- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:21.1-21.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述防范侧翼包围的结阵要领与加强后卫的重要性,并提出应对新月形阵势的两类战术(三分法与斜行阵)及佯退诱敌的实战策略。
Τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ̓ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγα —ταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν ἐναντίων· τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα—, μήθʼ οὕτως ἐπʼ οὐρὰν συστελλέτω1 τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστʼ ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λαβεῖν.
希望防备侧翼包围的将领,既不可将兵力过度横向展开,以致方阵完全脆弱而单薄——因为敌军往往会迅速将其突破并打开通路,不再于侧翼实行包围,而是穿透中路转至对手背后;将领不仅要防备自身遭受此等厄难,若察觉敌军方阵薄弱,还当设法对敌施加此计——也不可将战线向后过度收缩、深结阵型,致使敌军能极其轻易地迂回包抄其侧翼并将其包入内侧。
ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν· οὐχ ἧττον γὰρ ἀποκωλύουσιν οἱ κατʼ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι2 τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην.
然而,他应当使后卫以及侧翼两边的部队同前列士兵一样坚强;因为后方的部队在阻止包围方面的作用绝不亚于向侧翼延伸的部队,只要将领或是料敌于先,将后卫展开并提升至方阵两翼旁边,使后方部队在两侧面对敌人的正面;或是向那些已被敌军抢先包围的部队下达指令,令其与前队背靠背倚立,展开双面战斗。
Ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς ἢ παρὰ ποταμίαν ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν κύκλωσιν τῶν πολεμίων, ἢ παρώρειαν ἐκλεξάμενος αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερκεράσαι βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους.
一位机敏的将领,眼见敌众而自己将以较少兵力临险时,会挑选并设法占据这样的地形:或依傍河岸结阵,以此阻退敌军的包围;或选依山麓,借山势本身阻绝欲迂回其侧翼之敌,并在高地上部署少数兵力,以阻止敌军攀越居高临下。
οὐ μὴν ἡ στρατηγικὴ φρόνησις ἐνταῦθα συλλαμβάνεται μόνον, ἀλλὰ καὶ ἡ τύχη· δεῖ γὰρ ἐπιτυχεῖν τοιούτων χωρίων· οὐ γὰρ αὑτῷ γε κατασκευάσασθαι δυνατὸν τοὺς τόπους· τῶν ὄντων μέντοι τοὺς ἀμείνους ἐκλέξασθαι καὶ τοὺς συνοίσοντας ἐννοῆσαι φρονίμου.
在此处,不仅是将道才智起作用,运气亦然;因为必须遇上此等地形,将领毕竟无法自造地形;然而,从现有地形中选拔更优者,并洞悉何者有益,乃智者所为。
Πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιήσαντες τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι προσάγονται τοὺς πολεμίους καὶ κατʼ ἄνδρα βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περιέχοντι κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες ἀλλήλαις εἰς κύκλου σχῆμα.
拥兵众多、部伍庞大的军队,往往惯于将战线摆成新月形发起进攻,认为如此能引诱企图进行贴身肉搏的敌军深入,继而在其步入半圆形弯道时,以环抱之凹湾将其截闭于内,再将自身两翼末端彼此衔接成环形。
πρὸς οὓς ἀντεπακτέον οὐχ ὧδε· τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύναμιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντιπαρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω· ἢ γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἑστήξονται, ἢ προϊόντες εἰς τοὔμπροσθεν, εἰ βούλοιντο προάγειν φαλαγγηδὸν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματοειδοῦς ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιν —τῶν γὰρ ἐπὶ κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ οἷόν τε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν —· ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος προάγουσιν ἀτάκτως εἰς τοὔμπροσθεν.
对抗此阵,不可如此应对;而当将自军分成三部,以其中两部各自攻击敌军一翼,而以剩下的一部对抗正对新月凹弯的敌军,令其面对敌军立定而不向前推进。因为敌军部署在中部的方阵若维持环形阵式,就会无所作为地徒然伫立;若向前推进,试图从新月弧形展开成直线方阵向前推进,则会相互挤压而自溃阵型——盖因两翼敌军留于原处交战时,半圆形绝不可能自然伸展为直线——;彼时敌军大乱、阵型瓦解,便可以第三支预备队突击从中段弧度无序前冲之敌。
ἐὰν δὲ διαμένωσιν ἐπὶ τοῦ κοίλου σχήματος, τοὺς ψιλοὺς καὶ ἑκηβόλους ἔνθα κατʼ ἀντικρὺ ταττέτω· βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος κύκλωσιν οὕτως ἀντεπιών· ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι κατʼ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατʼ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον.
若敌军执意保持凹陷之阵型,则可将轻装兵与投射兵正对该处配置;盖投射火力足以重创敌军。不仅如此,若以自身整个方阵呈斜线攻击敌军之一翼,以此方式应对新月阵之包围亦不致有失;盖正面的大队敌军长久无法全军接战,只能零星投入,仅有其一翼兵力在战斗,因斜行进攻之故,该翼兵力必然最先交锋。
Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν,3 ὡς καταπεπληγμένον, ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ̓ αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν· ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφʼ οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ παρʼ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.
此外,有时与敌对阵之后,全军如受惊般徐步退却,或转身在保持队列之下作近乎逃跑之退却,随后骤然折返逆袭来犯之敌,亦非无用之策。盖有时敌军误以为对手溃逃而大喜过望,散乱阵型争先恐后奔袭而来;面对此等敌军,转身接战全无危险,反能以出其不意止步反扑的勇气震慑敌军,使方才的追击者转而抱头鼠窜。
- 21.1μήθ̓ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω ... μήθʼ οὕτως ἐπʼ οὐρὰν συστελλέτω
关联连词 μήτε ... μήτε 连接两个第三人称祈使语气动词(ἐκτεινέτω 与 συστελλέτω),其后各自带动表示结果的 ὥστε 从句。在第一个 ὥστε 从句后插入了长句(—ταχὺ γάρ ... φάλαγγα—),构成长距离的分隔(hyperbaton),但骨干结构仍是平行的双重禁止:既不可过宽而致薄弱,亦不可过深而致窄短。
- 21.2τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι
动词 φθάνω 的被动完成时分词 ἐφθασμένοις 与不定式 κυκλωθῆναι 搭配,表示“被抢先一步已被包围的人”。与格作主动词 παραγγείλῃ 的间接宾语,而其后的分词 ἐγκλίνοντας 则转化为宾格,作为不定式结构 ἀμφίστομον ποιεῖσθαι τὴν μάχην 的逻辑主语。
- 21.9ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν
短语 ὑπὸ πόδα 为军事术语习语,意为“面向敌人一步步稳步后退(step by step)”。与格 τῷ στρατεύματι 作伴随或手段与格(“率全军 / 全军一起”)。
