- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:23.1-23.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述将领在交战中巡视战线时,当在两军均能听见之处高呼己方获胜或敌将阵亡等虚假战况,以此鼓舞友军士气并动摇敌心。
Καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν, “νικῶσιν ἇνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν κέρας τῶν πολεμίων,” εἰ δʼ ἐπὶ τοῦ λαιοῦ, νικᾶν λεγέτω τὸ φίλιον δεξιόν, ἐάν τε καὶ κατʼ ἀλήθειαν ᾖ τοῦτο γινόμενον ἐάν τε μή· καὶ γὰρ δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου “μέγα νεῖκος ὄρωρεν·”1 οἷον βοῆσαι πάλιν αὖ2 μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ ἐπὶ θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος τῆς φάλαγγος, “τέθνηκεν ὁ τῶν πολεμίων στρατηγὸς” ἢ “βασιλεύς,” ἢ ὅστις ἄν ποτε ᾖ.
此外,将领有时应当沿阵策马奔驰,向部下高声呼喊:若他恰在右翼,便喊道:“左翼的将士正在击溃敌军右翼!”若在左翼,便应当宣称友军右翼正在取胜,无论此事是否确实发生。因为在“大战激起”之处,说谎实属必要——例如,当敌军主将身处远处,或在另一侧翼,或正在方阵中央督战时,再次高呼:“敌方大将阵亡了!”或是“国王阵亡了!”抑或是随他是谁。
καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθʼ ἅμα καὶ τοὺς πολεμίους κατακούειν· οἵ τε γὰρ φίλιοι τοὺς σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρροῦσι καὶ διπλάσιοι γίγνονται ταῖς προθυμίαις, οἵ τε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυνθανόμενοι συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ̓ ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην φήμην ὁρμᾶν.
呼喊这些话时,必须使敌军同时也能听见。因为友军听闻己方大获全胜,便重振勇气,斗志倍增;而敌军听闻自身受挫,则精神崩溃,以至于有时甫一得闻这般传言便仓皇溃逃。
οὕτως πολλάκις συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι,3 τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον.
因此,对友军虚报利好,对敌军谎称厄运,同时欺骗敌我双方,往往能收到奇效。
- 23.1μέγα νεῖκος ὄρωρεν
引用荷马史诗中的套语(如《伊利亚特》卷十三第122行等),在此作为谚语性熟语使用,指激战或重大危机爆发之时。ὅπου引出的从句中采用完成时直陈式 ὄρωρεν,表示面临生死存亡之决战的情境。
- 23.1οἷον βοῆσαι πάλιν αὖ
由副词性中性宾格 οἷον 搭配不定词 βοῆσαι 构成,用于引出具体例证(“比如再次大呼……”)。其后由 μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος 引导的独立属格结构则交代了施行该计策的具体情境。
- 23.3συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι
非人称动词 συνήνεγκεν(συμφέρω 的过去时,“曾带来助益”)以不定词短语 ἐξαπατῆσαι 作为主语,τοὺς φιλίους 为其宾语。此处不定过去时表达经验性的概括(格言性/经验性过去时),说明同时欺骗敌我双方往往具有实效。
