← 欧纳桑德

将领论

§35.1-35.5

劫掠限制与战俘处置及战后犒赏

本节阐述了限制抢掠、变卖俘虏及将领收缴公款的裁量标准,告诫在战事未结时不应杀害俘虏以便交换或报复,并主张在战斗获胜后当以宴乐和休整犒劳将士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

α. Τὰς δʼ ἁρπαγὰς οὔτʼ ἐπὶ πάσης μάχης ἐπιτρεπτέον, οὐδʼ αἰεὶ πάντων, ἀλλʼ ὧν μέν, ὧν δ’ οὔ, τῶν δὲ σωμάτων ἥκιστα· ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν.1

然而,抢掠并非在每场战斗之后都可准许,亦非总是对所有财物都一概许可,而当有所许、有所不许,对俘虏之人身尤不可准许;这些俘虏应由将领亲自予以变卖。

§35.2

εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται πάνθʼ ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω.

此外,若需要大笔公用资金与开支,将领当发布告示,令凡掳获与搜刮之物悉数解送至其处。

§35.3

γνῴη δʼ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτʼ ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν· οὔ γε μὴν ἔστι πολέμου2 καὶ τοῖς κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις ἀνεπικώλυτον ὠφέλειαν· ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται. β.

至于究竟应当将全数收缴、抑或仅取一部分、还是对偶然所得之物概不提留,将领自能根据时机作出最妥善的决断;因为在战争中,公库资金充足与士兵获得不受阻碍的收益绝非能够兼得之事。然而实际上,士兵所获的收益往往因战败者的财富与当境的富庶程度而变得更为丰厚。 另外,若战事仍处于胶着持续之中,将领便不可诛杀俘虏,尤其是直接交战国的俘虏——即便他认为将敌方的同盟者处死是恰当的——,至于敌方最为声名显赫与出众的人士,则最不当加以杀害。

§35.4

Τοὺς δὲ αἰχμαλώτους, ἐὰν ὁ πόλεμος ἔτι συνεστὼς ᾖ, μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν ὁ πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν,3 ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵνʼ εἴ τινων αὐτοὶ ἢ σωμάτων, ὧν πολὺς πόθος, ἢ φρουρίου κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ κομίσασθαι τὰ τῶν φιλίων, ἢ τότε γε μὴ βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται.

将领须深思命运之难测,以及神意往往易于生发义愤并使运势逆转的秉性,以便在敌人万一夺去己方极其恋念的要人或要塞时,能够提出充足的交换条件收回己方所属;或者在彼时敌方不从的情况下,亦能正当地以同等手段施加报复。

§35.5

μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρεπέσθων αὐτοῖς εὐωχίαι τε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵνʼ εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχομένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν.

建功与历险之后,应准许兵士们享受宴席、休榻与辛劳的宽免,从而使他们深知在沙场上战胜敌手究竟会带来何种结局,进而能够甘愿忍受胜利到来之前的一切困厄。

语法注3 条
  1. 35.1ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν

    此为不定式用作命令式(imperatival infinitive)的结构,πιπράσκειν 的逻辑主语由宾格 τὸν στρατηγόν 充当。承接前文 ἐπιτρεπτέον 所蕴含的义务含义,指示变卖俘虏的人身必须由将领亲自实施。

  2. 35.3οὔ γε μὴν ἔστι πολέμου

    系动词 ἔστι 与表属性的表语属格 πολέμου 搭配,意为“并非战争的常态/属性”。其主语是后文由 καὶ... καὶ... 引导的并列不定式短语 τοῖς κοινοῖς εἶναι... καὶ τοῖς στρατιώταις...(公库充裕与士兵获利两者兼备)。

  3. 35.4κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν

    代词 οἱ 是相当于 αὐτῷ 的与格,在无人称动词 δοκῇ(“于他看来是妥当的”)中作判断的承受者。该从句以让步形式(“即便在他看来处决同盟者是适宜的”)插入,与主句 μὴ κτεινέτω 对直接交战国俘虏的杀害禁令相对比,突显了不得处决核心敌国要员的逻辑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:35.1-35.5