← 欧纳桑德

将领论

§22.1-22.4

预备队的配置、伪造援军与背袭战术

本节阐述在方阵外保留精锐预备队以救援疲惫部队,论述将一部兵力预置于远方以伪装成援军击破敌胆的计谋,并强调夜间迂回至敌军后方、在清晨交战后发起背袭乃最具威慑与决定性的战术。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵνʼ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ· καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι· τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο.

将领还应当在方阵之外另行部署一支精选之师,如同作战的预备队,以策应自军受挫吃紧的部位,从而能够随时调遣部队前往增援。无论如何,以精力充沛的新生力量突袭早已疲惫不堪之敌,历来获益匪浅;盖彼等既能重振处于困境中的己方战友,又能以充沛之气力痛击气力衰竭之敌军。

§22.2

γίγνοιτο δʼ ἄν τι καὶ τούτου χρησιμώτερον, ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις, ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι1 μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμβάλῃ τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν σκοπῶν ἀναστάντας ἐπείγεσθαι· καὶ μάλιστα τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία τοῦ καιροῦ καθυστερῇ· δόξαντες γὰρ οἱ πολέμιοι τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας2 εἰς φυγὴν ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον ἐπιέναι πλῆθος νομίζοντες.

若能于敌军难以察觉之处,将己方一部分军队派遣至距战线若干斯塔狄昂(以将领自认适足为准)之外,则可能取得较此更有益之效。将领当向其下令:一旦主力与敌军交锋,便在获知哨兵通报后立时起行奔赴战场。尤其在所期盼的援军延误战机时,更当行此计策。因为敌军见其到来,定以为彼等即是所期之援军,必是自某处赶来支援对手,或许甚至在其尚在逼近、突击队尚未接战之前便会仓皇溃逃,盖因敌军料想来犯之众远多于其实际人数。

§22.3

ἄλλως τε καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἐπιφάνειαι πολεμίων ἀπειράστων ἐκπλήττουσι τὰς ψυχάς· προλαμβάνουσαι γάρ τι χεῖρον, οὗ πείσονται,3 φοβερώτερον ἐκδέχονται τὸ μέλλον.

况且,在危急关头,未交战之生力军的突然出现最易惊骇人心;人心总会预想比实际所遭更为恶劣之后果,从而将将至之祸事料想得愈发可怖。

§22.4

Ἐκπληκτικωτάτη δ̓, ἢ καὶ δραστικωτάτη μάλιστα πάντων, ἡ κατὰ νώτου τῶν πολεμίων αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προεκπέμψαντι στρατιωτῶν σύνταγμα νύκτωρ ἐκπεριελθεῖν κελεῦσαι τοὺς πολεμίους, ἵνα κατόπιν αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀναστάντας ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν ἐπιφαίνεσθαι τοῖς πολεμίοις· οὐδὲ γὰρ φεύγουσιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας,4 οὐδʼ εἰς τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ τοὺς ἐξ ἐναντίας μαχομένους, οὐδʼ εἰς τὸ πρόσω φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους.

然而,在一切计策之中最令人惊骇且最具决定性作用的,莫过于出其不意突袭敌军背后。若有可能,在夜间预先派遣一支部队,令其迂回绕过敌军,全员插至敌军后方,待至清晨两军接战之后,伏兵自潜伏处杀出,在后卫线对敌发起突袭。如此一来,纵使敌军溃逃亦无生还之望,盖其既因正面交锋之敌而无法后转,又因背后压迫之师而无法向前突围。

语法注4 条
  1. 22.2γίγνοιτο δʼ ἄν τι καὶ τούτου χρησιμώτερον, ... ἐκπέμψαι

    带 ἄν 的希求法动词 γίγνοιτο 表达潜在可能。不定词 ἐκπέμψαι 作为不定代词 τι 的同格解释性补足成分,全句骨干为“派遣……可能会成为比这更有益的事物”。

  2. 22.2πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας

    在由 πρὶν ἤ 引导的不定词结构中,宾格分词短语 τοὺς ἐπιβάλλοντας(突击的部队)充当不定词 συμμῖξαι 的逻辑主语,意为“在突击部队接战之前”。

  3. 22.3προλαμβάνουσαι γάρ τι χεῖρον, οὗ πείσονται

    阴性复数分词 προλαμβάνουσαι 的逻辑主语为前句承接而来的 αἱ ψυχαί。关系代词 οὗ 受比较级 χεῖρον 所支配的省略先行词(τούτου,比较属格)吸引而变为属格(即关系词同化),原结构相当于 τι χεῖρον [τούτου], ὃ πείσονται(“比实际将承受者更为恶劣的某种后果”)。

  4. 22.4οὐδὲ γὰρ φεύγουσιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας

    由否定词 οὐδέ 与带 ἄν 的希求法动词 ἀπολείποιτο(潜在希求法)构成的句子。与格短语 φεύγουσιν ... σφίσιν 为利害与格(领属与格),意为“对于溃逃的他们而言,也不会再留有任何获救的希望”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:22.1-22.4