← 欧纳桑德

将领论

§1.1-1.13

将帅的选拔标准与应具备的德才资质

作者分项详述了挑选将帅时不当依凭门第或财富,而应看重节制、克己、才智、适宜年龄与雄辩等个人德行与资质的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας,1 ὥσπερ τοὺς ἱερέας, οὐδὲ κατ̓ οὐσίας, ὡς τοὺς γυμνασιάρχους, ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλάργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον.

因此我认为,挑选将领时不应像挑选祭司那样依门第来评判,亦不应像挑选体育馆长那样依资财来评判,而应当挑选一位节制、克己、清醒、简朴、耐劳、聪慧、不贪财、非过于年轻亦非过老、若有可能且育有子女、能言善辩、声名显赫之人。

§1.2

σώφρονα μέν, ἵνα μὴ ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα.

节制,是为了免受肉体享乐的牵制,而荒废了对关乎全局之大事的顾念。

§1.3

ἐγκρατῆ δέ, ἐπειδὴ τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν· αἱ γὰρ ἀκρατεῖς ὁρμαὶ προσλαβοῦσαι τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας.

克己,是因为他将执掌如此重大的权力;盖因放纵的冲动一旦获得为所欲为的权柄,面对欲望便会难以遏制。

§1.4

νήπτην δ̓, ὅπως ἐπαγρυπνῇ ταῖς μεγίσταις πράξεσιν· ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται.

清醒,是为了让他对最重大的军务保持警醒;盖因在大多数情况下,唯有在夜深人静、心灵安歇之时,将帅的决断才臻于完备。

§1.5

λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν αἱ πολυτελεῖς θεραπεῖαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν.

简朴,是因为奢靡的仪从消耗无谓的光阴于统帅的享乐之中,使人之精力空竭。

§1.6

διάπονον δ̓, ἵνα μὴ πρῶτος τῶν στρατευομένων, ἀλλʼ ὕστατος κάμνῃ.

耐劳,是为了使他在行伍之中不是最先、而是最后感到疲惫。

§1.7

νοερὸν δέ· ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατηγὸν ἐπὶ πᾶν ᾄττοντα δἰ ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον ὡσεὶ πτερὸν ἠὲ νόημα· πολλάκις γὰρ ἀπρόληπτοι ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον.

聪慧;因为将领必须机敏,以其灵魂之迅速敏锐地投向万事,诚如荷马所言“宛若飞翼或心念”;因往往在意料之外的变乱突降之际,迫使人随机应变以谋取有利之举。

§1.8

ἀφιλάργυρον δέ· ἡ γὰρ ἀφιλαργυρία δοκιμασθήσεται καὶ πρώτη· τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη παραιτία· πολλοὶ γάρ, κἂν διὰ τὴν ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται· δεινὸν γὰρ πολεμίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.

不贪财;因为不贪财乃是首先当受检验的品德;盖因此乃廉洁奉公、光明磊落统理事务之首要根由;盖因众人之中,纵然凭其勇力敢于正视层层盾阵与矛戟,却在黄金面前迷失双眼;对于敌方而言,此物实乃可畏之武器,且是克敌制胜之利器。

§1.9

οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος, ὁ δʼ ἀσθενής· οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ.2

非过于年轻亦非过老,是因为前者不可靠,后者衰弱无力;二者皆不安稳——年轻人,恐因其鲁莽之勇力而招致失策;老年人,恐因其天生之衰竭而有所怠误。

§1.10

κρατίστη δʼ αἵρεσις ἡ τοῦ μέσου· καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν· ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε κρεῖττον, ἡ δʼ ἐλλείπουσα δύναμις οὐδὲν ἐτελείωσεν.

最佳的选择乃是中壮之年;因为力量存于尚未衰老之人,而明智见于不再过显稚嫩之人;至于那些只推崇强健体魄而无明智心灵者,或推崇明智心灵而无强健体魄者,皆一无所成;因迟缓之智谋构想不出更高明之策,而不足之力量亦无法成就任何功业。

§1.11

ὅ γε μὴν εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους ὤνησεν· ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δʼ οὐκ ἀπιστοῦσι, κινδυνεύοντι δὲ συναγωνίζονται.

再者,素享盛誉之人对其推举者裨益非浅;盖因凡世人出于心意之自然倾慕所爱戴之人,他在发号施令时众人便迅速遵从,他在陈词立论时众人亦不生疑忌,他在身临险境时众人更与之并肩力战。

§1.12

πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ· ἐάν τε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν πρὸς πατρίδα,3 δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.

我之所以倾向于挑选身为人父者,并非在某人优秀时断然摈弃无嗣之人;盖因若子女尚幼,他们便是能够作为人质确保将领对祖国忠诚的灵魂之强大纽带,是对父亲威严而尖锐的芒刺,足以激发起抗击敌人的义愤;若子女已经成年,他们成为谋士、副将和机要事务的忠实助手,共同成就国家的大业。

§1.13

λέγειν δʼ ἱκανόν· ἔνθεν γὰρ ἡγοῦμαι τὸ μέγιστον ὠφελείας ἵξεσθαι διὰ στρατεύματος· ἐάν τε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε καταφρονεῖν, τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλλαν μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς ἐναγωνίου ῥηθεὶς αἰχμάζουσαν ἀνέστησε πρὸς τὰ δεινὰ τὴν διάνοιαν, ἄν τέ τι συμβῇ πταῖσμα περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων τοῖς τραυματίαις ἰατρῶν·4

能言善辩;因我认为由此将在全军之中产生无可估量的巨益。盖因无论是将领布阵迎敌之时,言辞之激励能使士卒蔑视艰险而向往崇高之荣耀——在耳畔回荡的军号亦不及为劝勉军中英勇而发之言论更能唤醒灵魂投身殊死拼杀,后者更能振作其御敌之斗志;还是营地周围若遭遇任何挫折,言辞之抚慰亦能复振人心;而将领善于宽慰营中厄难之言辞,远比那些照料伤员的医士更为管用得多。

语法注4 条
  1. 1.1αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας

    宾格复数分词 κρίνοντας 用作不定式 αἱρεῖσθαι 的不定人称逻辑主语。τὸν στρατηγὸν 是 αἱρεῖσθαι 的直接宾语,其后的一系列形容词(σώφρονα, ἐγκρατῆ 等)作谓语性宾格,规定了受选将领应具备的资质。

  2. 1.9οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ

    在表示整体的主格 οὐδέτερος 之后,ὁ μὲν νέος 与 ὁ δὲ πρεσβύτερος 构成部分性同位语(appositio partitiva)。直接承接这些主格名词短语的 ἵνα μή 从句省略了句中隐含的谓语动作(如防范或不予选任之意),用以引出规避该年龄段将领的担忧与目的。

  3. 1.12περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν πρὸς πατρίδα,

    中动不定式 ἐξομηρεύσασθαι(意为“以人质担保/束缚”)作为 δυνάμενα(中性复数,修饰 φίλτρα)的补足不定式。στρατηγὸν 是其直接宾语,构成“犹如扣为人质一般确保将领对祖国的忠诚”之结构。

  4. 1.13πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων τοῖς τραυματίαις ἰατρῶν

    句末的比较属格 τῶν ἑπομένων ... ἰατρῶν(“比照料伤员的医士”)与前面的比较级 χρησιμώτερος 相应。此外,οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι 运用双重否定(弱陈),表示“绝非不能抚慰/完全有能力安抚”营中灾厄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:1.1-1.13