← 里斐奥多鲁斯

特洛伊的陷落

§265-346

西农的欺诈之言与木马入城

西农历数阿开奥斯人的残虐行径以博取普里阿摩斯的同情,并诡称若将木马献入雅典娜神庙便可拯救特洛伊。特洛伊人无视重重凶兆,在欢歌曼舞中将木马迎入卫城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
265

ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,

“执权杖的达尔达诺斯后裔啊,

Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,1

倘若你怜悯我是一个曾与阿耳戈斯人同船航行的人,倘若你拯救我,

Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—

使我成为特洛伊人与城邦的救护者,

οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες

成为阿开奥斯人最终的死敌——那些人素来凶恶无情,不顾诸神的鉴察报应,

οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·

对毫无过错的我施加了何等残酷的折磨!

270

ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,

他们正是这般夺走了埃阿科斯之孙阿喀琉斯的荣誉赏赐,

ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,

正是这般抛弃了受水蛇所害而受缚的菲罗克忒忒斯,

ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.

又因嫉恨而杀害了帕拉墨得斯本人。

καὶ νῦν οἷά μʼ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν

如今,那些狂妄之徒又对我施加了何等的暴行,

οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·

只因我不愿与他们一同逃亡,反而劝阻同伴留在阵地!

275

οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες

他们屈从于昏乱的狂暴,剥去我的衣物,

εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις

用无情的皮鞭将我全身抽得遍体鳞伤,

πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.

将我遗弃在异邦的海滩上。

ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·

然而,尊贵的王啊,请敬畏庇护请愿者的宙斯的神威;

χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς

倘若你任由一位请愿者与异乡客丧命于特洛伊人之手,

280

χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.

我将成为阿耳戈斯人的快事。

αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν

然而,我必能全力相助你们众人,

μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.

使你们不再惧怕阿开奥斯人卷土重来的战火。”

ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·

他这般诉说;老王便以温和的话语抚慰他:

ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε

“异乡人啊,你既已融入特洛伊人之中,便不应再怀有恐惧;

285

τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.

因为你已逃脱了阿开奥斯人不共戴天的狂暴。

αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης

你将永远成为我们的朋友,

οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.

故土的思念与珍宝满室的居所亦不再以甜蜜的渴望牵绊你。

ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,

来吧,你也告诉我,这件奇物,即这匹作为令人战栗的无情怪异之象的马,

ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο

究竟因何而造?并告诉我你的姓名、

290

οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.

出身,以及战船自何处将你载来。”

τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·

于是足智多谋的勇士鼓起勇气回答道:

ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.

“这些事我也将如实相告;因你是在吩咐一个心甘情愿之人。

ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·

阿耳戈斯是我的城邦,我的名字唤作西农;

αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·

人们又称我的白发父亲为艾西莫斯。

295

ἵππον δʼ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·

而那匹自古有言的木马,则是厄珀俄斯为阿耳戈斯人设计构想的。

εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,

因为若你们任由它留在这片原野之上,

Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·

按照神谕,阿开奥斯的枪矛必将攻陷特洛伊城;

εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,

但若雅典娜将其作为神圣的祭品迎入神庙,

φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.

敌人必将在徒劳无功的苦斗之后仓皇逃遁。

300

ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες

来吧,快用绳索将它周身套住,

ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·

把这匹饰有金辔的木马拖入巍峨的卫城;

ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι

愿护城女神雅典娜亲自为我们引路,

δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.

她自己亦渴望收下这件巧夺天工的奉献之物。”

ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόνταἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις

他这般说完,国王命他接过披风与长袍穿上;

δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν

众人则用牛皮绳结与紧密编织的缆索系牢木马,

εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,2

使这匹满载勇士、置于疾驰车轮之上的骏马穿行于平原;

ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν

木马前方,

αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.

长笛与竖琴齐声高奏出和谐的乐章。

310

σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη

盲目的人类真是可悲的种族,

ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ

未来的景象在他们眼前化为一片不可测的迷雾;

πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.

人们常常在虚妄的喜悦中,不知不觉地跌入毁灭的深渊。

οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη

正如当时那毁灭凡人的厄运,

ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν

未经驱使便自如地涌入特洛伊城;没有一个人知晓,

315

ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.

它身后拖带的是狂暴而难以磨灭的哀痛。

ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο

众人采集沾着朝露的河畔鲜花,

ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.

编成花环戴在屠杀他们之凶手的颈鬃上。

γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις

大地在青铜车轮的碾压下于底层发出可怖的轰鸣,

δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν

贯穿其间的铁轴互相摩擦,

320

τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·

发出刺耳的悲声;

τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα

缆绳的接合处吱呀作响,

λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.

每一根绷紧的盘旋绳索都喷射出烟灰般的尘雾。

πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·

拉曳者激起巨大的喧嚣与夸耀的呼号;

ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,

林木葱郁的伊达山与宁芙栖居的橡树一同震响,

325

ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,

克珊托斯河回旋的流水发出轰鸣,

καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ

西摩伊斯河的河口亦在大声呼喊;

ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.

天上的号角则预告着宙斯所降下的兵燹已被拉近。

οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ

众人将木马向前推进;但被溪流割裂的漫长道路崎岖难行,

σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.

全然不同于平坦的原野。

330

εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς

斑斓的木马朝着嗜战神明的祭坛前行,

κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη

极其傲岸地自得其乐;雅典娜将双手重重压在它新近雕削的大腿上,

χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.

将神力倾注其间。

ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ

木马如此疾驰难当,比箭矢更快地奔跃,

Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,

以腾跃的步伐催赶着特洛伊人,

335

εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.

直至踏上达尔达诺斯的大门。

αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·

进城之际,门扇的间隙对它而言过于狭窄;

ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο

但赫拉在前方将门扉推开,

πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων

为它的路径重新通启大道,

σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.3

波塞冬则从城楼上用三叉戟削去开敞大门的门柱。

340

Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,

城中的特洛伊妇女从各处纷纷赶来,新娘、

νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,

待嫁的少女与熟知厄勒梯亚之事的妇人们,

μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·

伴随着歌声与舞蹈在神像周围盘旋环绕;

ἄλλαι δὲ χνοόωσαν ἀμελγόμεναι χάριν ὄμβρου

另一些妇人收集着雨水滋润的新鲜花朵,

ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.

在木马行进的轨迹上铺设玫瑰色的织毯;

345

αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης

还有些妇人解下束胸的海蓝丝带,

λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.

用编织的花朵与木马交错缠绕。

语法注3 条
  1. 265ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις, / Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις

    两个条件从句(εἴ μʼ ἐλεαίρεις 与 εἴ με σαώσεις)由 μέν... δέ 构成对比,但其常规的归结从句(主句)并未紧随其后出现,而是在情绪的激化下转入第268行的感叹与控诉(οἷά με λωβήσαντο...),构成了破格句法(anacoluthon)。其主句的逻辑结论直至第281行(αὐτὰρ ἐγὼ... ἔσσομαι)方才得以呼应。

  2. 307θοῶν ἐπιβήτορα κύκλων

    字面义为“骑乘于疾驰车轮之上者”,作宾格 ἵππον(木马)的同位语。名词 ἐπιβήτωρ(骑手、乘者)通常用于骑马者或战车御者,此处被诗意地借喻为安装在轮轴底座上的木马本身。

  3. 339σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ

    描绘波塞冬用三叉戟削去正在开启的门扇柱木(σταθμόν,其后接属格 ἀνοιγομένων πυλέων 修饰)的场景,以容纳巨大的木马通过,表明神灵干涉如何从物理上拆解特洛伊的城防门户。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:265-346