← 里斐奥多鲁斯

特洛伊的陷落

§518-604

木马伏兵的出击与特洛伊城的大屠杀

海伦举起的火炬信号引导希腊舰队归来,伏兵从木马中杀出,对特洛伊城展开突袭与血腥洗劫,在诸神的注视与助威下,全城陷入彻夜残暴的大屠杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
518

ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν

正如明月转动圆轮般的目光、

ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·

吸纳太阳的返照之光那样,

520

τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη

彼时来自忒剌普涅的新娘容光焕发,

οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.1

举起她深红的手臂,驭引着友善的火炬。

οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες

阿耳戈斯人望见高高升起的烽火,

νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις

便急忙调转航向划桨回驶;

Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης

每一位水手都急切催行,

525

δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.

渴望为这场旷日持久的战争画上句号。

οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ

他们既是操桨的水手,又是刚强骁勇的战士,

ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες

彼此呼喊着催促划桨;

ὠκύτεραι κραιπνῶν ἀνέμων ταχυπειθέι ῥιπῇ

在波塞冬的相助下,战船乘着迅疾驯服的风势,

Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.

比狂风还要迅捷地驶入伊利昂。

530

ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν

到达岸边后,步兵先行前进,

ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι

骑兵则留在后方,

λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.

以免战马扬声嘶鸣惊醒了特洛伊军旅。

οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,

与此同时,另一批武装的将领们,

τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,

正从木马深陷的腹腔中涌流而出,

535

αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου

恰似橡树上的蜂群:工巧的蜜蜂在容量巨大的蜂巢中织就甘甜的蜂蜡、

κηρὸν ὑφαίνουσαι2 μελιηδέα ποικιλοτέχναι,

耗尽辛劳之后,

ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι

倾巢而出散落于圆阔的器物四周飞向原野,

νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·

以螫刺叮咬伤害过路的行人。

ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες

达奈俄斯人亦是如此,解开暗藏伏兵的门栓,

540

θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας

猛扑向特洛伊人,

χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.3

将那些仍在睡榻之上的人笼罩在青铜死亡的厄梦之中。

νήχετο δʼ αἵματι γαῖα, βοὴ δʼ ἄλληκτος ὀρώρει

大地沉浸于鲜血之中,

Τρώων φευγόντων, ἐστείνετο δʼ Ἴλιος ἱρὴ

奔逃的特洛伊人发出的号哭声经久不息;

πιπτόντων νεκύων, οἱ δʼ ἀνδροφόνῳ κολοσυρτῷ

神圣的伊利昂因堆积的尸首而变得狭窄,

545

ἔζεον ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες

勇士们宛若疯狂的雄狮,在嗜杀的混乱中四处奔突沸腾,

σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι

以新死者的躯体填铺了街道。

αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι

特洛伊妇人们在屋顶上听闻此声——有人依然渴望着甜美的自由,

αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,

便向可怜的丈夫引颈求死;

550

αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,

有的母亲则如轻捷的燕子,

μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα

在亲爱的儿女身旁哀哀哭泣。

ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ

一位年轻妇人痛哭着濒死的青年,自己亦急求一死,

οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι

不愿作为战利品同遭绳索拘系,

ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα

反倒激怒了不愿下手的凶手,

555

καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.

拥有了本应属于丈夫的共眠之榻。

πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι

许多妇人产下未足月而无气息的婴孩,

γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι

从早产的腹中倾泻出分娩的剧痛,

ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.

凄寒地与孩子一同气绝身亡。

παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,

厄纽俄整夜在城中狂舞,恰似暴风雨,

560

κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο

激起轰鸣战争的狂涛,

αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.

在生血的沉醉中狂欢放肆。

σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον

厄里斯亦耸起直插云霄的头颅,

Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρηςὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην

激励着阿耳戈斯人;因为凶残的阿瑞斯虽是迟来,

565

ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.

