- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:10.9-10.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述将领处置敌方间谍的策略、夜间哨兵的轮值站立与篝火配置、夜间隐秘撤军方法、与敌将会晤时的威慑布置、对降卒的严密管控,以及依营盘几何形状与地形研判敌军兵力的要诀。
Εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κεχρήσθω γνώμῃ· ἀλλ̓, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ, κτεινάτω τούτους, ἂν δὲ καὶ ὁπλισμῷ καλῷ κεχρημένος ᾖ καὶ παρασκευαῖς ἐντελέσι καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν ἐπιδειξάμενος οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας.1 τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων ἀγγελλόμενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δʼ ἐλαττώματα θαρρεῖν παρεστήσατο. δ.
将领若擒获间谍,不可拘泥于单一的准则。相反,若他认为己方实力逊于敌方,当斩杀他们;但若他拥有精良的甲兵、完备的给养、强大的兵力、强健的体魄、顺从的军队、最优秀的将校以及操演纯熟的经验,那么在带领间谍阅视整饬的军阵之后,即便将他们毫发无伤地放归,也决无差错。因为敌方优势经由报告,必迫使对手畏惧,而劣势则令对手心生胆气。
Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵνʼ ἐν μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται· οὔτε γὰρ ἀναγκαστέον οὔθʼ ὑπισχνουμένοις πιστευτέον ὅλην ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς· εἰκὸς γάρ ποτε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν αὐτόματον ὕπνον ἐπελθεῖν.
他应当部署更多的哨兵,以便分班轮换夜间时刻,使一部分人得以睡眠,另一部分人保持清醒。因为既不应强迫同一些人整夜不眠,也不应轻信自告奋勇整夜守望之人;盖因四肢力竭之时,睡意往往不期而至,违拗人意自发袭来。
ὀρθοὶ δʼ ἑστῶτες φυλαττόντων· αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις συνεκλύουσαι τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, ἡ δʼ ἀνάστασις καὶ ὁ τόνος τῶν σκελῶν ἐγρήγορσιν ἐντίθησι τῇ διανοίᾳ.
哨兵应当站立守卫;因坐下或倚靠皆会松弛身躯,引人昏睡,而起立与双腿的紧绷则能令心神振作警醒。
καιόντων δʼ οἱ φύλακες πυρὰ πορρωτέρω τῆς στρατοπεδείας· οὕτως γὰρ τοὺς μὲν προσιόντας διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δʼ ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται,2 μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν. ε.
哨兵当在远离营垒之处点燃篝火;因为如此一来,他们便可借助火光从远处看清逼近者,而对于身处光照中的敌人而言,置身黑暗中的哨兵在近身交手之前则全然不可见。
Εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους προκαταλαβέσθαι προαιρούμενος ἢ τοὺς ὄντας φεύγων ἢ μηδέπω βουλόμενος εἰς ἀνάγκην ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω· βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδρας τε προεκπέμπουσι καὶ διώκουσιν. ς.
若将领某时意欲在夜间神不知鬼不觉地拔营行军——无论是企图先行抢占有利阵地,抑或是撤离现地,还是尚不愿被迫陷入交战——他当在燃起众多篝火之后再行撤离。敌人看到火光,会以为他依然留守原处;若在此期间军营顿失火光,敌人便会起疑其正在逃遁,从而预先设伏并展开追击。
Ἐὰν δʼ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλʼ ἐξ ὧν εἶδεν ἐφοβήθη. ζ.
若将领留在原地而某时与敌方将领会面谈判,意图亲自陈辞或听取对方之见,他应当挑选军中年轻一辈中最精壮、最显赫拔萃、体魄魁伟健美之人,为其佩戴耀眼的铠甲随侍左右,然后前往会晤。因为人们往往因瞥见局部而推想全局,敌将往往并非因听闻之言被说服该当如何,而是因目睹之威慑而心生恐惧。
Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δʼ ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι τὸ στράτευμα, παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται· πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους. η.
若有降卒投诚,声称能通报良机或突击时刻,或许诺充当向导、带领部队经由敌军看不见的瞭望处行进,将领当将其捆绑押解,并向其明示:若他们所言属实,且所行一切皆有利于本军的安全与胜利,将领将予以释放并厚加封赏;但若他们欺瞒说谎,企图将部队送入其同胞之手,则在危急关头,他们将在枷锁中被陷入险境的将士当场斩杀。盖因对于提供情报的降卒而言,最可靠的担保莫过于他自己不再是自身性命的主宰,受其引领者才是。
Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως· μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους ὀλίγους εἶναι — πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας,3 καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω· τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δʼ ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων.
将领亦当凭经验审视敌军营盘。若在平原上见敌军营栅呈圆形、周长狭小而紧缩,不可据此断定敌军人数甚少——因为任何圆形在外观构型上,皆比按照几何比例测算的考察结果显得狭小,而其包围的内部空间所能容纳的人数,实多于单凭目测所作的推断;若营栅各边呈长条延伸,某些部分狭窄,或呈曲折、多角与锐角,亦不可预期其内有庞大人数。因为营垒外观看似宏大,但其中围拢的人数却未必多于圆形营盘所容纳之人。
οἱ δʼ ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν· πολλὰ γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη· τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτείνεται.
至于山岳丘陵之上的营栅,除非各处皆紧密相连,否则其外观虽看似大于平地营垒,内部所容兵员却少于其外表所示。因为营内会留出许多无人驻守的空白区域;盖因在此类地形中,必然多有深壑、峭壁、险峻不适驻扎之处,而营栅既立于兵员前方,其长度自当大大延伸。
- 10.9οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας
带有 ἄν 的潜在希求语气(οὐκ ἂν ἁμάρτοι)统领补充性分词 ἀποπέμψας(“即使放归……也绝不会犯错”)。副词性连词 καί 起强调作用,修饰 ἀθώους 或整个分词短语(“甚至毫发无伤地放归”)。
- 10.12τοῖς δʼ ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται
与格短语 τοῖς ἐκ τοῦ φωτός 表示判断者或视角(“对于置身光照中的人而言”)。动词 ἀθρήσονται 为被动表态(“他们将不被看见”),主语哨兵由情况分词短语 ἐν σκότῳ τυγχάνοντες(“置身黑暗中”)加以修饰。
- 10.16ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας
比较级宾格 ἐλάττω(修饰 τὴν τοῦ σχήματος ὄψιν)支配比较属格 τῆς ... θεωρίας。分词 στερεομετρουμένης 指通过几何比例进行的测算,整句意为“其构型的外观比依几何测算所得之考察显得要小”。
