← 里斐奥多鲁斯

特洛伊的陷落

§90-175

木马的竣工与奥德修斯的献策演说

厄珀俄斯为木马装上暗门、绳梯与轮盘使其告竣后,阿开奥斯将领齐聚议事;奥德修斯在雅典娜的启迪下发表演说,阐述潜伏马腹与佯装撤退的计策,以涅俄普托勒摩斯为首的众勇士纷纷响应进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
90

κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,

他还在腹内安设了一扇合拢的门户和一架精制的梯子:

ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα

前者天衣无缝地嵌在侧腹上,

ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,

以便不引人注目地载着以良马著称的阿开奥斯伏兵四处行动;

ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα

后者则既可拆解又能牢固地合为一体,

εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.1

成为他们从上方攀入、从下方跃出的通道。

95

ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων

他在木马白皙的颈项和颌部周围,

ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων

系上了紫色的皮带流苏,

καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ

并嵌合象牙与泛着银光回旋的青铜,

κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.

配上那强力拘束的缰辔之曲环。

αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,

当他造毕这匹坚忍耐敌之马的全部构造后,

100

κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ

便在每只脚下安上轮辐精巧的车轮,

ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη

以便木马在平原上被拖曳时驯服听命,

μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.2

不致让奋力牵引的人走上难行的道路。

ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ

木马就这样闪耀着森然可怖与绝伦之美,

εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,

身躯既宽阔又高耸;

105

εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.

即便好马的阿瑞斯若逢其为活物,也绝不会拒绝驾驭。

ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν

木马四周筑起了一道高墙,免得阿开奥斯人有人提前窥见,

πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.

从而泄露并点燃了败露的机谋。

οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς

与此同时,在阿伽门农的迈锡尼战船旁,

λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες

阿开奥斯人的诸王避开聚集兵卒的喧闹与汹涌浪潮,

110

ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.

汇聚在一起共商大计。

ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα

勇猛的雅典娜化身为声音洪亮的传令官之躯,

συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη

作为智囊立在奥德修斯身旁,

ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.

以甘如蜜汁的琼浆润泽这位勇士的嗓音。

αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων

他借着神圣的决意在心中运筹帷幄,

115

πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς

起初宛如懵懂之人般伫立,

ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,

将动也不动的目光凝视于大地;忽然间,

ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας3

他开启了源源不断的言辞阵痛,

δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆςἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·

发出震耳的轰鸣,宛如自空中的源泉倾泻出一片滴蜜白雪的广阔汪洋:

120

ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται

“朋友们,隐秘的伏兵如今已由凡人之手、

χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.

依雅典娜之谋略告竣。

ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,

你们这些最信赖自己手臂力量的人,

πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ

当以英武之心与坚忍之气,

σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας

欣然随我前行;因为久留于此、徒劳劳作而无功地老去,

125

μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,

并非我等所宜,

ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι

我们应当在活着时成就流芳百世的事业,

ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.

或者以染血之死避开受人唾骂的耻辱。

ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,

若你们尚未忘却那麻雀与昔日的巨蛇,

εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος

那美丽的悬铃木,

130

καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις

以及在那命薄的孩子们身上被生生拽下的母亲与柔嫩的雏鸟,

μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.

那么我们的希望远胜于他们。

εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,

即便老迈的卡尔卡斯曾因神谕而延宕时日,

ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος

然而新近归附的预言者赫勒诺斯的神占,

μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.

依然在召唤我们走向垂手可得的胜利。

135

τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν

因此,请听从于我,让我们勇敢地奔向马腹,

θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος

好让特洛伊人自招灾祸,

Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην

如同爱惜自身的厄运一般,

Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.

将这无畏女神的诱敌巧艺迎入伊利翁。

οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν

其余的人,请解开战船的缆绳,

140

πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·

将你们自己的火种掷向编结的营帐;

Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν

离开伊利翁大地的荒凉海岸,

πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,

全速乘船作佯装归乡之行,

εἰσόκεν εὐόρμου τετανυσμένον ἐκ περιωπῆς

直到良港的高处瞭望哨上,

ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο

向聚集在邻近海岸的你们伸出傍晚之火,

145

σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.4

发出折返航行的信号。

καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων

那时,急促划桨的水手们切莫有丝毫迟疑,

γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτεςἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.

