- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:10.18-10.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中阐述了将领通过收缩营垒伪装兵力薄弱以诱敌松懈并实施突袭的谋略,以及秘密行动前彻底保密的必要性。随后强调行军交战前必须举行牺牲占卜,以吉兆提振士气并顺应神意。
μήτʼ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ̓, ἂν καὶ παραμήκη, καταπληττέσθω.
因此,将领在见到周长狭小而紧缩的营垒时,应当考量地形与构型,既不可心生轻视,亦不可在见到狭长延伸的营垒时惊慌失措。
Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω· δοκείτω δὲ καὶ δεδιέναι.
然而,通晓这些道理之后,他应当在适当时机运用巧妙的谋略:按照前述的形状在狭小空间内扎营,若有必要甚至将全军紧缩聚集,既不要引军向前,也不要向对阵扎营的敌人展示兵力,在敌人前来挑战交战时切勿出击,反而应当佯装畏惧。
πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες ὡς ὀλίγων ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι,1 ἢ καὶ τῷ χάρακι περιστάντες πολιορκοῦσιν ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους·2 ἡ δʼ ἀνελπιστία τῶν δεινῶν ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκδραμόντα τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων.3
因为敌人往往因认定对手人数甚少而心生轻蔑,单凭外表而非用兵经验判断局势,行事变得怠惰轻忽,戒备松懈且队形散乱地走出自家营垒,深信敌人绝不敢向他们发起反击;或者他们甚至围拢在营栅四周展开围困,根本不曾预料到即将倾巢而出的大军;而对险情的不设防正使士兵更加懈怠疏忽。此时,将领应当抓住战机,率军整肃地从营栅的众多便门杀出,勇毅地处置眼前的局势。
Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής· ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ παθεῖν· αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται. θ.
懂得如此用兵之人,即便是敌人以同样的计策对其施以谋略,他亦能洞察其奸,从而在采取行动时明智机敏,在防备暗算时深谋远虑;因为凭着使他自己懂得该当如何行事的经验,当他人施行相同手段时,他便能借此明白自己应当避免遭受何种危害;盖因施加危害的切身体验,亦是测度近邻敌手企图的准绳。
Προάγειν δʼ εἰ δέοι νύκτωρ ἢ μεθʼ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους, ἄλλως δʼ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτʼ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν.
若有必要在夜间或白昼进军执行某项秘密行动,无论是企图夺取堡垒、城池、高地或隘口,抑或是执行其他唯有出其不意、瞒过敌人方能速决的行动,将领决不可向任何人预先透露行军的目标与企图,除非他认为必须先行告知某些指挥官。
γενόμενος δʼ ἐπʼ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρʼ ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω· ταχὺ δὲ τοῦτο ἔστω καὶ διʼ ὀλίγης ὥρας· ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις ἴσασιν.
当部队抵达现地、采取行动的良机临近之时,他方可传达口令并宣示该当采取何种行动;且此举应当迅速并在短时间内完成,因为在指挥官听闻的同时,其麾下部众亦能获悉。
ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν· οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρʼ οὓς ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων· οὐκ ἔστιν δʼ ἀφʼ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον. ι.
在适当时机到来之前便向全军公开行动计划之人,实属愚蠢且必遭失败;因为奸佞之徒最常在此类关头叛变投敌,他们以为凭借陈述与通报情报便能在敌方博取尊崇与厚赏;而在任何军队中,皆不乏奴隶与自由人因战争必然带来的种种借口而相互逃亡至对方阵营。
Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος· ἀλλʼ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά· ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον ἀγαθὸν γενέσθαι.
将领在未曾预先献祭占卜之前,既不可率军启程行军,亦不可排兵布阵准备交战;相反,应当令主祭者与占卜官随侍左右。将领自己亦能凭经验亲自审视祭牲的内脏兆象,自是最佳;而迅速学会此道并成为自身良善的参谋,实属至易之事。
γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἵνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι· πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτʼ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους· αὐτοὶ γὰρ ὀπιπεύονται κατʼ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, ἡ δʼ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας ἀνέρρωσεν.
祭牲呈现吉兆之时,将领方可开展一切行动,并召集所有将校亲临检视祭牲兆象,以便他们亲眼目睹之后,能够向麾下部众宣告神明下令交战、令众人鼓起勇气;因为当军队确信自己是顺应神明的旨意奔赴险境时,必定士气大振。士兵们各自皆会暗中留意并观察各种征兆与言语,而代表全军所获的吉兆,甚至能令私下沮丧之人重振精神。
ἐὰν δʼ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον4 —οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον5—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας.
然而,若祭牲呈现相反的凶兆,则应留守原地,即便有万分火急之事,亦当忍耐承受一切困厄——因为人所能遭受的祸患,绝不会比神明预先昭示的更为惨烈——盖因事态若能好转胜于当下,必当呈现吉兆;为此在一日之内应当反复多次献祭;因为单单一个时辰或转瞬片刻的光阴,便曾令操之过急者或行动迟缓者痛悔莫及。
καί μοι δοκεῖ τὰς κατʼ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.
而在我看来,牺牲占卜乃是通过内脏、以一种异形的考察方式,预先昭示天穹星辰的运行、升落,以及三角形、四边形和对冲等星盘构型的交角;正是这些构型的微细差异、力量与行星擢升,在单单一日、乃至一个时辰之内,便造就了君王,亦铸成了阶下囚。
- 10.20ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι
带有连词 ὡς 的属格独立结构(genitive absolute),表示主句主语(敌军)主观上的认定或借口,即深信对手不敢出击。将来时分词 τολμησόντων 对应直接引语中原本的将来时直陈语气(οὐ τολμήσουσιν)。
- 10.20ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους
形容词 ἀπροσδόκητοι 作主语的主格补足语,支配其后的宾格性属格 τοῦ... πλήθους,表示敌人在围攻时“未曾料到即将涌出的大军”。
- 10.20τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων
由非人称动词 δεῖ 支配的结构。中间态不定式 ἔχεσθαι 支配属格(τῶν... πραγμάτων),意为“着手、紧抓(眼前事务)”。不定过去时分词 ἁρπάσαντα 与 ἐκδραμόντα 呈宾格,与不定式未明示的逻辑主语一致。
- 10.27μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον
不定式 μένειν 与 ὑπομένειν 用作命令不定式(infinitivus pro imperativo),与上下文中的祈使语气命令(如 ἀρχέσθω、καλείτω 等)承接,表达指示与规劝。
- 10.27οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον
由比较级 χεῖρον 所支配的比较属格。关系代词 ὧν 经历了关系词格同化(attractio relativi),原为 προμηνύει 的宾格宾语(ἅ),因省略的先行词 τούτων 为属格而被吸引变为属格。
