← 里斐奥多鲁斯

特洛伊的陷落

§176-264

将领潜入木马与西农投降乞怜

阿开奥斯众主将登入木马,全军余部焚毁营帐后佯退至忒涅多斯岛。故意自伤的西农留在岸上,破晓时发现木马的特洛伊人为其处置争议不决,此时西农以求告者之姿现身并拜倒在普里阿摩斯足下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
176

Εὐρύπυλός τʼ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,

埃瓦伊蒙之子欧律皮罗斯,勇武的列昂透斯,

Δημοφόων τʼ Ἀκάμας τε, δύω Θησήια τέκνα,

忒修斯的两个儿子得摩丰与阿卡玛斯,

Ὀρτυγίδης τʼ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα

以及奥耳堤克斯之子安提克洛斯——阿开奥斯人哀悼他当场死去,

ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν1 Ἀχαιοί,

将他葬在木马之内;

180

Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ

还有珀涅勒俄斯、墨革斯和英勇的安提法忒斯,

Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,

伊菲达玛斯与佩利亚斯之裔欧律达玛斯,

τόξῳ δʼ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε

以及配带弓箭的安菲达玛斯;最后登上的,

τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.

是凭其精巧手艺而闻名的厄珀俄斯。

εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ

随后,他们向宙斯那目光明炯的女儿祈祷,

185

ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δʼ Ἀθήνη

急忙进入这匹木制的空腹货船。

ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν

雅典娜为他们送来掺有仙馔蜜饮的神灵食物作为餐食,

δεῖπνον ἔχειν,2 ἵνα μή τι πανημέριοι λοχόωντες

免得他们整日埋伏其间,

τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.

在难耐的饥渴中受尽折磨而双膝沉重。

ὣς δʼ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων

这宛如在暴风之足的阴云带来酷寒、

190

ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,

大雪将空气冻结并覆盖田野之时,

τηκομένη δʼ ἀνέηκε πολὺν ῥόον· οἱ δʼ ἀπὸ πέτρης

积雪消融后倾泄出浩荡洪流;

ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ

山中孕育的河流带着翻滚轰鸣的喧嚣从岩石上急剧跃落,

δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο

野兽畏惧那轰响,

θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς

退避到隐蔽幽深的巢穴褶皱之下,

195

σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,

战战兢兢地紧挨着身躯在死寂中停留,

πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης

并在痛苦的匮乏和悲凄的窘境中,

τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·

坚忍地等待着暴虐的流水何时停歇;

ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες

阿开奥斯人不知疲倦地跃入中空的木穴之中,

ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.τοῖσι δʼ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου

忍受着难以承受的煎熬亦是如此。

πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.

不可测之计谋的忠诚门卫奥德修斯为他们关上了受孕木马的门户。

αὐτὸς δʼ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω

他自己则坐在头部作为哨兵;而他那一双充满期盼的眼睛,

ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.Ἀτρείδης δʼ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς

却瞒过了置身马外之人的视线。

205

λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,

阿特柔斯之子则下令阿开奥斯的仆从们用弯曲精良的鹤嘴锄拆除遮蔽木马的石质围墙;

ἵππος ὅπερ κεκάλυπτο·3 θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,

因他意图将木马裸露展现,

τηλεφανὴς ἵνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.

以便向远处显现其姿容,将美感展现给众人。

καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.

他们便遵从国王的吩咐将石墙挖毁。

ἠέλιος δʼ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων

当太阳为凡人引来翻覆阴影的黑夜、

210

ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ

将远射白昼的光华引向暮色苍茫的西方时,

φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην

传令官的呼号在军中散布开来,宣告撤退,

νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.

命人将长角战船拖入深海并解开缆绳。

ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν

于是他们燃起松木之火的烈势,

215

ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων

焚毁结实搭建的营帐围栏,

νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς

从罗伊忒翁的海滩扬帆起航,

ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο

驶向冠冕如画的忒涅多斯岛对岸的锚地,

γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.

劈开阿塔玛斯之女赫勒海的灰蓝波涛。

μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς4

唯有艾西莫斯之子西农独自留下,

220

Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,

这是一位善于欺罔的勇士,他自愿承受鞭挞以伤残肢体,

κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.

