- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.9.1-5.9.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希波托俄斯继承财富并渡海前往意大利,在奴隶市场上认出安忒亚并将她买下。他在与她同处中萌生欲念并步步紧逼,但安忒亚吐露身世后,他得知她是挚友哈布罗科墨斯的妻子,遂以敬意庇护她,并着手四处寻访哈布罗科墨斯。
Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων· χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπʼ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν· πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια.
与此同时,佩林托斯人希波托俄斯起初在陶罗梅尼乌姆因缺乏食粮而过着凄惨的生活;但随着时间的推移,一位老妇倾慕于他,由于穷困交迫的逼迫,他娶了这位老妇。与她共同生活了短暂的一段时日后,老妇去世,他继承了巨额的财富与家业:大批仆从的扈从队、大量的衣物以及极其奢华的器具。
Διέγνω δὲ πλεῦσαι μὲν εἰς Ἰταλίαν, ὠνήσασθαι δὲ οἰκέτας ὡραίους καὶ θεραπαίνας καὶ ἄλλην σκευῶν περιβολήν, ὅση γένοιτʼ ἂν ἀνδρὶ εὐδαίμονι·1 ἐμέμνητο δὲ ἀεὶ τοῦ Ἁβροκόμου καὶ τοῦτον ἀνευρεῖν εὔχετο, περὶ πολλοῦ ποιούμενος κοινωνῆσαί τε αὐτῷ τοῦ βίου παντὸς καὶ τῶν κτημάτων.
他决定启航前往意大利,买下年轻俊美的男女仆役,以及富贵之人所应有的一切其他器具配备;他时刻惦念着哈布罗科墨斯,祈求能寻得他,将同他分享毕生的生活与全部财产视作极其重要之事。
Καὶ ὁ μὲν ἐπαναχθεὶς κατῆρεν εἰς Ἰταλίαν, εἵπετο δὲ αὐτῷ μειράκιον τῶν ἐν Σικελίᾳ εὖ γεγονότων, Κλεισθένης τοὔνομα, καὶ πάντων μετεῖχε τῶν Ἱπποθόου κτημάτων, καλὸς ὤν.
于是他启航并在意大利泊靠;跟随着他的是一位出身西西里显贵的少年,名叫克利斯忒涅斯,少年容貌俊美,与希波托俄斯共享全部财产。
Ὁ δὲ πορνοβοσκὸς ἤδη τῆς Ἀνθείας ὑγιαίνειν δοκούσης ἐνενόει ὅπως αὐτὴν ἀποδώσεται, καὶ δὴ προῆγεν αὐτὴν εἰς τὴν ἀγορὰν καὶ τοῖς ὠνησομένοις ἐπεδείκνυεν.
此时,妓院老板见安忒亚似乎已然康复,便盘算着如何将她卖出,于是将她带到集市上,展示给意欲购买的人们。
Ἐν τούτῳ δʼ ὁ Ἱππόθοος περιῄει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν· καὶ ὁρᾷ τὴν Ἄνθειαν καὶ γνωρίζει καὶ ἐπὶ τῷ συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο οὐχ αὕτη ἡ κόρη, ἣν ἐγώ ποτε ἐν Αἰγύπτῳ τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ2 εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῇ συγκαθεῖρξα; Τίς οὖν ἡ μεταβολή; πῶς δὲ σώζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή; τίς ἡ παράλογος σωτηρία;
正在此时,希波托俄斯走遍塔兰托城,寻思着买下些美好的物品;他见到了安忒亚,认出了她,因这突如其来的巧遇而深感震惊,在心中思绪万千: “这不正是当年我在埃及为安基阿洛斯的被害实施报复、将其活埋入坑穴并与恶犬一同关押的那个少女吗?这究竟是怎样的变故?她又是如何生还的?从坑穴中逃脱是怎么回事?这不可思议的生还是怎么一回事?”
Εἰπὼν ταῦτα προσῆλθεν ὡς ὠνήσασθαι θέλων, καὶ παραστὰς αὐτῇ ὦ κόρη ἔφησεν, Αἴγυπτον οὐκ οἶδας οὐδὲ λῃσταῖς ἐν Αἰγύπτῳ περιπέπτωκας οὐδὲ ἄλλο τι ἐν ἐκείνῃ τῇ γῇ πέπονθας δεινόν; εἰπὲ θαρροῦσα, γνωρίζω γάρ σε.
说了这番话,他佯作意欲买下的模样走上前去,站在她身旁,说道: “少女啊, 你难道不知晓埃及,或者未曾在埃及落入强盗之手,或者未曾在那片土地遭受过其他可怕的遭遇吗?放心说吧,因为我认得你。”
Αἴγυπτον ἀκούσασα καὶ ἀναμνησθεῖσα Ἀγχιάλου καὶ τοῦ λῃστηρίου καὶ τῆς τάφρου ἀνῴμωξέ τε καὶ ἀνωδύρατο, ἀποβλέψασα δὲ εἰς τὸν Ἱππόθοον (ἐγνώρισε δὲ αὐτὸν οὐδαμῶς) πέπονθα φησὶν ἐν Αἰγύπτῳ πολλά, ὦ ξένε, καὶ δεινά, ὅστις ποτε ὢν τυγχάνεις, καὶ λῃσταῖς περιπέπτωκα· ἀλλὰ σὺ πῶς εἶπε γνωρίζεις τὰ ἐμὰ διηγήματα;
安忒亚听到“埃及”二字,又忆及安基阿洛斯、强盗窝与坑穴,便号啕大哭、痛声哀悼;她抬头看向希波托俄斯(却全然不认得他),说道: “外乡人啊,无论你是何人,我在埃及确实经历了许多可怕之事,也的确落入了强盗之手;但你又是如何,”她说,“知晓我的遭遇的?
