← 欧纳桑德

将领论

§10.1-10.8

平时的阵形操演与模拟战以及劫掠时的纪律

详述将领在平时应进行的队列演练、模拟实战以及步骑兵的体能训练方法,并强调在敌境劫掠时维持军纪与配备护卫的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

α. Διόπερ ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν,1 ὅτʼ οὐκ ἐπείγουσιν αἱ τῶν ἐκ παρατάξεως ἀνάγκαι, καὶ τὰ ἄχρηστα διὰ τὴν τῶν σωμάτων ἄσκησιν ἐπιτάττειν. ἱκανὴ γὰρ στρατοπέδοις ἄνεσις, κἂν σφόδρα ταλαίπωροι ὦσιν, ἡ μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώνισμα πεῖρα.2 γυμναζέτω δὲ τοιοῖσδέ τισι τρόποις.

因此,在没有阵前战斗的紧迫需求之时,筹备实用之务,并为了锻炼体魄而下达看似无益的劳作指令,乃是优秀将领的职责。因为对于军队而言,哪怕承受极大的劳苦,只要不经受真正危险而针对实际战斗进行的演练,便已是充分的休整。他应当用以下几种方式来操练兵士:

§10.2

Ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν̓ ἐν μελέτῃ σφίσιν ᾖ τὸ μένειν ἐν τάξει, καὶ ταῖς ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνόμενοι, τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους, ὑπʼ τάς τε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις ἐπὶ λαιὰ καὶ δεξιά, καὶ λόχων μεταγωγὰς καὶ διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δἰ ἀλλήλων ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους διαιρέσεις, καὶ τὰς κατάξεις καὶ τὴν ἐπὶ φάλαγγα ἐκτείνουσαν καὶ τὴν ἐπὶ βάθος ὑποστέλλουσαν, καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ̓ ἂν οἱ κατʼ οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυκλουμένους μάχωνται, καὶ τὰς ἀνακλήσεις ἐκδιδασκέτω.3

首先,在向所有人分发武器之后,将他们排布成阵,以便保持阵型成为他们的日常操练,并让他们在相貌与姓名上彼此熟稔,知道谁统领谁、身处何地、排在多少人之后;并彻底教会他们队伍的拉伸与收缩、向左与向右的回旋、连队的调动、间隔与密集、穿插交错与进出、连队的拆分、纵队排列、向横队延伸以及向纵深缩聚、当后卫兵掉头对抗合围之敌时的两面应敌,以及鸣金收兵的信号。

§10.3

Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπʼ ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δʼ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρρυθμισμένῃ τῇ χειρὶ δἰ ὀξύτητος μεταφέρουσιν, ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς· τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν.

因为正如在乐器上,初学演奏者将手指放在管乐器的孔洞或琴弦的间隔上时,常常将一个手指搭在另一孔弦之上,并不符合谐和的音距,随后勉强伸展开来,抬指迟缓,落指亦迟缓;而精通音律者凭借那已自然合拍的手,迅捷地将手指移至想要按抑气流、开启孔洞或拨弄琴弦之处。正依此理,那些对阵列生疏未受操练之人,在一片混乱中彼此纠缠出错,耗费极多时间才勉强排定阵位;而训练精熟者则能迅速奔赴阵型,宛如出于天成,呈现出一幅整齐和谐的美观景象。

§10.4

Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλλειν· ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην·4 δείξας δʼ αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι· ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω· καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.

随后,将军队分为两队,通过分发茴香茎或标枪杆,使他们在无铁刃的不流血战斗中交锋;如果有翻耕多土块的田地,亦可命令他们拾起土块投掷;若有牛皮条带,亦当用于此种对抗。向他们指出丘陵、高岗或陡峭之地,令他们奔跑占领;有时亦可将部分士兵部署于其上,分发我刚才提到的非铁武器,并派遣其他人将他们逐出;然后对坚守阵地未被驱逐者,或成功逐出对方者予以奖赏表彰。

§10.5

ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δʼ ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν ᾖ, πολυτελέστερον οὐθὲν ἐπιζητοῦν· ὁ γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα.