胸中暗藏着对特洛伊人的隐秘计策与祸患。

ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες

这宛如猎手们用麻网环绕木桩,

θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν

为山间漫游的走兽设下众目张望的陷阱;

ἀνέρες ἀγρευτῆρες· ὁ δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων,

一人受选而脱离众人,秘密潜藏在繁茂的枝杈之下,

225

λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·

作为守猎之人窥视罗网而不被察觉;

ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι

彼时他在遍体鳞伤的肢体上带着斑驳印记,

Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους

在心中谋划着特洛伊凄惨的毁灭。顺着他故意造成的伤口,

ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.

大量鲜血从双肩滚滚淌下。

230

ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ

整夜之间,烈火在营帐周围肆虐,

καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·

在乱窜的风势中喷吐着盘旋的浓烟;

Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας

雷鸣般的赫淮斯托斯发号施令,

παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,

而那不朽之火的母亲、

μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.

照亮凡人的赫拉亦亲自吹拂,掀起各色狂风。

235

ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν

破晓的阴影残存之际,

ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη

喧腾的流言已传到特洛伊人与伊利翁妇女的耳中,

δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.

以烟雾为号宣告敌人的逃离。

αὐτίκα δʼ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας

步兵与骑兵立刻打开城门的横木跃出,

πεζοί θʼ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο

涌向平原,

240

διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.

探寻阿开奥斯人是否另有诡计。

οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις

城中的众位长老亦将矫捷的骡子套上马车,

ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι

同普里阿摩斯国王一同出城;

ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο

他们满怀舒畅,

θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,

抚慰着那些自血腥阿瑞斯手下幸存的子嗣,

245

ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον

眺望着自由的晚年;然而他们注定不能长久欢愉,

γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.

因为宙斯的意志已然裁定。

οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,

当他们看见那匹巧夺天工、花纹斑斓的木马身躯时,

θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες

便围拢上前赞叹不已,

αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.

正如聒噪的寒鸦瞥见强健的雄鹰时在四周盘旋喧闹。

250

τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·

在他们之间爆发了激烈而不决的争辩:

οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,

一部分人因沉痛的战事而筋疲力尽,

ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,

厌憎这匹木马,因它是阿开奥斯人的造物,

ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι

欲将其推下悬崖摔碎,

ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·

或是用双刃战斧劈裂;

255

οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης

另一部分人则信赖新近刨削的工巧之作,

ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,

主张将这匹战马献给不朽的神明,

ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.

作为日后阿耳戈斯战事的纪念物。

φραζομένοις δʼ ἐπὶ τοῖσι5 παναίολα γυῖα κομίζων

正当他们思量之际,平原上出现了一个赤身裸体、

γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·

备受折磨的男子,周身伤痕斑斑;

260

αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι

饱含污血的丑陋鞭痕,

ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.

显露出迅急皮带所造成的残害痕迹。

αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς

他随即匍匐在普里阿摩斯的脚前,

ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,

以哀求的双手抚抱老人的双膝,向老王祈求的同时,

λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·

吐露出一套精心编织的诡诈言辞:

语法注5 条
  1. 179ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν

    与格“ἵππῳ”与复合动词“ἐνεκτερέιξαν”的前缀“ἐν-”相呼应,表示地点(“在木马之内”)。这描绘了一个独特的传说细节:安提克洛斯在木马潜伏期间毙命,阿开奥斯人为防泄密,只能在马腹内部含泪将其就地安葬。

  2. 187δεῖπνον ἔχειν

    不定式“ἔχειν”在此作为说明目的或结果的附加不定式,附属于“ἐκόμισσεν ἐδωδήν”(“带来食物……作为餐食”),与随后的“ἵνα μή……”目的状语从句共同阐明雅典娜赐予神粮的用意。

  3. 206ἵππος ὅπερ κεκάλυπτο

    中性关系代名词“ὅπερ”的先行词为前文的“λάινον ἕρκος”(石墙)。在从句中,“ἵππος”为主格主语,谓语为被动语态“κεκάλυπτο”,“ὅπερ”充当手段或内含/关联宾格,意为“木马借由该墙而被遮蔽遮掩”。

  4. 219πληγῇσιν ἑκούσια γυῖα χαραχθείς

    与被动分词“χαραχθείς”连用,“γυῖα”为关联/限定宾格(“肢体被刻伤”)。“ἑκούσια”则是中性复数形容词用作副词,意为“自愿地/故意地”。

  5. 258φραζομένοις δʼ ἐπὶ τοῖσι

    介词“ἐπί”支配与格分词“φραζομένοις”及与格代词“τοῖσι”,表示时间与情境的顺接伴随(“正当他们思虑这些事情之时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:176-264