- 底本
- Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:605-691
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特洛伊陷落之夜,希腊人诛杀得伊福玻斯与普里阿摩斯,肆意杀戮掠夺,焚毁城池并献祭波吕克塞娜后扬帆启航返乡。
ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
幼童们正为父母的罪愆付出代价;
παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.1
乳母徒然将未挤出乳汁的乳房递给孩童,却成了献给死者的奠祭。
οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
来自四方的鸟与犬遍布全城,
ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
化作天空与地面的宴饮食客,
αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
啜饮着黑血,贪食着无情的餐宴;
καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δʼ ὑλάοντες
鸟鸣喷吐着杀戮之气,
ἄγρια κοπτομένοισιν ἐπʼ ἀνδράσιν ὠρύοντο,
群犬在被劈裂的人群上方狂吠,
νηλέες, οὐδʼ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
冷酷无情地拖拽着自己的主人而毫不顾惜。
τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
与此同时,
στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος
奥德修斯与秀发的美涅拉俄斯向着纵欲狂暴的得伊福玻斯的府邸进发。
καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθʼ ὑπὸ νύκτα
他们宛若凶猛的饿狼,
χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
在寒冬的暗夜里嗜杀地扑向无人看守的羊群,
οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
摧毁牧人的辛劳。
ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
在那里,他们虽仅有二人,
ἀνδράσι δυσμενέεσσι· νέη δʼ ἠγείρετο χάρμη
却冲入无数仇敌之中。新的激战骤然爆发:
τῶν μὲν ἐπορνυμένων, τῶν δʼ ὑψόθεν ἐκ θαλάμοιο
一方猛扑上前,
βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
另一方则从高处的卧房抛掷石块与骤致死亡的箭矢。
ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
然而他们以坚不可摧的头盔如城堡般护住高傲的头颅,
ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
以盾牌环护周身,
εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
冲入了宏大的殿堂。
θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
奥德修斯如驱赶畏缩的野兽般劈杀抵抗的人群;
Ἀτρείδης δʼ ἑτέρωθεν ὑποπτήξαντα διώξας
阿特柔斯之子则在另一侧追赶并擒获了蜷缩退避的得伊福玻斯,
Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
正中腹部猛击,
ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
将肝脏连同滑腻的肠腑一并剖出。
ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
于是他就这样倒在那里,忘却了御马之术;
τῷ δʼ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
被俘的妻子战战兢兢地跟随着胜利者,
ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
一时为苦厄磨难的终结而欢喜,
ἄλλοτε δʼ αἰδομένη, τοτὲ δʼ ὀψέ περ ὡς ἐν ὀνείρῳ
一时又深感羞愧,俄顷又宛如身在梦中,
λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
迟迟地暗自叹息,忆起亲爱的故土。
πήμασι κεκμηῶτα παρʼ Ἑρκείῳ κτάνε βωμῷ
埃阿喀斯的后裔涅俄普托勒摩斯将备受苦难折磨的老王诛杀于赫耳刻俄斯神坛之旁,
οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάωνἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
摒弃了其父的仁慈。他不听哀求,
ᾐδέσαθʼ, ἧς ὕπο θυμὸν ἀπέκλασεν2 ἠδὲ γέροντος
见到与珀琉斯同龄的苍苍白发亦无动于衷——昔日即便满怀暴怒的阿喀琉斯,
καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
亦因这白发而软化心肠,宽宥了老人。
σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
残酷的人啊,
ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνοςὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
后来当一名德尔斐人因他玷污圣殿而在神圣的小刀下将他击杀时,
Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος3—ἀθρήσασα
同样的命运亦注定要在真实之神阿波罗的祭坛旁追上他自己。
Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
安德洛玛刻目睹儿子从高耸的城楼被倒栽摔落——成了奥德修斯手中致命的投掷物——为短命的阿斯提阿那克斯号啕大哭。
Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
俄琉斯之子快捷的埃阿斯玷污了扑倒在纯洁女神帕拉斯膝下的卡珊德拉。
ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
女神转脸不顾这暴行,
ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
昔日襄助希腊人的雅典娜因一人的罪行而迁怒于全体阿耳戈斯人。
Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
阿佛洛狄忒怜悯老翁与其子,
οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
悄然救走了埃涅阿斯与安喀塞斯,
Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ
将他们安置在远离故土的奥索尼亚。诸神的旨意得以成就,
Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
蒙宙斯准允,
παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
令嗜战的阿佛洛狄忒的子孙享有不朽的王权。
τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιοἈτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
阿特柔斯之子保全了如神般的安忒诺尔的子孙与家族,
μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
感念这位好客老人的往昔温情,
κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
以及温良的妻子忒阿诺款待他的那张宴席。
δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
可怜的拉俄狄刻啊,在你故土的近旁,
γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·
大地裂开怀抱将你拥入其中;
οὐδέ σε Θησείδης Ἀκάμας οὐδʼ ἄλλος Ἀχαιῶν
忒修斯之子阿卡玛斯或任何其他阿开奥斯人皆未将你掳为战利品,
ἤγαγε ληιδίην, ἔθανες δʼ ἅμα πατρίδι γαίῃ.
