← 欧纳桑德

将领论

§36.1-36.6

安葬阵亡者与战后戒备及反击

奥纳桑德指出无论胜败都必须收殓安葬阵亡者以维系士气,继而论述在战败后应当趁敌军骄堕松懈而伺机反击,反之在获胜时则必须严加戒备、防范怠忽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

α. Προνοείσθω δὲ τῆς τῶν νεκρῶν κηδείας, μήτε καιρὸν μήθʼ ὥραν μήτε τόπον μήτε φόβον προφασιζόμενος, ἄν τε τύχῃ νικῶν, ἄν τε ἡττώμενος· ὁσία μὲν γὰρ καὶ ἡ πρὸς τοὺς ἀποιχομένους εὐσέβεια, ἀναγκαία δὲ καὶ ἡ πρὸς τοὺς ζῶντας ἀπόδειξις.

此外,无论恰好取胜还是落败,将领都应当顾念死者的安葬,不得以时机、时刻、地点或恐惧为借口;因为对逝者的虔敬既属神圣的义务,对生者的昭示同样必不可少。

§36.2

ἕκαστος γὰρ τῶν στρατιωτῶν ὡς αὐτὸς ἀμελούμενος, εἰ πεσὼν ἔτυχεν, παρʼ ὀφθαλμοῖς ὁρῶν τὴν τύχην καὶ ὑπὲρ τοῦ μέλλοντος καταμαντευόμενος, ὡς οὐδʼ αὐτός, εἰ τεθναίη, ταφησόμενος1 ἐπαχθῶς φέρει τὴν ἀτύμβευτον ὕβριν. β.

士兵中的每个人若见此情形,都会设想倘若自己恰好阵亡,便宛如自身遭到了遗弃,亲眼目睹这种厄运,并推测未来自己若死也必不得安葬,从而将得不到坟茔的侮辱视为难以承受之重。

§36.3

Εἰ δὲ ἡττῷτο, παραμυθησάμενος τοὺς ἀνασωθέντας ἐκ τῆς μάχης ἐφεδρευέτω, καιρὸν ἔνθα που καὶ μᾶλλον οἰόμενος ἐπανορθώσασθαι τὴν ἐλάττωσιν.

然而,若遭到败绩,将领便当安抚那些从战场上生还的人,并伺机以待,认为在某处——尤其是眼下——必有挽回劣势的良机。

§36.4

εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ̓ εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι περὶ τὰς φυλακάς· ἡ γὰρ τῶν πέλας καταφρόνησις ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων, οὕτως τε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε τῶν δυστυχημάτων.

因为将士们在获胜之后,往往在防务戒备上变得怠惰而涣散;对邻近敌人的轻蔑,成了对自己防务怠忽的原因,由此顺境所带来的危害屡屡大过逆境。

§36.5

ὁ μὲν γὰρ πταίσας ἐδιδάχθη καὶ φυλάξασθαι τὸ μέλλον, ἐξ ὧν ἔπαθεν, ὁ δὲ τοῦ δυστυχεῖν ἄπειρος οὐδʼ ὡς δεῖ φυλάξαι τὰς εὐπραγίας, ἔμαθεν.

因为受过挫折之人已从切身的痛苦中学会了如何防备将来,而缺乏受挫经验之人甚至连如何维系胜局都未曾懂得。

§36.6

εἶτʼ αὖ νικῶν τὴν αὐτὴν ἐχέτω προμήθειαν ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο.2 φόβος γὰρ εὔκαιρος ἀσφάλεια προμηθής, ὡς καὶ καταφρόνησις ἄκαιρος εὐεπιβούλευτος τόλμα.

因此反过来,在获胜之时,将领也应当抱有同样的戒备之心,以防因己方的怠忽而蒙受灾祸,正如他在敌方松懈时为对其施以打击所倾注的谨慎一样。合乎时宜的敬畏乃是深思熟虑的安全,正如不合时宜的轻慢乃是易陷圈套的鲁莽。

语法注2 条
  1. 36.2ὡς αὐτὸς ἀμελούμενος ... ὡς οὐδʼ αὐτός, εἰ τεθναίη, ταφησόμενος

    两处 ὡς 搭配分词(现在被动态分词 ἀμελούμενος 与将来被动态分词 ταφησόμενος)均用于表示主语 ἕκαστος τῶν στρατιωτῶν 的主观心理与设想。前者伴随条件从句 εἰ πεσὼν ἔτυχεν,表示“仿佛如果自己阵亡,遭到抛弃的便是自己一般”;后者受 καταμαντευόμενος 支配,并带有未然假设从句 εἰ τεθναίη,表达其心中推测“假若自己死去,亦将不得安葬”。

  2. 36.6ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο

    该句以句首的 τὴν αὐτὴν ... προμήθειαν 为先行词。带冠词不定式目的短语 ὑπὲρ τοῦ μὴ παθεῖν 与伴随分词 ἀμελῶν 结合,表示防范之意(“以免因懈怠而遭受损害”)。随后的关系从句 ἣν ἂν ... εἰσενέγκαιτο 为带有 ἄν 的潜在祈愿语气,意为“正如他在敌军怠慢时为对其采取行动所投入的〔同样周全的防备〕”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:36.1-36.6