- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:39.1-39.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出夜间借内应突袭须依据恒星运行严密卡准时辰,白昼进军则应扣押沿途行人以防走漏风声,并主张以迅雷不及掩耳之势发动突袭以震慑敌军。
α. Πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας νυκτερινὰς καταλήψεις τῶν πόλεων οὐκ ἄπειρον εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπιβολάς.
至于在夜间发动袭击以及乘夜通过背叛夺取城邦,将领必须通晓恒星于夜间在天空中的运行,否则其图谋便会屡屡化为泡影。
ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι· κἄπειτα δυεῖν θάτερον συμβέβηκεν, ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν τῶν πολεμίων στρατὸν1 κατάφωρον γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι.
因为有时叛徒会约定在夜间第三时辰、第四时辰,或任何被视为合宜的时辰,打开城门,或者诛杀城内反对之人,抑或袭击城内的敌方守军;然而随后往往会出现两种情况之一:要么是敌军〔攻城军〕比所需时间更早接近,在叛徒准备就绪前便已暴露行踪,从而使行动受阻;要么是迟延到达,致使叛徒败露而被诛,而将领自身亦未能达成既定的任何目标。
διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν. β.
因此,必须根据出兵地点测算路途,估量行军所耗费的里数与时辰,并从星辰测定夜色已逝去几何、尚余几何;唯有如此精确推算,方能既不提早亦不迟缓,恰好在约定之时辰赶到,以致敌方尚听闻其逼近之声,军队便已身处城墙之内。
Εἰ δʼ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλʼ αἰφνιδίως ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος.
若是在白天起兵率队,欲按约定时刻借叛徒内应夺取城邦,则当预先派遣骑兵,将沿途所遇之人尽数截获拘捕,以免乡野之人先一步奔逃告发敌军来袭,从而使大军在敌方毫无防备时猝然降临。
ἐπελθόντα δʼ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ̓ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλʼ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δʼ ὅτʼ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον· αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφάνειαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν·2 οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερώτερα τῶν χρονιζομένων εἶναι δοκεῖ.
在出其不意突袭未加防备之敌时,即便并非企图通过背叛夺城,而是打算以公开宣战交锋决胜,亦绝不可迟疑延宕,而应尽可能抢先发起攻击,无论所攻者为要塞、营垒还是城邦;而在友军看似兵微将寡、劣于敌军之时,尤当如此;因为敌军意想不到的骤然降临,因其出人意料,即便防守方占优亦会使其陷入惊骇失措;直至他们审视自身阵势、获得商讨与重振士气的良机,便难免逐渐对其心生藐视;如此,事情最初发端之时,有时显得比经久相持者更为可怕。
διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.
因此,以往屡屡有人借降临之奇袭震慑敌手,或迅疾迫使其违心臣服,或令其不得不自愿顺从号令。
- 39.2τὸν τῶν πολεμίων στρατὸν
不定式 κατάφωρον γενέσθαι 的逻辑主语。在语境中,所谓“敌军”(τῶν πολεμίων στρατὸν)是从被围攻城邦的角度来称呼与内应勾结的发动进攻之军队。它与后文的 αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι 形成照应,均指进攻方的将领及其部队。
- 39.6ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν
由 ἕως(直到……为止)引导的句式中插入了条件从句 ἄν γε... καιρὸν λάβωσι,其后接续ἕως 从句的直陈式动词 ἀναγκάζονται。此处表示心理变化的转折点:敌军固然会因突袭而惊骇,但“一旦他们看清自身力量并得以重整旗鼓,便难免逐渐心生轻视”。
