- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:40.1-40.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明围攻作战除需勇气与谋略外,更须兼顾稳妥与隐秘,并指出围城方必须严密设防己方营地,以防遭被围者先发制人的出击逆袭。
Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω·1 τὸ γὰρ ἐπιβουλευόμενον, ὅτʼ ἂν οἷ κακοῦ τυγχάνει2 γινώσκῃ, τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότʼ ἂν αὐτῷ δόξῃ, ὁ δʼ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότʼ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον.
围城作战需要士兵的勇猛、将领的智谋以及攻城器械的准备;然而,围攻务须稳妥周全,且同样不可为被围者所察觉。因为遭人图谋的一方一旦察觉自身身处何等险境,便会愈发警惕图谋者。因为自以为身在险境之外的人,想在何时行动便何时执行预定计划;但身陷险境当中的人,则一得良机便力求先发制人。因此,围城者必须以壕沟、栅栏和哨戒来加固己方的营寨。
καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες3 ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.
事实上,围城者无论打算作何举动,都会被城墙上的人尽收眼底;而被围者以城墙为屏障掩护,常常不为人见地从城门杀出,或焚毁攻城器械,或斩杀士兵,或做任何手头可及之事。
- 40.1ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω
命令式动词 ἔστω 的主语承接前句的 πολιορκία(围攻),形容词 ἀσφαλής 与 ἀπροόρατος 作其表语。此处将 ἀπροόρατος 视为被动意义(“不被预见的”),后面的 τῶν πολιορκουμένων 则为表示视点或施动方的属格(“不被被围困者察觉”)。另一种解读是将其视作主动意义(“疏于防备的”)并与否定词 μή 连用,将属格视作比较属格(“其警惕程度不亚于被围者”),但从后文对施谋者与受图谋者之间心理的对比来看,强调围攻行动对守军的不测性与隐蔽性更为连贯。
- 40.1οἷ κακοῦ τυγχάνει
表示方向或程度的副词 οἷ 与部分属格 κακοῦ(灾祸、险境)连用,构成间接疑问从句作为 γινώσκῃ 的宾语,意为“(它察知)自己身陷何等凶险的处境”。
- 40.3πρόβλημα τὸ τεῖχος ἔχοντες
无冠词的名词 πρόβλημα 作为分词 ἔχοντες 的直接宾语 τὸ τεῖχος 的述语宾格(宾语补足语),前置构成倒装结构,意为“以城墙作为防御屏障”。
