← 欧纳桑德

将领论

§1.14-1.25

辩才与声望以及重德能轻门第的统帅选任

阐明言辞之力与显赫声望对统帅之必要性,并论述选任将领当重个人德能而非资财门第。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

οἱ μὲν γὰρ ἐκείνους μόνους τοῖς φαρμάκοις θεραπεύουσιν, ὁ δὲ καὶ τοὺς κάμνοντας εὐθυμοτέρους ἐποίησεν καὶ τοὺς ἐρρωμένους ἀνέστησε·

盖因医士仅能以药物医治伤患,而将领则既能使受创者重振意气,亦能激励健全之众。

§1.15

καὶ ὥσπερ τὰ ἀόρατα νοσήματα τῶν ὁρωμένων δυσχερεστέραν ἔχει τὴν θεραπείαν, οὕτως ψυχὰς ἐξ ἀθυμίας ἰάσασθαι λόγῳ παρηγορήσαντα δυσκολώτερον, ἢ σωμάτων φανερὰν ἐξ ἐπιπολῆς θεραπεῦσαι νόσον.

犹如隐疾较显见之疾更难疗愈,以言辞宽慰而医治心灵之沮丧,亦比医治肉体表浅之显疾更为艰难。

§1.16

οὐδὲ χωρὶς στρατηγῶν οὐδὲ μία πόλις ἐκπέμψει στρατόπεδον, οὐδὲ δίχα τοῦ δύνασθαι λέγειν αἱρήσεται στρατηγόν.

没有任何城邦会在无将领的情形下派出军队,亦不会挑选不善言辞之人担当将帅。

§1.17

τὸν δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ χείρονα κύριον ἀναδέχεσθαι καὶ ἡγεμόνα.

选任声名显赫之人,是因为大众不甘臣服于默默无闻之辈;盖因无人甘愿接受不如己者为主人与领袖。

§1.18

πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς, ὅσας εἴρηκα, καὶ ἔνδοξον εἶναι.

而一个人若是如此之人,且具备我所言及的这许多灵魂美德,则必然亦是声名显赫的。

§1.19

Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν· οὐ μὴν χρή γε τὸν πένητα1 οὐδὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα· οὐδʼ ἕτερον γὰρ οὔθʼ αἱρετὸν οὔτʼ ἀποδοκιμαστέον διὰ τὴν τύχην, ἀλλʼ ἐλεγκτέον διὰ τὸν τρόπον.

我还主张,富人若缺乏这些德行,不可因其资财而选为将领;穷人若是贤能之士,亦不可因其贫困而予以摈弃。不可单选穷人或单选富人,而当不论富人与穷人皆可入选;盖因二者皆不当因际遇而受推选或遭罢黜,而当依据其德行品性予以考察。

§1.20

οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δʼ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται —, εἴ γε μὴ χρηματιστὴς εἴη· τὸν δὲ χρηματιστήν, οὐδʼ ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω ποτὲ αἱρεῖσθαι· λέγω δὲ ὀβολοστάτην, μετάβολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις πράττοντας· ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.

即便贤良的富人,其超出高尚的穷人之处,亦不过如同镀银镏金的铠甲超出青铜和钢铁铠甲一般——前者在华美上占优,后者则凭实效抗衡——只要他不是个谋利之徒。至于谋利之徒,纵然家财万贯,我亦绝不建议推选。我所指乃是放贷者、小贩、行商或从事类似营生之人;因为此类人必然目光狭隘,汲汲于牟利,满心顾念聚敛金钱,绝无丝毫崇高的操守。

§1.21

Προγόνων δὲ λαμπρὰν ἀξίωσιν ἀγαπᾶν μὲν δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐδὲ ταύτῃ τινὰς κρίνειν ἀξίους ἢ μὴ τοῦ στρατηγεῖν, ἀλλʼ ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξετάζομεν, ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν.

