← 欧纳桑德

将领论

§38.1-38.8

宽待投诚城邦与信守对内应者的诺言

作者告诫将领应当宽待投诚之城邦,以诱使其他城邦归顺,并警告残暴严苛之举只会迫使敌人陷入绝境、顽强抵抗;同时指出,必须信守对叛变者的诺言与报酬,以此激励后继之叛投。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

α. Ταῖς δὲ προσχωρούσαις πόλεσιν, εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι,1 φιλανθρώπως καὶ χρηστῶς προσφερέσθω· προσαγάγοιτο γὰρ ἂν οὕτως καὶ τὰς ἄλλας. ἡ γὰρ ἐλπὶς τοῦ τῶν αὐτῶν τεύξεσθαι δελεάζουσα προσάγεται τοὺς πολλοὺς αὑτοὺς ἑκόντας ἐγχειρίζειν.

对于投诚的城邦,若有主动将自己交付者,将领当予以仁慈厚道之待遇;因为如此一来,便能将其他城邦亦争取过来。盖获得同等待遇之指望,会起到诱导作用,促使多数人自愿交出自己。

§38.2

ὅστις δὲ πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύριος γενόμενος πόλεως ἢ διαρπάζων ἢ κτείνων ἢ κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν· εἰδότες γάρ, ὡς ἀπαραίτητόν ἐστιν ἡ τῶν ὑποχειρίων πρὸς τοῦ κρατήσαντος τιμωρία, πᾶν ὁτιοῦν ὑπομένουσι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τοῦ μὴ παραδοῦναι τὰς πόλεις.

然而,凡攻占城邦后立即采取严苛与敌对态度,肆意劫掠、杀戮或夷平者,必使其余城邦更加离心离德,以致令战事于己变得艰难困苦,令胜利变得渺茫难期;因为知晓屈服者落入征服者之手必遭毫不留情之惩罚,他们为免交出城邦,甘愿忍受任何代价,赴汤蹈火在所不惜。

§38.4

οὐθὲν γὰρ οὕτως κατασκευάζει γενναίους, ὡς φόβος ὧν μέλλουσι πείσεσθαι κακῶν εἴξαντες· ἡ γὰρ προσδοκία τῶν δεινῶν ἐκ τοῦ καθυφεῖσθαι τὰ σφέτερα δεινὴν ἐντίθησι φιλοτιμίαν ἐν τοῖς κινδύνοις.

盖没有任何事物能比害怕屈服后将要遭受之灾祸更能使人顽强奋战;对于放弃自身产业将招致可怕后果之预期,会在危难之中激发出极其惊人之抗争意志。

§38.5

χαλεπαὶ δὲ αἱ πρὸς τοὺς ἀπεγνωσμένους πεῖραι μάχης· οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παραχωρεῖν ὧν πείσονται κινδυνεύοντες2 αἱροῦνται μετὰ τοῦ πολλὰ δρᾶν καὶ πάσχειν.

与陷入绝望之人交锋交手绝非易事;因为他们深知,屈服退让绝不会比冒死一战所受之苦更为好受,故宁愿在多予打击的同时亦承受苦难。

§38.6

ὅθεν αἱ πολιορκίαι τοῖς ὧδε στρατηγοῖς ἄφροσι καὶ τεθηριωμένοις ταλαίπωροι γίγνονται καὶ πολυχρόνιοι, ποτὲ δὲ καὶ ἀτελεῖς, οὐχ ἥκιστα δὲ σφαλεραί τε καὶ ἐπικίνδυνοι. β.

因此,对这等愚妄且暴虐残忍之将领而言,围攻之事必变得劳苦冗长,有时甚至劳而无功,尤以凶险莫测、危机四伏为甚。

§38.7

Τοῖς δὲ προδόταις τάς τε πίστεις καὶ τὰς ἐπαγγελίας φυλαττέτω, μὴ διὰ τοὺς γεγονότας, ἀλλὰ διὰ τοὺς ἐσομένους, ἵνʼ εἰδότες, ὡς ὀφείλεταί σφισι χάρις, ἑλόμενοι τὰ τῶν πολεμίων3 ἐπὶ τὰς αὐτὰς εὐεργεσίας τρέπωνται· λαμβάνει γάρ τι μᾶλλον ὁ προδότῃ διδοὺς ἢ χαρίζεται.

至于叛变者,将领当严守信义与承诺,这并非为了既往之叛徒,而是为了将来之效尤者;好教他们深知自己必能领受答谢,从而选择〔本国之〕敌方阵营,转而立下同样之功劳。因为付给叛变者报酬之人,与其说是在施恩,倒不如说是在有所获取。

§38.8

διὸ χρὴ προθύμως ἐκτίνειν τὰς ἀμοιβάς· οὐ γὰρ δικαστὴς τῆς ἀδικηθείσης πόλεώς ἐστιν, ἀλλὰ στρατηγὸς τῆς ἑαυτοῦ πατρίδος.

由此,必须乐于清偿对等之酬劳;因为将领并非遭受不义之城邦之法官,而是自己祖国之将领。

语法注3 条
  1. 38.1εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι

    分词 ἀρξάμεναι(阴性复数主格,与 τινες / πόλεις 一致)在字面上为“起头/开始”,在此修饰 ἐπιτρέποιεν αὑτάς,带有“主动地”、“率先抢先”之副词性涵义。

  2. 38.5οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παραχωρεῖν ὧν πείσονται κινδυνεύοντες

    短语 ὧν πείσονται 作为比较属格受比较级 χρηστότερον 管辖。此处发生了关系代词吸引(先行词 τούτων 被省略,宾格 ἅ 被吸引为属格 ὧν)。整句骨架为:“对于因退让而获得之结果,并不指望能比冒死抵抗所受之苦(ὧν πείσονται)有任何更好的地方”。

  3. 38.7ἑλόμενοι τὰ τῶν πολεμίων

    中动分词 ἑλόμενοι(源自 αἱρέομαι,“选取/决意选择”)支配宾语 τὰ τῶν πολεμίων。此处为惯用语 τὰ τινος αἱρεῖσθαι(“站在某人一边/选择某方阵营”),其中 τῶν πολεμίων 乃从叛变者本国视角所言之“敌方”(即将领一方),从而转向为该将领建立同样的功绩(ἐπὶ τὰς αὐτὰς εὐεργεσίας τρέπωνται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:38.1-38.8