← 里斐奥多鲁斯

特洛伊的陷落

§432-517

海伦的诱探与西农举火为号

普里阿摩斯将卡珊德拉锁入深闺,特洛伊人围绕木马欢宴,终至沉醉昏睡。海伦在木马外模仿阿开奥斯诸将之妻的声音诱其应答,奥德修斯勒死欲发声的安提克洛斯,雅典娜现身驱退海伦;夜深寂静之际,西农与海伦点燃火炬向希腊船队发出进军信号。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
432

ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.

护城神雅典娜正接纳这被迎入的木马。

παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα

大胆的少女啊,你奔出殿门,

ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα

妄作荒诞的预言,狂暴地发疯,

435

μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.

徒劳受苦,玷污了神圣的城池。

ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.

快滚吧!我们关心的乃是歌舞与盛宴。

οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,

因为特洛伊城墙之下已不再留有丝毫恐惧,

οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.

我们亦不再需要你这预言的声音。”

ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην

言罢,他便命人将神智失常的少女带走,

440

κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι

关入深闺。她虽不情愿,

πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα

仍艰难地顺从了父亲,扑在闺房的卧榻旁痛哭,

κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη

深知自己凄惨的命运;她已看见,

πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.

在祖国燃烧的城墙上,恶战的烈火正腾空而起。

οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης

城民们在护城女神雅典娜的庙宇旁,

445

ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων

将木马安放在打磨精细的基座上,

ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·

在香气缭绕的祭坛上焚烧华美的祭品;

ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.1εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,

然而不朽的诸神却摇头拒绝了这徒劳的百牲大祭。

ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.

城中摆开了普天同庆的筵席与无法遏止的傲慢——那轻视消解勇士气力之酒醉的傲慢。

450

ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει

全城塞满了轻率,张口陷于懈怠,

πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·

只有极少数卫兵看守城门;因为日光已经沉落,

ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ

按着神意,

Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.

毁灭城邦的黑夜将高峻的伊利昂笼罩在阴影中。

Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα

这时,

455

ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·

诡计多端的阿佛洛狄忒装扮成白发老妇的模样来到阿耳戈斯的海伦面前,将她唤出,以动听的话语劝诱道:

νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ

“亲爱的新娘,你那勇敢的丈夫墨涅拉俄斯正在呼唤你,

ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν

他正藏在木马之中,

ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.

四周埋伏着为争夺你而战的阿开奥斯领袖们。

460

ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος

快去吧,不要再顾及年迈的普里阿摩斯,也不要理会其他特洛伊人,

μήτʼ ἄλλων Τρώων μήτʼ αὐτοῦ Δηιφόβοιο·

甚至德伊福玻斯本人;

ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.

因为如今我便将你交还给饱经磨难的墨涅拉俄斯。”

ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι

女神言毕便再次飞身离去。

θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,

海伦的心被诡计所蛊惑,离开了香气弥漫的寝殿,

465

καί οἱ Δηίφοβος πόσις εἵπετο· τὴν δὲ κιοῦσαν

其夫德伊福玻斯紧随其后;

Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.

曳裾长袍的特洛伊妇人们注视着她前行。

ἡ δʼ ὁπόθʼ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,

当她来到雅典娜高耸的殿堂前时,

ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.

停下脚步注视着那载满勇士的木马身形。

τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα

她绕行木马三圈挑逗阿开奥斯人,

470

πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν

以纤细的嗓音呼唤每一位阿开奥斯将领的美发妻子;

φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον

木马内的勇士们心如刀绞,

ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.

在痛苦的沉默中强忍着被遏制的泪水。

ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,

墨涅拉俄斯听见廷达瑞奥斯之女的声音时不禁呻吟,

κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,

堤丢斯之子想起爱吉阿勒娅而垂泪,

475

οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,

珀涅罗珀的名字让奥德修斯心神荡漾;

Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,

而当安提克洛斯受到拉俄达弥亚名字的刺激时,

μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·

唯有他一人按捺不住,欲张口回声响应。

ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν

但奥德修斯猛扑过去,用双手抱住他,

ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.

