- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:praef.1-praef.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥纳桑德将本著作献给精通军务的罗马元老院贵族奎因图斯·维拉尼乌斯,阐述将帅之术的价值与罗马霸业的根基。他强调,书中所收录的军事谋略并非出自个人的空想发明,而是植根于历史将领的实战经验与军事功绩。
Ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτικῶν τε αὖ καὶ γεωργικῶν συνταγμάτων προσφώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις1 καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστοκρατίαν λελογχόσι καὶ κατὰ τὴν Σεβαστοῦ Καίσαρος ἐπιφροσύνην ταῖς τε ὑπάτοις καὶ στρατηγικαῖς ἐξουσίαις κοσμουμένοις διά τε παιδείαν, ἧς οὐκ ἐπʼ ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων ἀξίωσιν.
我认为,关于马术、狩猎、捕鱼或农耕的著述之题献,适合于那些渴望从事此类事业之人;但论及用兵之道的理论,奎因图斯·维拉尼乌斯啊,则适合于罗马人,尤其是罗马人中那些享有元老院贵族身份,并因其拥有丰富造诣的教养与先祖之威望,依循奥古斯都·恺撒的明睿而佩受执政官与裁判官权柄之人。
ἀνέθηκα δὲ πρώτοις σφίσι τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ παρʼ ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν.
我首先将此论著献给他们,并非因他们不通将道,而恰恰是因有此信心:灵魂中愚昧无知的部分甚至无法认识旁人所成就的佳绩,而具备真知的部分则自会为高明之举作证。
ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρʼ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τʼ ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δἰ ἔργων πέπρακται, ταῦτʼ ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ τοιούτοις ἀνδράσι δοκιμασθείην.
因此,即便我所撰述之内容在众人看来似已被许多人想到,我也当为此感到欣悦,因我不仅撰辑了兵略指南,更着眼于将帅之术以及存于他们之中的洞识;若在如此卓越之人看来,我竟能以言辞涵盖罗马人以实力与功绩所行之伟业,我当自认无比荣幸。
Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρʼ ἣν αἰτίαν οἵ τε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλʼ οὐδʼ εἰς ἶσον ἤλασεν, ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν.
至于此书,我尚可满怀信心地说,它将既是对优秀将领的磨砺,亦是在奥古斯都和平时期对古代统帅的奉献;我们即便无所多获,亦可知晓曾任将帅者因何缘由失足败亡,又因何立功扬名;更尤能领悟罗马人的英武美德——没有任何君王、城邦或民族曾建立起更为庞大的帝国版图,甚至无一能企及同等规模,以致能在如此漫长的岁月中巩固其不可撼动的统治。
οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὅρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν.
因在我看来,他们越过意大利的疆界、将统治拓展至大地尽头,绝非仰赖命运,而是凭借谋略之实践。固然应当祈求命运亦来从旁相助,但断不可认为命运掌控一切。
ἀλλʼ ἀνόητοι οἱ καὶ τὰ σφάλματα τῆς τύχης ἐγκλήματα μόνης ποιούμενοι, οὐ τῆς τῶν στρατηγούντων ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης, οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων· οὔτε γὰρ ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν τὸν πταίοντα τοῖς ὅλοις,2 ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην, οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν κατορθοῦντα περιορᾶν, ἐφʼ ὅσον ἁπάντων ἀνατιθέναι τῇ τύχῃ τὴν χάριν.
那些将过失仅仅归咎于命运、而不归咎于统帅之怠忽,又将战功尽数归于命运、而不归于将领之经验的人,实属愚蠢;因既不宜让在重大全局上失误者免受指责,以致将万事委过给命运;亦不可对建立奇功者漠然置之、不予称颂,以致将一切功劳归谢于命运。
Ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δἰ ἐμπειρίας συντετάχθαι δοκοῦσι,3 κἂν ἀσθενῶς ἀπαγγέλληται, τὸ πιστὸν εἰς ἀλήθειαν ἀπονέμουσιν, τοῖς δὲ ἀπείροις, κἂν ᾖ δυνατὰ πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγκαῖον ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρατηγημάτων ἠθροισμένων τοσοῦτο προειπεῖν, ὅτι πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων ἅπαν τὸ γένει καὶ ἀρετῇ μέχρι τοῦ δεῦρο πρωτεῦον.