πόθεν δὲ εἰδέναι λέγεις ἐμὲ τὴν δυστυχῆ; διαβόητα μὲν γὰρ καὶ ἔνδοξα πέπονθα, ἀλλὰ σὲ οὐ γινώσκω τὸ σύνολον.
你又是因何说认得我不幸之人的?我所经历的确实人尽皆知、广为流传,但我对你却全然不识。”
Ἀκούσας ὁ Ἱππόθοος καὶ μᾶλλον ἐξ ὧν ἔλεγεν ἀναγνωρίσας αὐτὴν τότε μὲν ἡσυχίαν ἤγαγεν, ὠνησάμενος δὲ αὐτὴν παρὰ τοῦ πορνοβοσκοῦ ἄγει πρὸς ἑαυτὸν καὶ θαρρεῖν παρεκελεύετο καὶ ὅστις ἦν λέγει καὶ τῶν ἐν Αἰγύπτῳ γενομένων ἀναμιμνήσκει καὶ τὸν ἑαυτοῦ πλοῦτον διηγεῖται καὶ τὴν φυγήν.
希波托俄斯听罢,由她的言辞中愈发确定了她的身份,当时便未作声张;待从妓院老板处将她买下后,他把她带回自己的住所,鼓励她安心,告知自己的身份,提醒她在埃及发生的一切,并讲述了自己的财富与出逃的经过。
Ἡ δὲ ᾐτεῖτο συγγνώμην ἔχειν καὶ αὐτῷ διηγεῖτο ὅτι Ἀγχίαλον ἀπέκτεινε μὴ σωφρονοῦντα, καὶ τὴν τάφρον καὶ τὸν Ἀμφίνομον καὶ τὴν τῶν κυνῶν πραότητα καὶ τὴν σωτηρίαν διηγεῖται.
安忒亚请求他的宽恕,向他叙说了自己因安基阿洛斯不守规矩而将其杀害之事,并讲述了坑穴、安菲诺墨斯、猎犬的温顺以及获救的始末。
Κατῴκτειρεν αὐτὴν ὁ Ἱππόθοος καὶ ἥτις μὲν ἦν ἐπέπυστο οὐδέπω, ἐκ δὲ τῆς καθημερινῆς σὺν τῇ κόρῃ διαίτης εἰς ἐπιθυμίαν Ἀνθείας καὶ Ἱππόθοος ἔρχεται καὶ συνελθεῖν ἐβούλετο καὶ πολλὰ ὑπισχνεῖται αὐτῇ.
希波托俄斯怜悯于她,但尚未查明她究竟是谁;因日日与这少女朝夕相处,希波托俄斯亦对安忒亚萌生了欲念,企图与她同寝,并对她许下许多诺言。
Ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῷ, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς· τελευταῖον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτʼ ἔχουσα ὅ τι ποιήσειε, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῷ τὰ ἀπόρρητα ἢ παραβῆναι τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια3 καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο·
起初她竭力抗拒,声称自己配不上主人的卧榻;但最终由于希波托俄斯步步紧逼,她再也不知该如何是好,认为将所有隐秘全盘托出总好过背弃与哈布罗科墨斯的盟誓,便讲出了哈布罗科墨斯、以弗所、他们的爱情、誓言、灾难、强盗等种种往事,并不停地哀泣着哈布罗科墨斯的名字。
ὁ δὲ Ἱππόθοος ἀκούσας ὅτι τε Ἄνθεια εἴη καὶ ὅτι γυνὴ τοῦ πάντων αὐτῷ φιλτάτου, ἀσπάζεταί τε αὐτὴν καὶ εὐθυμεῖν παρεκάλει καὶ τὴν αὑτοῦ πρὸς Ἁβροκόμην φιλίαν διηγεῖται. Καὶ τὴν μὲν εἶχεν ἐπὶ τῆς οἰκίας, πᾶσαν προσάγων ἐπιμέλειαν, Ἁβροκόμην αἰδούμενος· αὐτὸς δὲ πάντα ἀνηρεύνα, εἴ που τὸν Ἁβροκόμην ἀνεύροι.
希波托俄斯得知她就是安忒亚,且是他平生至爱之友的妻子,便拥抱了她,劝慰她宽心,并讲述了自己与哈布罗科墨斯之间的深厚友谊。出于对哈布罗科墨斯的敬重,他将她安置在家中,给予无微不至的照料;他自己则四处探查,盼能在何处寻获哈布罗科墨斯。
- 5.9.2ὅση γένοιτʼ ἂν ἀνδρὶ εὐδαίμονι
由关系代词 ὅση 引导的从句中使用了 ἄν 搭配第三人称单数希求式(γένοιτο),构成表潜能的希求式结构(potential optative),意为“凡是富有之人所应具备(或相称)的”。
- 5.9.5τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ
动词 τιμωρέω 支配表示复仇原因或罪行的与格(此处为 τῷ Ἀγχιάλου φόνῳ,“为安基阿洛斯的被害实施复仇”),而被惩罚的人通常用宾格表达。
- 5.9.12λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια
动词 λέγει 直接支配了一连串由人名、地名、抽象名词与普通名词构成的宾格并列项,以极为简练的笔法表示“述说(坦白)关于哈布罗科墨斯、以弗所、爱情……的事情”。