死死按住了那急欲出声的嘴。

480

μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς

他用坚不可摧、无从挣脱的锁链紧紧扼住他的嘴颚,

εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,

全力将他制伏;安提克洛斯被双手压迫得不住挣扎,

φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.

试图逃脱这致命沉默的巨大束缚。

καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι

然而维系生命的呼吸终于离他而去;

δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ

其他的阿开奥斯人暗暗为他垂泪痛哭之后,

485

κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου

将他隐匿起来,置入木马腹腔的凹陷处,

καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.

并在他冰凉的肢体上覆盖了一袭披风。

καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,

若不是神情威严的帕拉斯从天而降拦阻她、进行斥责,

εἰ μή2 οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα

且单单显现于她面前,将她驱离自己心爱的庙宇,

Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦμούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ·

以严厉的声音喝退她,这诡诈的妇人恐怕还会蛊惑阿开奥斯人中的另一位:

δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι

“可怜的女人,你的罪愆、

καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;

对他人床榻的贪恋以及塞浦路斯女神的灾狂,究竟要将你驱策至何时?

οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα

难道你对前夫毫无怜悯,

Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;

也不思念女儿赫耳弥俄涅吗?你如今还要帮助特洛伊人吗?

495

χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα

快退去,登上你寝殿的高楼,

σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.

用柔和的烽火迎接阿开奥斯人的船队吧!”

ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.

女神这般说着,驱散了妇人虚妄的蛊惑。

καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο

海伦的脚步向寝殿走去;而欢宴的人们疲惫不堪,

παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.

停止了歌舞,纷纷跌入沉睡。

500

καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων

琴声悄然停歇,

αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα

疲倦的笛管横卧在调酒缸上,

αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.

许多倾覆的酒杯从下垂的手中自然滑落。

ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,

夜的伴侣——寂静,笼罩了整座城池,

οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ

听不到群犬的吠叫,万籁俱寂,

505

εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.

仿佛在召唤那呼啸着吐露杀戮的呐喊。

ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον

如今,战争的掌管者宙斯已向特洛伊人倾斜了毁灭的砝码,

Ζεὺς ταμίης πολέμοιο, μόγις δʼ ἐλέλιξεν Ἀχαιούς·

终于激发起阿开奥斯人的气势;

χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν

福玻斯·阿波罗为那巨大的城墙哀叹,

ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπόλλων.

离开伊利昂退往吕基亚丰饶的庙宇。

510

αὐτίκα δʼ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον

顷刻间,

ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ

西农在阿喀琉斯的坟冢旁举起明亮的火炬向阿耳戈斯人发出信号;

παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ

而美丽的海伦本人亦在寝殿的高处整夜守望,

εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.

向同胞们展示着金色的松脂火把。

ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνηοὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·

正如同满载苍白火焰的明月,

οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης

以其光华的面庞为灿烂的天空镀上金色——而非新月之初削尖弯角、

πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,3

在无影薄雾中初升之时。

语法注3 条
  1. 447ἀνένευον ἀνηνύστους ἑκατόμβας

    动词 ἀνανεύω 意为“仰首示意拒绝、否定”,在此直接支配宾格 ἀνηνύστους ἑκατόμβας(徒劳的百牲大祭)。整句构成为“诸神以摇头之态拒绝了无功的祭献”。

  2. 487Καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν, εἰ μή

    过去非真实条件句(反事实条件)。主句采用 κεν 搭配未完成过去时直陈式 ἔθελγε(表示某种险些发生或正在酝酿的动作),从句为 εἰ μή 搭配不定过去时直陈式 ἐπηπείλησε,意为“若非帕拉斯加以威胁,狡诈的妇人本会蛊惑阿开奥斯人中的另一位”。

  3. 516οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν

    承接前文满月明辉的比喻(ὡς δʼ ὁπότε...)而作出的反向限定对比。οὐχ ὅτε(“并非当……之时”)将此光明与新月显现时的景象相对比。分词 ἀποξύνουσα(削尖、磨尖)修饰初现的新月(主格形容词 πρωτοφαής),ἄσκιον ἀχλύν(无影的薄霭/幽暗)作为内宾格或空间性宾格,描绘新月自其中升起的幽暗背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:432-517