- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:11.1-11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了虽现交战吉兆却因地形陷阱与佯退包围而导致全军覆灭的危险,告诫将领须戒备敌军撤退并留兵固守退路,同时要求将领随时随地接见任何前来通报军情者。
α. Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι.
然而,鉴于祭牲对献祭者而言往往显示利于交战,却有时通过交战预示着全军的彻底覆灭,我认为极为有必要就此阐述。
τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι, τὴν δʼ ἀλλοτρίαν οὐκ ἴσασι. πολλάκις δʼ εἰ στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις, τῶν δʼ ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων, ὡς κατορρωδοῦσιν ἕπεται,1 τῶν δὲ ταὐτὸ τοῦτο ποιούντων, ἕως ἔλθωσιν εἰς δυσχωρίας καὶ περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν εἰς τοὺς τόπους ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς, ᾗ τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάς τε εἰς τοὔμπροσθεν διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ τινὶ συνεπέδησαν μὲν τοὺς πολεμίους, ὁ δὲ παριὼν μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπικεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς προσελθὼν οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τά τε πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων ἢ συνηκοντίσθη μετὰ τοῦ στρατεύματος, ἢ ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, ἢ παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ ὅ τι βούλονται διαθεῖναι.23
因为普天之下适有多种多样的地形构型,而各人将在何种地形中作战尚不可知;人们对于本国乡土固然拥有经验,对于异邦土地却一无所知。 往往有这样的情况:若将领听闻敌人尚在一日行程之外,便整军出发,急于同敌人展开交战,见敌人故意后撤而不作坚守,便以为对方畏惧而尾随追击;当敌人一再如此退却,直至来到险阻之地及群山合抱之所时,他仍毫无防范地紧迫不舍;随后他率军闯入该地,其进军的入口便被敌人切断,敌军扼守前方的通道,并控制周遭所有的高地,如入兽笼般将敌手围困;而长驱直入的将领因受冲劲驱使,自以为正紧追避战的敌人,在逼近敌人时茫然不觉;及至环顾前后两侧,目睹四下全被敌军布满之时,他要么与全军一同被标枪攒射致死,要么既无力还击又拒绝投降而令全军饿死,要么束手就擒、任凭敌人随心所欲处置。
δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλλον τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δἰ ὧν ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δʼ ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μηδʼ εἰσβάλλειν, ἀλλʼ ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παραφυλάττοντας, ἵνʼ ἀσφαλής σφισιν ἡ ἀνακομιδὴ γίγνηται.
因此,必须对敌人的撤退心存戒备,切不可鲁莽追击,而应当审视地形甚于注视敌人,看清自己率军穿过的地域,并思量日后必循原路返回,从而要么根本不予进入而折返行军,要么在进入时预作筹谋,在山隘与连绵的山脊上留下守备兵力,以便全军得以安全撤回。
ταῦτα δʼ εἰρήσθω καὶ τοῦ καταστρατηγεῖν οὕτως εἵνεκα καὶ τοῦ μὴ καταστρατηγεῖσθαι· καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι. β.
申明这些道理,既是为了能够以此智胜敌人,亦是为了不致为敌所算;因为能以此法擒敌固然是美事,但不为敌所擒则是必不可少的。
Προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν καὶ ἐν πορείᾳ καὶ ἐν κατασκηνώσει καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς· οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς ὑπηρέταις τοὺς προσιόντας ἀνακόπτειν κελεύοντες πολλῶν καὶ μεγάλων εἰκότως διαμαρτάνουσι πραγμάτων, ἢ καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες σφάλλονται· πολλάκις γὰρ ἐν ὀξεῖ τὸ δυνάμενον καιρῷ φθασθῆναι4 πάρεισίν τινες μηνύοντες.
此外,无论奴隶还是自由人,不论夜间还是白昼,行军抑或宿营,乃至歇息、沐浴或用膳之时,凡欲有所通报者,将领皆当接见;盖因拖延延误、难以接近、并吩咐侍从将来访者拒之门外之人,理所当然会痛失许多重大契机,甚至因疏忽懈怠而导致全盘覆灭;因为常常有人前来告密通报能够在紧要关头先发制人的事宜。
- 11.3ὡς κατορρωδοῦσιν ἕπεται
κατορρωδοῦσιν 为现在分词与格复数阳性,指代前文的撤退之敌(τῶν δʼ ὑποχωρούντων),作动词 ἕπεται 的宾语;连词 ὡς 表主观动机或认定(“以为[敌人]心怀畏惧”)。
- 11.3τοῦ ὅ τι βούλονται διαθεῖναι
带冠词不定式属格 τοῦ διαθεῖναι 作形容词 κυρίους(“……的主人/对……拥有全权”)的宾格性属格;从句 ὅ τι βούλονται 作不定式 διαθεῖναι 的宾语(“随心所欲处置”)。
- 11.3πολλάκις δʼ εἰ στρατηγὸς ἀκούσας... κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ ὅ τι βούλονται διαθεῖναι.
以 πολλάκις δʼ εἰ 开头构成的长句复合句。句子由条件从句/现在时叙述(ἄγει, ἕπεται, ἐπίκειται)经由句式脱节(anacoluthon)转入由 εἶτα 引领的过去直陈式核心谓语(ἀπεκλείσθη, συνεπέδησαν, 以及末尾的三重选择肢 ἢ συνηκοντίσθη... ἢ... διέφθειρεν... ἢ... ἐποίησε),生动描绘了一幅典型的战术诱敌覆灭图景。
- 11.6ἐν ὀξεῖ τὸ δυνάμενον καιρῷ φθασθῆναι
修辞性分拆(hyperbaton):介词短语 ἐν ὀξεῖ καιρῷ(“在紧要关头”)的名词 καιρῷ 与定语 ὀξεῖ 被分词短语 τὸ δυνάμενον φθασθῆναι(“能够先发制人的事宜”)隔开;该中性分词短语作 μηνύοντες 的直接宾语。
