- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:33.1-33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者告诫将领切勿轻率亲自冲锋陷阵,指出主帅阵亡将带来灾难性后果,并阐明凭谋略统御全局才是将领的真正职责所在。
Μαχέσθω δὲ ὁ στρατηγὸς αὐτὸς προμηθέστερον ἢ τολμηρότερον, ἢ καὶ τὸ παράπαν ἀπεχέσθω τοῦ τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· καὶ γὰρ εἰ κατὰ τοὺς ἀγῶνας ἀνυπέρβλητον ἀνδρίαν εἰσενέγκαιτο, τοσοῦτον οὐδὲν ὠφελῆσαι δύναται στράτευμα μαχόμενος, ὅσον ἀποθανὼν βλάψαι· στρατηγοῦ γὰρ ἡ γνώμη πλέον ἰσχύει τῆς ῥώμης· σώματος μὲν γὰρ ἀνδρίᾳ δρᾶσαί τι μέγα καὶ στρατιώτης δύναται, γνώμης δὲ προμηθείᾳ βουλεῦσαί τι κρεῖττον οὐκ ἄλλος.
将领自身作战时,当审慎多于勇猛,甚至应完全避免与敌人短兵相接。因为即便他在战斗中表现出无与伦比的英勇,他亲自厮杀所能给予军队的益处,也绝抵不上他一旦战死所造成的损害;毕竟对将领而言,谋略胜于膂力。凭藉肉体的勇力成就一番壮举,普通士兵亦能做到;但凭藉谋略的预见定出更为卓越的计策,除将领外绝无他人能为。
ὅνπερ δʼ ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον,1 εἰ στρατηγὸς ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων ἀκυβέρνητος ἀμέλεια τὴν ἀναγκαιοτέραν ἄπρακτον ποιήσει βοήθειαν.
正如倘若舵手抛下舵柄,亲自去干水手们该干的事情,船只便会陷入险境一样;倘若将领放弃以谋略运筹帷幄,屈身去承担普通士兵的差事,这种对全局无人掌舵的疏忽,便会使更根本的统御支援付诸流水。
ὅμοιον δὴ κρίνω τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν·2 εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ ὀρθῶς δʼ ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον.
因此我认为,将领拿自己的性命去冒险,就等同于在该军遭受打击时置全军安危于不顾。因为假使全军生息所系之人竟然丝毫不顾惜自己的死活,他便是自择与全军同归于尽,人们大可正当地指责他是个无能的将领,而非勇敢的将领。
ὁ μὲν γὰρ πολλὰ γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίαις, ὅστις δʼ οὕτως ἀπειρόκαλός ἐστιν, ὥστʼ ἄν, εἰ μὴ διὰ μάχης εἰς χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν ἄξιον εἰργάσθαι νομίζειν,3 οὐκ ἀνδρεῖος, ἀλλὰ ἄλογος καὶ τολμηρός ἐστιν.
凭藉谋略多方用兵之人,必以自精神生发的战绩为荣而心满意足;但若有人竟粗鄙浅陋至此,认为若不亲自通过肉搏与敌接战便一事无成,此人绝非勇敢,而是丧失理智与鲁莽。
ὅθεν ἐπιφαίνειν μὲν δεῖ τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν προθυμίαν ἐκκαλῆται τῶν στρατιωτῶν, ἀγωνίζεσθαι δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μηδ’ αὑτὸν αἱρούμενον ζῆν, σωζομένου δὲ καὶ τὴν ἰδίαν φυλάττειν ψυχήν· ἤδη γὰρ ἐπικυδέστερα τὰ τῶν φιλίων ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν ἐμείωσεν· οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δʼ εὐτυχοῦντες ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες.
因此,他固然应当向大众展现不惧艰险之姿,以激发出士兵们的热情,但自身作战时则须更加顾全安全;若军队蒙受灾祸,他自当视死如归,不苟且求生,但只要军队安然无恙,他便当保全自己的性命。因为以往曾有这样的事:己方本已胜券在握,却因将领战死而转胜为败;原本溃败的敌军看到对手群龙无首便重振士气,而原本顺遂的己方将士因寻不见自军统帅而军心动摇。
στρατηγοῦ δʼ ἔστι τὸ παριππάζεσθαι ταῖς τάξεσιν, ἐπιφαίνεσθαι τοῖς κινδυνεύουσιν, ἐπαινεῖν τοὺς ἀνδριζομένους, ἀπειλεῖν τοῖς ἀποδειλιῶσι, παρακαλεῖν τοὺς μέλλοντας, ἀναπληροῦν τὸ ἐλλεῖπον, ἀντιμετάγειν εἰ δέοι λόχον, ἐπαμύνειν τοῖς κάμνουσι, προορᾶσθαι τὸν καιρόν, τὴν ὥραν, τὸ μέλλον.
将领的职责乃是巡骑于阵列之间,显身于危难之人面前,奖勉英勇者,威吓怯懦者,催促迟疑者,填补阵线之缺口,必要时调遣连队,支援受困之部,并预见战机、时刻与未来的变局。
- 33.2ὅνπερ δʼ ἂν τρόπον... τοῦτον
由 ὅνπερ τρόπον... τοῦτον (τὸν τρόπον)(正如……同样地)构成的比喻性关联句式。前半部分关于舵手的比喻采用潜在祈愿句(εἰ... πράττοι, κινδυνεύειν ἂν συμβαίη 搭配 ἄν),而主节后半部分则采取前件祈愿语气(εἰ... καταβαίνοι)、后件直陈式将来时(ποιήσει)的混合条件句式。
- 33.3ὅμοιον δὴ κρίνω τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν
此处采用 ὅμοιον... τῷ...(与……等同)的句式,宾格不定式短语 τὸν στρατηγὸν ἐμπαραβαλέσθαι 与带冠词的与格不定式 τῷ ἀκηδεῖν 构成同等对比。属格宾语 τῆς συμπάσης... δυνάμεως 支配于 τῷ ἀκηδεῖν,其间插入了条件从句 εἰ πείσεταί τι(“若部队遭受任何不测”)。
- 33.4ὥστʼ ἄν, εἰ μὴ διὰ μάχης εἰς χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν ἄξιον εἰργάσθαι νομίζειν
引导结果从句的 ὥστε 连带表示潜在可能性的 ἄν,修饰不定式 νομίζειν。该结构与条件从句 εἰ... ἔλθοι(祈愿语气)相应,将相当于祈愿语气+ἄν 的归结从句转换为从属结果句中的不定式(ἄν + 不定式)。
