- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:12.1-12.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述与敌营对峙扎营的将领当依主导权之所在妥善安排部队进食时机,以防士兵空腹陷于苦战而致疲竭溃败。
Ἀντιστρατοπεδεύων δὲ πολεμίῳ χάρακι μηδὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας ἀμελείτω· ἐὰν μὲν γὰρ ἐφʼ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι,1 καὶ ἡνίκα ἂν ἐθέλῃ, παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι· ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους ἢ χάρακος ἀσθένειαν ἤ τινας ἄλλας αἰτίας, ὥστʼ ἐπὶ τοῖς πολεμίοις ἀπολελεῖφθαι τὸ ἐξάγειν ὁπότε προαιροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες2 οἱ πολέμιοι τὴν ἀνάγκην τοῦ μάχεσθαι.
与敌军营垒相对扎营时,切不可忽视适时进食;盖因若将领认为,在自己愿意之时将全军列队备战悉由自己掌握,便当在意欲的任何时候下令部队进食;然而,若他因某种地形、营垒之薄弱或其他原因而陷入如此紧迫境地,以致何时出兵的主动权落入敌军之手,并由敌方将拿起武器列阵迎战的紧迫局面强加于己,便切不可犹豫于破晓时分即鸣号进食,以免敌军先发制人,迫使己方士兵空腹应战。
καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν· ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον, δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν· πολλάκις καὶ παρὰ τοῦθʼ3 ἡττήθη στρατόπεδα τῆς ἰσχύος ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὀξεῖ καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ διʼ ἡμέρας ὅλης λαμβάνῃ τὸ τέλος.
总而言之,对此类事情的预筹既不可等闲视之,亦不可疏忽大意;盖因进食适度而不使胃中负载过饱的士兵,在作战中更为精力充沛;当战事的胜负并非在转瞬之间决出、而是历时整日方告终局之时,体力因饥乏而衰竭、军队亦往往因此而遭致败绩。
- 12.1ἐφʼ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι
前置词短语 ἐφʼ ἑαυτῷ(ἐπί 接与格)作表语,意为“在某人掌握之中”或“取决于某人”。冠词短语 τὸ ὅτε βούλεται ... ἐκτάττειν 充当不定式 εἶναι 的主语(宾格主语),整体构成由 νομίζῃ 支配的宾格加不定式结构。
- 12.1μὴ φθάσωσιν νήστισιν ἐπιθέντες
连词 μή 引领接续法 φθάσωσιν 表示担忧(“唯恐/以免”)。动词 φθάνω 搭配补充实名词分词 ἐπιθέντες,表示“抢先施加……”,形容词 νήστισιν(νῆστις 的与格复数)在此充当修饰承受者的表语性同位成分(即在饥饿状态下)。
- 12.2παρὰ τοῦθʼ
前置词 παρά 接中性代词宾格 τοῦτο,在此不表空间位置,而是表示原因或根据(“由于此事”或“因此”),指代忽视此类进食预筹之事(即下文所说因饥乏而体力衰竭的情况)。