祖辈显赫的名望若兼而有之固当欣幸,但若缺乏亦不必苛求,更不可据此评判人是否配当将领;正如我们通过禽兽自身的举动来检验其血统之优劣,亦当同样审视人之高贵。

§1.22

καὶ γὰρ ἀπερίοπτον, τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες· ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν,2 καὶ τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων λαμπρῶν, ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασαμένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους αἱρεῖσθαι, κἂν ὦσιν ἄχρηστοι, μὴ διὰ τὴν σφῶν αὐτῶν ἀρετήν, κἂν μὴ γένει λαμπρύνωνται;

盖因只考察前人立下了何等功勋,而不考察当下当选者将有何作为,实乃盲目之至——仿佛古昔之人今日仍能拯救我们,且彼等将能保全先前之物一般。况且,对于士卒,不凭显赫门第,而凭其自身立下英勇战功即授予军功之赏;对于将领,若纵然无能亦因先祖而受推选,若不以门第显赫纵有自身美德亦不受任用,这岂非荒谬?

§1.23

προσόντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δʼ ἐκείνων, κἂν παρῇ ταῦτα, ἄπρακτος.3

这些若能附加于那些之上,将帅固然幸运;但若缺少了那些,纵有这些亦不过是无能之辈。

§1.24

ἐλπίσαι δʼ ἄν τις τάχα καὶ ἀμείνους ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύνεσθαι προγόνοις· οἱ μὲν γὰρ ἐπὶ πατράσι κυδαινόμενοι, κἂν ἐλλίπωσιν, οἰόμενοι τὴν ἐκ τῶν πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ ῥᾳθυμότερον διοικοῦσιν, οἷς δʼ οὐδεμία προϋπάρχει δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων ἐλάττωσιν ἐθέλοντες ἀναπληρῶσαι τῇ σφετέρᾳ προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλλῶνται·

人们甚至或可期待,那些无先祖可夸耀者,或许能成为更为优秀的将帅。盖因以父辈自豪者,自恃前人之令名足以庇荫己身,纵然怠忽职守,处置诸多事务亦往往流于懈怠;而毫无祖荫之光荣者,急欲以自身之热忱弥补父辈之欠缺,因而更能奋不顾身地竞逐功业。

§1.25

καὶ καθάπερ οἱ πενέστεροι τῶν εὐπορωτέρων ταλαιπωρότερον ἐπὶ τὴν τοῦ βίου κτῆσιν ὥρμηνται τὸ ἐλλεῖπον ἀναπληρῶσαι τῆς τύχης σπεύδοντες, οὕτως, οἷς μὴ πάρεστι κληρονομουμένῃ πατέρων ἀποχρήσασθαι δόξῃ, τὴν ἀρετὴν ἰδιόκτητον οἰκειώσασθαι προαιροῦνται.

正如贫困者为弥补造化之欠缺,比富有者更加不辞劳苦地汲汲营生,同样,那些无法依恃父辈世袭声望之人,便立志将美德化作己身独有的财富。

语法注3 条
  1. 1.19οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα

    动词 χρή 后省略了从上文承袭的不定式 αἱρεῖσθαι(挑选)。与后文 οὐδέτερον... διὰ τὴν τύχην(两者皆非因际遇)相呼应,意指不可将贫或富作为挑选的标准,而是富人与穷人皆可被挑选(只要其具备德能)。

  2. 1.22ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν

    由连词 ὥσπερ 引导的独立属格结构(τῶν πάλαι γεγονότων... δυναμένων),用以表示被批判的主观臆断或荒谬假设(“仿佛古昔之人今日仍能拯救我们一般”)。

  3. 1.23προσόντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δʼ ἐκείνων, κἂν παρῇ ταῦτα, ἄπρακτος

    指示代词的远近呼应:τούτων / ταῦτα 指代在句法位置上最近出现的“门第/先祖名望”(γένει),而 ἐκείνοις / ἐκείνων 则指代距离较远、更为根本的“自身美德”(ἀρετήν)。全句意为:“先祖名望(这些)若能附加于个人美德(那些)之上固是万幸,但若缺乏了个人美德(那些),纵有先祖名望(这些)亦无济于事。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:1.14-1.25