← 欧纳桑德

将领论

§32.1-32.10

断绝退路战术的利弊与临阵应变之谋

作者探讨了背水一战等切断己方退路的极端战术之是非利弊,告诫切勿拿全军押注不可测的运气,同时强调绝境中的决死气概以及临阵应变的机略之重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

Τοὺς μὲν γὰρ ἢ τὰ ἴδια καθαιροῦντας ἐρύματα στρατηγοὺς ἢ ποταμοὺς διαβαίνοντας ἢ κρημνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων, ἵνʼ ἢ μένοντες νικῶσιν ἢ βουληθέντες φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω· πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον τόλμης ἐστὶν ἢ γνώμης καὶ τῇ τύχῃ κεκοινώνηκε πλεῖον ἢ τῇ κρίσει.

对于那些或是拆毁自军壁垒,或是渡过河流,或是将悬崖深渊置于己方背后的将领们——以此迫使士兵们要么坚守而获胜,要么企图逃跑便毁灭——我既无法全盘赞许,也无法彻底责难;因为一切孤注一掷的冒险行径,与其说属于谋略,毋宁说更属于蛮勇,且与其说仰赖决断,毋宁说更多取决于运气。

§32.2

ὅπου γὰρ ἢ νικῶντα δεῖ κρατεῖν ἢ ἡττηθέντα τοῖς ὅλοις ἐσφάλθαι, πῶς ἐνταῦθʼ ἄν τις ἢ φρονήσει τὸ νικᾶν ἢ προαιρέσει τὸ ἡττᾶσθαι μαρτυρήσειεν;

因为在要么获胜而居于统治地位、要么失败便全军覆没的局面下,又有谁能证明胜利乃是出自明智,抑或败北乃是出于自愿呢?

§32.3

ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλοτόλμως κινδυνεύειν ἐπιτρεπτέον εἶναι νομίζω— καὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες οὐθὲν τοσοῦτον ἐλύπησαν—, στρατεύματι δὲ παντὶ τὴν ἄδηλον ἐκκυβεύειν τύχην οὐ δοκιμάζω.

我个人认为,全军之中少数士兵大胆冒险固然可行——因为他们若行动成功便能带来极大益处,若遭逢不幸也不会造成太大损失——,但拿整支军队去赌博不可测的命运,我绝不赞同。

§32.4

μάλιστα δʼ ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν, οἵ τινες ἐν μὲν τῷ νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῷ ἡττᾶσθαι μεγάλα βλάψειν τοὺς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν.

在我看来,尤为铸成大错者,乃是那些即使获胜也只能对敌军造成微小打击、而一旦失败却会给己方带来惨重伤害,却依然诉诸此类计策的人。

§32.5

Εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος εἴη, κἂν μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότʼ οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων τὰς φυγὰς τῶν φιλίων· ἄμεινον γὰρ ἐν τῷ τολμᾶν ἐπʼ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν,1 ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν.

然而,假使即便不采取冒险战术,己方的毁灭也是显而易见的,并且一旦敌军战败其覆灭亦确凿无疑,那么此时我认为将领切断己方退路便不算犯错;因为在勇敢进取之中,抱持着或许甚至不会遭受大难的渺茫希望而同时谋求一击,总好过眼睁睁看着无所作为必定全军覆没、却怯懦地坐以待毙。

§32.6

ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατʼ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ̓ ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις.

不过,将领不仅要在这种逃跑确实毫无生路的险要地形中指明这一点,更要在任何地点和任何战斗中反复教导:逃跑者必死无疑——因为敌军届时将肆无忌惮地压上,再无任何人能阻止追击者对溃逃者为所欲为——而坚守抵抗者生死尚未可知。

§32.7

οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρατάξεσιν, ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, μένοντες δʼ εὐκλεῶς τεθνήξονται, καὶ χείρον̓ ἀεὶ προσδοκῶσιν ἐκ τοῦ καταλιπεῖν τὴν τάξιν ἢ ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους ἄνδρες ἐξετάζονται.

因为凡是在战线上确信逃跑只会可耻地覆灭、坚守才能光荣地赴死,并始终预料擅离阵位必比坚守岗位带来更悲惨后果的人,在危难关头方能显露出作为最优秀战士的本色。

§32.8

διόπερ ἀγαθὸν μέν, εἰ πάντας οὕτως ἔχειν γνώμης πείσαι στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ̓ ὡς πλείστους· ἢ γὰρ παντελεῖς περιεποιήσατο νίκας ἢ μικροῖς ἐλαττώμασι περιέπεσε.

因此,倘若将领能劝导全体将士皆抱此信念,固然甚好;即使不能,也务必说服尽可能多的人;因为这样一来,他要么能大获全胜,要么便只遭受微小的挫折。

§32.9

Τῶν δʼ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς2 αἱ παρʼ αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπίνοιαι νίκης καὶ ἀντιστρατηγήσεις ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνονται τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ ἢ προβουλεῦσαι.

比起在交战前由将领预先构想的谋略,在战斗的关键时刻由熟稔用兵经验者所生发出的取胜计策与针锋相对的反制手段,有时反而更为繁多且更为惊人,这些是无法用言语预先言明或预先谋划的。

§32.10

ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δʼ ἐμπέσῃ χειμών, οὐχ ὃ βούλονται ποιοῦσιν, ἀλλʼ ὃ ἀναγκάζονται, πολλὰ καὶ πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ τῶν καιρῶν βοήθειαν· οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι συνοίσειν, ἐπειδὰν δʼ ὁ τοῦ πολέμου περιστῇ χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ ἡ μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.

因为正如舵手们自港口出航时,虽将船上一切器具整备妥当,可一旦遭遇风暴,便不再能随心所欲,而是不得不顺势而为,面对命运所迫的险境果敢地冒诸多风险,所运用的不再是从训练中得来的记忆,而是因时制宜的应变之策;将领们同样会按照自己认为有利的方式部署兵力,但当战争的风暴席卷而来,打碎并改变诸多既定安排、带来千变万化的变故时,眼前事态的景象便要求由形势催生的权谋,而激发出这些谋略的,与其说是经验的记忆,毋宁说是命运的逼迫。

语法注2 条
  1. 32.5ἐπʼ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν

    介词 ἐπί 支配中性与格形容词 ἀδήλῳ,其后同格接续定语化不定式短语 τῷ ... πείσεσθαί τι δεινόν,其后的 ἅμα καὶ δρᾶσαι ζητεῖν 则取决于 ἄμεινον(“在或许甚至不会遭受大难这一不确定前景下,同时谋求主动出击”)。该结构与后文的 ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν(“在无所作为必导致全军覆灭的确定无疑面前怯懦地按兵不动”)形成工整的平行对比。

  2. 32.9Τῶν δʼ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς

    置于句首的实质化中性复数分词属格短语,作为“比较属格”,修饰后文作表语的比较级形容词 πλείους καὶ θαυμασιώτεραι。虽然该成分与后方的实际主语(αἱ ... ἐπίνοιαι)及谓语之间存在大幅倒装与离隔(hyperbaton),但全句的核心骨架为:“比起将领们战前预先构想的事项(τῶν ἐπινοουμένων),战斗危急时刻所涌现的谋策(αἱ ἐπίνοιαι)有时更为丰富且更为令人惊叹。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:32.1-32.10