你与故土一同消亡。
πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμικρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
我断不能历数那一夜的所有战祸波澜与悲痛并将其一一吟唱;
Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω
这是缪斯们的辛劳,而我恰似驭马者,
τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.4
驱策诗歌紧贴着折返的标柱飞驰。
ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
此时,骑马的厄俄斯从东方的大洋疾驰而来,
ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
撕破杀戮的暗夜,
νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·
微泛白光,描摹着浩瀚的苍穹。
οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
阿耳戈斯人沉浸在战争傲然的胜利中,
πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
环顾全城四方,
κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
看是否还有人潜行逃避遍地的屠杀号哭。
ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
然而特洛伊人已倒在死亡无所不网的罗网之下,
ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
恰似倾倒在海滩细沙上的游鱼。
Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμονἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων
阿耳戈斯人从殿堂中搬出新制的器物与神殿的奉献物,
ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
从空寂的寝房中劫掠无数珍宝;
ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
又强行将沦为战利品的妇女与儿童押往海船。
τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
他们将焚城的烈火施加于城墙之上,
ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
一口热气便将波塞冬的劳作化为乌有。
αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
焦黑的伊利昂成了留在原地的亲爱城民的巨大墓冢;
Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην
克珊托斯目睹这毁城的烈火厄运,
Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
淌下咸涩泉水般的号哭,
Ἡφαίστῳ δʼ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.
畏惧赫拉的震怒而屈服于赫淮斯托斯。
οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
阿开奥斯人将波吕克塞娜的鲜血浇奠于墓前,
μῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
平息了死去的埃阿喀斯后裔的愤怒,
Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα
抽签分派特洛伊妇人,
χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας
瓜分了所有其他的金银;
νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
他们将这些财宝装满深陷的船舱,战事既毕,
ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.
便渡过轰鸣的重洋,从特洛伊扬帆启航。
- 605ἀνημέλκτου δὲ γάλακτος / παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη
此处为一个冷酷的悖论性修辞:乳母徒劳地向濒死幼儿哺乳的举动(μάτην ὀρέγουσα),在结果上却等同于奉献死者的奠祭(χοάς)。属格 ἀνημέλκτου γάλακτος 既可作 ὀρέγουσα 的宾语,亦可作为限定/材料属格修饰 χοάς(“未挤出乳汁的奠祭”)。
- 638ἧς ὕπο θυμὸν ἀπέκλασεν
关系代词 ἧς 指向前文的阴性先行词 χαίτην(“毛发/白发”),与介词 ὑπό 加属格连用,表示原因或由头(“在此白发触动之下”),意即阿喀琉斯因这白发而软化了怒火。
- 645χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος
此句作为同格语修饰前文宾格分词 κυβιστήσαντα(倒栽坠落的阿斯提阿那克斯)。诗人运用大胆的隐喻,直接将坠落的幼童比作“奥德修斯之手放出的毁灭性箭矢/飞弹”。
- 667ἐπιψαύουσαν ἀοιδήν
此处运用了双轮战车竞赛的隐喻:承接“如驭马般”(ἅπερ ἵππον ἐλάσσω),诗人将自己的歌声(ἀοιδήν)比作紧贴折返标志柱(τέρματος,由分词 ἐπιψαύουσαν 支配)飞驰的赛车,喻指诗篇正疾速逼近终点。
