← 欧纳桑德

将领论

§34.1-34.5

战后祭神谢恩、论功行赏与准许劫掠

本节论述战斗结束后将领应当向神明奉献临时祭品并许诺战胜后举行大祭,以及依功过对士兵与军官行赏赐官、惩处怯懦。随后指出,在战争尚未结束之际,准许全军劫掠敌方营垒或城镇作为集体酬报,对鼓舞士气具有重要的军事意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

Ἀνακαλεσάμενος δʼ ἐκ τῆς μάχης πρῶτον μὲν ἀποδιδότω τοῖς θεοῖς θυσίας καὶ πομπάς, αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι πάρεστι,1 τὰ νομιζόμενα χαριστήρια μετὰ τὴν τοῦ πολέμου παντελῆ νίκην ἐπαγγελλόμενος ἀποδώσειν· ἔπειτα τοὺς μὲν ἀρίστους ἐν τοῖς κινδύνοις ἐξετασθέντας τιμάτω δωρεαῖς καὶ τιμαῖς, αἷς νόμος, τοὺς δὲ κακοὺς φανέντας κολαζέτω.

将部队从战斗中召回后,将领首先应当依照当时的条件所允许的范围,向神明奉献祭祀与游行,并许诺待战争取得彻底胜利后,再行献纳惯常的感恩之祭;随后,他应当按照惯例,以赏赐与荣衔褒奖那些在险境中经受住考验的最优异者,并惩处显露出怯懦的人。

§34.2

τιμαὶ δʼ ἔστωσαν μὲν καὶ αἱ κατὰ τὰ πάτρια καὶ κατὰ τὰ παρʼ ἑκάστοις νόμιμα· στρατηγικαὶ δὲ αὗται· πανοπλίαι, κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκατονταρχίαι, λοχαγίαι, τάξεων ἀφηγήσεις, καὶ αἱ ἄλλαι αἱ κατὰ νόμους παρʼ ἑκάστοις ἡγεμονίαι· τῶν μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν αἱ μείζους ἡγεμονίαι· αὗται γὰρ ἀμοιβαί τε μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις προτροπαί τε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπιθυμοῦσιν.

荣誉固然可依循祖制及各地的惯习,但由将领所授予的则有如下诸项:全副甲胄、勋饰、战利品的分配、五十人队长职、百人队长职、连队长职、阵列指挥权,以及各地依法律所设的其他统领官职;对于立下勇武功勋的普通士兵授予较低的权柄,而对建树卓著的各级指挥官则授予更高的统领权。因为这些奖赏对于业已成就壮举之人是慷慨的酬报,而对于渴望获得同等荣誉的人则是不可或缺的激励。

§34.3

ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δʼ οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρατόπεδον· οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν.2 ἔνθα μέντοι χρὴ καὶ νικῶντα μὴ κατʼ ἄνδρα μόνον ἀμοιβὰς ἐκτίνειν, ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν κινδύνων ἐπικαρπίαν ἀποδιδόναι· τὰ γὰρ τῶν πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν, εἰ χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν, ὁτὲ δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς χρηστότερον βουλεύειν.

凡善者得到嘉奖而恶者的惩罚未被弃置之处,军营必然满怀美好的希望;因为一方惧怕犯下过失,另一方则竞相立功显勇。然而在此种情形下,将领获胜之后,不仅当向个人给付酬报,亦须将历经险阻的收益分赐予全军。盖若夺得敌军营垒、辎重或要塞,他便当准许士兵们抢掠敌人的财物;即便是城市,只要他不打算对其采取更为宽大仁慈的策略,有时亦当如此行事。

§34.5

οὕτως γὰρ ἂν καὶ μάλιστα μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλληφθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ μάλα δή τι συμφέρον ἀποδιδόναι.3

因为在战事尚未结束之际,此举对未来的战局将最为有利,兵士们奔赴沙场必将更为踊跃——除非我们以为,猎人有必要用野兽的鲜血与捕获之物的内脏来引诱猎犬,而将战败者的资财分给获胜的士兵以资鼓舞,反倒谈不上十分有益了。

语法注3 条
  1. 34.1αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι πάρεστι

    关系代词 αἷς 的先行词为 θυσίας καὶ πομπάς,受动词 χρῆσθαι 支配而作与格。介词短语 ἐκ τοῦ καιροῦ 意为“依当时时势所允许”,与后文许诺在战争彻底胜利后献纳的正规感恩祭礼(τὰ νομιζόμενα χαριστήρια)形成对比。

  2. 34.3οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν

    直陈式不定过去时 ἐφοβήθησαν 与 ἐφιλοτιμήθησαν 在此用作“格言式不定过去时(gnomic aorist)”,并非叙述过去的个别历史事件,而是表述在赏罚分明的情境下普遍产生的心理与行为规律。

  3. 34.5εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλληφθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ μάλα δή τι συμφέρον ἀποδιδόναι.

    此句为修辞性条件从句,修饰主句谓语 συνοίσοι(与 ἄν 连用构成潜在希求法),逻辑上表示“除非我们荒谬地认为……”。在 νομίζομεν 统领的从属结构中,μέν 分句(猎人必须用鲜血引诱猎犬,δελεάζειν ἀναγκαῖον εἶναι)与 δέ 分句(将财物分给士兵并无甚益处,οὐ μάλα δή τι συμφέρον [εἶναι] ἀποδιδόναι)形成鲜明对照;作者通过前者的不言自明,反衬出后者的荒谬,从而强力论证了分赏战利品对军队的不可或缺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:34.1-34.5