也不要有任何恐惧的阴云——那正是黑夜带给人们轻浮之心的惊怖;

ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,

愿你们怀有对昔日英勇的同胞自尊,

150

μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος

莫让任何人玷污自己的威名,使每个人都能因木马之功,

ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.

赢得与所受辛劳相称的奖赏。”

ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις

他说罢便率先走出议事之所;

πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,

而最先遵从其言辞的,是宛如神祗的涅俄普托勒摩斯,

πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,

他恰似一匹在沾满朝露的平原上疾驰的马驹,

155

ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν

因初次佩戴的胸甲饰物而满心欢喜,

ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.

超越了马鞭和驭手的威吓。

Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης

堤丢斯之子狄俄墨得斯向涅俄普托勒摩斯跃步而去,

θαυμάζων, ὅτι τοῖος ἔην καὶ πρόσθεν Ἀχιλλεύς.

惊叹阿喀琉斯昔日亦是如此英姿。

ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια ΚομαιθὼΤυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα

出身高贵的堤丢斯之女科迈托在短暂的合巹中,

ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.

与命薄的挥盾勇士埃癸阿琉斯所生之子库阿尼波斯亦紧随其后。

ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ

墨涅拉俄斯也站起身来;

Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δʼ ἔζεε θυμῷ

一股凶暴的冲动驱使他奔向与得伊福玻斯的决斗,

δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.

他以冷酷的心沸腾着,渴望找出强夺他婚姻的第二名劫匪。

165

τῷ δʼ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,

接着,俄琉斯之子、骁捷的洛克里斯人埃阿斯一跃而起,

εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδʼ ἐπὶ κούραις

彼时他尚存清明的理智,

μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,

未曾对少女生出非分的狂悖;他又唤起了另一位首领,

Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.

克里特人半白须发的国王伊多墨纽斯。

Νεστορίδης δʼ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,

涅斯托耳之子刚毅的斯拉叙墨得斯与他们同行,

170

καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος

特拉蒙之子、善射的透克洛斯亦阔步向前;

τοῖσι δʼ ἐπʼ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη

在他们之后,拥有众多骏马的阿德墨托斯之子欧墨洛斯挺身而起;

Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας

预言家卡尔卡斯随后奔涌而出,

εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες

他深知阿开奥斯人在历尽艰辛后,

ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.

如今终于将把特洛伊城踏于马下。

175

οὐδὲ μὲν οὐδʼ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς

甚至也没有任何人掉队退缩、拒绝援手——

语法注4 条
  1. 94εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι

    不定词 ὀροῦσαι 在此作名词 ὁδός 的说明性定语(即“向下跃出之路”),或与存在动词 εἴη 构成表语性结构。副词 καθύπερθεν(“从上方[攀入]”)与 νέρθεν ὀροῦσαι(“从下方跃出”)形成对仗,指明这架绳梯兼具登入与跳下的双重功能。

  2. 101ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ

    在 ὅπως 引导的目的从句中,祈愿语气 εἴη 与虚拟语气 ὁδεύῃ 并列使用。主句动词 ὑπέθηκεν 为过去时,按规则从句应使用祈愿语气,但后半句转用虚拟语气 ὁδεύῃ,生动地突出了牵引者避免行路维艰的当下现实目的。βιαζομένοισι 为与格分词,指“奋力(拉扯的人)”。

  3. 117ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας

    此句急转自前文奥德修斯“如懵懂之人伫立”的静止外表,瞬间引爆其雄辩口才。此处化用了荷马《伊利亚特》卷三第216-224行对奥德修斯演讲的著名描摹(起初木讷宛如愚汉,一旦开口则言辞如冬雪倾泻)。ὠδῖνας(“分娩之阵痛”)为隐喻,形象地表明其心中久蓄言辞的喷薄而出。

  4. 143εἰσόκεν ... σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ

    连词 εἰσόκεν(相当于 ἕως ἄν,“直到……为止”)支配虚拟语气 σημαίνῃ,在承接主句祈使动词 πλώετε(“航行吧”)时表示对未来事件界限的预期。句子的主语是 ἑσπέριον πῦρ(“傍晚之火”),介词短语 παλίνορσον ἐπὶ πλόον(“向着折返的航程”)修饰动词 σημαίνῃ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:90-175