢抓住一处,以彻底掀翻整座城邑之躯。

§42.7

Εἰ δʼ ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ3 τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅσ’ ἂν ἱκανὰ εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι κατὰ κοῖτον·

倘若有人急于迅速攻克堡垒、城池或营垒,而他又因不愿离开防御工事哪怕一个时辰致使全军疲惫不堪,则当根据兵力多寡及被围城市的大小,将全军分成其认为适宜的多支分队;入夜伊始,便立即以第一分队发起强攻,命第二分队作为预备队随时待命,而令第三、第四分队,若有第五分队亦然,前去就寝休息。

§42.8

εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφʼ ἑαυτὸν τάγμα·

随后,当他率第一分队试探性猛攻了一段时间之后,便召回他们遣去歇息,同时发出信号命第二分队开出营垒,而第三分队的指挥官此时则当唤醒并武装起自己麾下的分队。

语法注3 条
  1. 42.1δόξαντες ἀπετράπησαν

    紧接着前面的独立属格短语 ἑνός που φανέντος ἢ δυεῖν... πολεμίων(敌军仅有一两人现身),主句主语兼主格复数分词 δόξαντες 随之出现。虽然在此之前出现的指代成分是与格的 τοῖς πολιορκουμένοις,但此处根据逻辑主语(被围困的人们)采用了按意义一致(constructio ad sensum)的主格。

  2. 42.6καθάπερ ἀγαθὸν παλαιστὴν προδεικνύειν

    非人称动词 δεῖ 所支配的对格不定词结构中,对格名词 ἀγαθὸν παλαιστήν 充当了不定词 προδεικνύειν 及其后 ζητεῖν 的逻辑主语。语境中理应指代将领(τὸν στρατηγόν),但比喻成分(“如同一名优秀的摔跤手”)直接融入并兼任了对格不定词结构的主语。

  3. 42.7αὐτῷ κάμνοι ἡ δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ

    条件从句中的并列小句。与格 αὐτῷ... βουλομένῳ 作关系或不利与格,依附于 κάμνοι ἡ δύναμις(军队陷入疲惫)。该结构鲜明地揭示了统帅个人的主观意图(“不愿离开防御哪怕一个时辰”)与士卒客观生理极限之间的矛盾张力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:42.1-42.8