由于所有人本性上对那些看似凭经验著书立说之人,哪怕其叙述拙劣,亦赋予真实之信赖;而对无经验者,即使其方案切实可行,亦因未经验证而心存疑虑;因此我认为,对于本论著中所汇集的谋略,有必要预先说明:这一切皆经由实践行动的考验,并出自那些伟人之手,其后裔即是迄今在门第与德行上卓绝群伦的全体罗马精英。
οὐθὲν γὰρ ἐσχεδιασμένον ἀπολέμῳ καὶ νεωτέρᾳ γνώμῃ τόδε περιέχει τὸ σύνταγμα, ἀλλὰ πάντα διὰ πράξεων καὶ ἀληθινῶν ἀγώνων κεχωρηκότα μάλιστα μὲν Ῥωμαίοις· ἅ τε γὰρ ποιήσαντες ἐφυλάξαντο παθεῖν καὶ δἰ ὧν ἐμηχανήσαντο δρᾶσαι, πάντα μοι συνείλεκται.
因此书绝无任何出自不习战事、幼稚浅薄之心的凭空构想,而是全都经由真实的行动与战斗检验,尤以罗马人的战例为主;凡他们为免遭败绩所采取之举措,以及为达成行动所谋划之智计,皆已由我搜集完备。
καίτοι οὐκ ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο πάνθ̓ ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πιστευσάντων, ἢ ἀπὸ τῆς ἀλλοτρίας ἐπινοίας· ἐγὼ δὲ οὐ παρὰ τοῦτʼ ἐλαττοῦσθαι δοκῶ.
然而我并非不知,某些人为了从听信者那里猎取更大的赞誉,宁愿让所有谋略都看似出自自身及其独创的敏锐才智,而非源于他人的构想;但我并不认为自己会因此而逊色。
καθάπερ γάρ, εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο ἥττονος ἠξιοῦτο μαρτυρίας,4 ὅτι μὴ μόνον φυσικῆς ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγημάτων, ἀλλὰ καὶ τὰ δἰ ἄλλων εὖ πραχθέντα μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως οὐδʼ ἐμαυτὸν οἴομαι τοὔλαττον ἐπαίνων οἴσεσθαι παρὰ τοῦθ̓, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ συνέσεως εἶναι, τοὐναντίον δὲ προείληφα τόν τʼ ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυκοφάντητον.
正如若有人曾亲自征战沙场并撰写此类论著,他断不会仅仅因为不仅贡献了自身天赋才智所独创的谋略,更将旁人成功之举记录在案、编入论集,就因此被认为配得较少的凭信与赞许;同样,我亦不认为自己会因坦承并非一切皆出自我个人的才智而获得较少的赞扬,恰恰相反,我坚信自己所获之赞赏将免遭嫉妒,所立之信誉亦将免于毁谤。
- praef.1στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις
与前半句 Ἱππικῶν μὲν λόγων... προσφώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις 形成对比,此处省略了谓语部分(προσφώνησιν πρέπειν [ἡγοῦμαι])。介词短语 στρατηγικῆς δὲ περὶ θεωρίας 被置于句首,插入呼格(ὦ Κόϊντε Οὐηράνιε)后,接表示适用对象的与格 Ῥωμαίοις。
- praef.6τὸν πταίοντα τοῖς ὅλοις
τοῖς ὅλοις 是表示范畴或方面的与格(dative of respect),意为“在全局上”“在重大事务中”。这是希腊化时期军事与历史著述中的常见习语,指在关乎全局或全军命运的重大战局中遭受彻底的挫败,而非局部的失利。
- praef.7τοῖς μὲν δἰ ἐμπειρίας συντετάχθαι δοκοῦσι
动词 συντάττω 的完成时中被动态不定式 συντετάχθαι 在此作中动态使用,意为“(亲自)撰述/编撰著作”。与之搭配的与格分词 τοῖς... δοκοῦσι 为阳性复数,指代著述者,与后文的 τοῖς δὲ ἀπείροις(缺乏经验的作者)相对比。虽然语法上亦可视为指代著作的中性复数,但结合第3节中 συνεταξάμην 的中动态用法以及与 ἀπείροις 的对照,指代人物更为自然合理。
- praef.10παρὰ τοῦτο ἥττονος ἠξιοῦτο μαρτυρίας
介词短语 παρὰ τοῦτο 表示原因(“因此”“由于这一点”)。ἥττονος... μαρτυρίας 是动词 ἀξιόω(认为配得上……)所支配的价值属格(genitive of value)。全句构成反事实条件句的归结节,意为“并不会因此被认为只配获得较低的凭信与赞许”。