因为从这种锻炼与操练中,军队得以保持健康,无论吃喝什么,即便粗粝简陋,也能甘之如饴,不再寻求更为昂贵之物。由劳苦而生的饥渴正是充分的佳肴与甜美的佳酿,他们的身躯也会变得更为坚实强韧、不知疲倦,在汗水、粗重的喘息、气促、无遮蔽的酷热以及露天的严寒中得到历练,从而熟稔于将来的险难。

§10.6

Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφʼ ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν· οὐ γὰρ οἶόν τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι. β.

同样,他也应当操练骑兵,在平原上以及紧靠山丘根基之处组织竞速、追逐、冲撞交锋和前哨散战,只要尽可能触及崎岖地面即可;毕竟骑兵强行攀登陡坡或顺斜坡疾驰而下是不可行的。

§10.7

Σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν, ἐπειδὰν εἰς εὐδαίμονα πολεμίων εἰσβάλῃ χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας· αἱ γὰρ μέγισται συμφοραὶ κἂν τοιοῖσδε γίγνονται· πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις ἐπιπεσόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι τοὺς ἀποχωροῦντας ταῖς ὠφελείαις οὔτε τοῖς ὅπλοις χρῆσθαι δυναμένους οὔτʼ ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς διέφθειραν.

在劫掠采集方面,将领亦当保持审慎,一旦攻入敌方富庶之境,切勿任由部队漫无秩序地争抢战利品;因为最为惨重的灾祸即便在此种情形下也会发生。敌人常常突袭那些为了劫掠而散乱奔突的士兵,由于人多无序,加之撤退者背负战利品沉重不堪,既无法使用武器,又不能互相策应,以致许多人被歼灭。

§10.8

εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός γε μὴν ὅτʼ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται, μένοντες δὲ ἐν τάξει παραφυλάξουσι τοὺς προνομεύοντας, ἵνʼ ᾖ σφισιν ἀσφαλὴς ἡ ἀποχώρησις.

若有人未经将领许可擅自劫掠,当予惩处。至于将领本人派遣部队搜掠战利品时,务须为轻装和非武装士兵配备具备战斗力的骑兵与步兵;这些人不参与劫掠,而是保持阵列护卫劫掠者,以确保他们能够安全撤退。

语法注4 条
  1. 10.1ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν

    ἀγαθοῦ στρατηγοῦ 为表语性属格(表示所有、职责或特征的属格),与省略的系动词 ἐστί 连用,意为“……乃是优秀将领的职责(特征)”。句子真正的主语是由后面的不定式短语 κατασκευάζειν 与 ἐπιτάττειν 充当。

  2. 10.1ἱκανὴ γὰρ στρατοπέδοις ἄνεσις, κἂν σφόδρα ταλαίπωροι ὦσιν, ἡ μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώνισμα πεῖρα

    该句的主语是带有冠词的名词短语 ἡ ... πεῖρα(“不经受危险而针对真实战斗的试练”),而 ἱκανὴ ... ἄνεσις 则是前置的表语。夹在中间的 κἂν σφόδρα ταλαίπωροι ὦσιν 是让步状语从句(“即便他们承受极大的劳苦”)。

  3. 10.2ἐκδιδασκέτω

    该命令式动词统领自 Ἐκταττέτω 开始的长句后半部分。跨越插入的从属结构(ἵνʼ 从句、分词短语及间接疑问句),以 τάς τε ἐκτάσεις 开头的一连串并列宾格短语(军事演练项目)全都是该动词的直接宾语。

  4. 10.4ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην

    ὄντων δὲ καὶ ἱμάντων ταυρείων 是独立属格结构,表假设条件(“若还有牛皮条带的话”)。动词 χρήσθων 是异相动词 χράομαι 的第三人称复数现在时中动态命令式,主语承前指士兵们,意为“让他们将其用于战斗”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:10.1-10.8