终究亦给达奈俄斯人带来了扭转战局的胜利与反复无常的臂助。

ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη

目光炯炯的雅典娜在卫城之上呼啸,

αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ

摇动着宙斯的护盾——埃癸斯神盾;

Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα

赫拉盛怒,苍穹颤栗;

παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,

沉重的大地在波塞冬三叉戟的尖端震击下轰然作响。

570

ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων

哈得斯战栗惊骇,惊恐地从冥府的王座向外窥望,

ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο

生怕在宙斯的滔天怒火下,

πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.4

引魂之神赫尔墨斯会将凡人整个族类悉数押往冥府。

πάντα δʼ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·

万物混作一团,展开了不分皂白的屠杀。

τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι

有人扼守在斯开亚门,

575

κτεῖνον ἐφεστηῶτες, ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας

击杀奔逃的人群;有人从床上跃起寻觅盔甲,

τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.

却撞上了幽暗的枪尖。

καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,

一名藏在阴暗屋舍下的异乡客,

ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·

误以为来者是友人而开口呼唤:愚蠢的人啊,

νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,

他注定遇不到温良的伙伴,

580

ξείνια δʼ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος

迎来的尽是凶残的待客之礼。另有一人伏在屋顶上,

μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.

尚未及四处张望,便被疾飞的利箭贯穿。

καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,

还有些人心中被沉痛的烈酒所麻痹,

ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,

惊骇于喧嚣声急于下楼,

κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων

竟忘却了梯子,糊里糊涂地从高耸的屋顶跌落,

585

ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες

摔断了错位的颈椎骨,

ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.

连同葡萄酒一并呕吐而出。

πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο

许多人聚在一处搏杀中被诛灭,

μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων

许多人在追击下自城堞坠落,

ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.

完成了奔赴哈得斯的最后纵身一跃。

590

παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,

仅有极少数人如同盗贼一般,

πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.

穿越狭窄的山谷,悄然逃脱了祖国毁灭的风暴。

οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,

然而留在城内、在战火与幽暗中翻滚的人们,

ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,

宛如死者又如未逃之人,

πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον

重重叠叠相互倒下;城中男丁丧尽,

595

ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.

死尸盈塞,再也容纳不下流淌的污血。

οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ

杀戮毫无怜惜;

σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ

在不眠喧嚣的狂乱鞭笞驱策之下,他们毫不敬畏神明,

οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δʼ ὑπὸ ῥιπῆς

在违逆天理的暴虐冲撞中,

ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.

以鲜血玷污了不死诸神不识悲痛的祭坛。

600

οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν

最为可怜的老人们遭遇最受侮辱的屠戮,

οὐδʼ ὀρθοὶ κτείνοντο, χαμαὶ δʼ ἱκετήσια γυῖα

甚至无法直立受刑,而是将乞求的手足铺展于地,

τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.

垂下苍苍白发横卧不起。

πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν

许多娇嫩的婴孩从母亲短暂的乳房边被强行夺去,

μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων

全然不知父母的……

语法注4 条
  1. 521οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα

    ἡνιοχῆα 为名词宾格单数,作 πῆχυν 的同位语,将手臂形象地比喻为引导友军火光的“御者”。

  2. 535αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου κηρὸν ὑφαίνουσαι

    分词 ὑφαίνουσαι 与限定动词 ἔκαμον 连用,表示工蜂在巢中辛勤编织蜂蜡这一劳作阶段的结束,构成了蜂群比喻中的动作时序。

  3. 541χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις

    “以青铜死亡的恶梦覆盖了他们”,此比喻句生动描绘了特洛伊人尚在睡梦中便直接死于刀剑、连清醒的机会都没有的惨状。

  4. 571ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς

    由 μή 引导的惧怕从句,谓语动词使用希求法 κατάγοι。Διὸς μέγα χωσαμένοιο 为属格独立结构,表伴随原因;表现了哈得斯唯恐因宙斯的盛怒导致赫尔墨斯将全人类一口气尽数押解至冥界的极度恐慌。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:518-604