← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.8.1-5.8.9

哈布罗科墨斯采石劳役与安忒亚的恶梦

哈布罗科墨斯流落至努凯里亚,因困窘而受雇于采石苦役并痛悼失落的安忒亚;而身在塔兰托的安忒亚则梦见爱人被另一美妇夺走,悲痛之余决意自尽以全贞节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8.1

Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσειε,1 τὰ μὲν πρῶτα περιῄει τὴν Ἄνθειαν ζητῶν· αὕτη γὰρ ἦν αὐτῷ τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις· ὡς δὲ οὐδὲν εὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῷ πορνοβοσκῷ), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις.

安忒亚便因病弱而留在那妓院老板处受人照料;而哈布罗科墨斯自西西里启航后,泊靠在意大利的努凯里亚,由于缺乏食粮,不知所措,起初四处奔走寻找安忒亚;因为这本是他毕生与漂泊的全部缘由。但他一无所获(因这少女正在塔兰托的妓院老板身边),便受雇于石料工人。

§5.8.3

Καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐδὲ αὑτὸν ὑποβάλλειν ἔργοις εὐτόνοις καὶ σκληροῖς· διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην ἰδοὺ φησὶν Ἄνθεια, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονήρας καὶ τὸ σῶμα ὑποτέθεικα δουλείᾳ· καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σὲ καὶ τοῦ λοιποῦ συγκαταβιώσεσθαι, τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο·2 νυνὶ δὲ ἴσως κἀγὼ ὁ δυστυχὴς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. Πέπεισμαι γάρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.

这项劳作对他而言极其艰辛,因为他向来不曾习惯让自己的身躯乃至自身承受激烈而繁重的苦力;他处境悲惨,时常痛悼自己的命运,说道: “看哪, 安忒亚,你的哈布罗科墨斯成了一名卑贱营生的工匠,将这副身躯委身于奴役之中;若是尚有一丝希望能够寻得你,并在余生与你长相厮守,这希望本可在一切艰难险阻中慰藉于我;然而如今,或许我这不幸之人不过是在徒然空耗心力,而你不知在何处已因对哈布罗科墨斯的思念而丧生。我深信,至爱之人,纵使死去,你也绝不会将我忘怀。”

§5.8.5

Καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῇ δὲ Ἀνθείᾳ ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένῃ. Ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετʼ ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς χρόνον· φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην· καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ3 ἐξαναστῆναί τε καὶ παύσασθαι τὸ ὄναρ.

他正这般哀叹,忍痛承受苦难,而在塔兰托熟睡的安忒亚却做了一场梦。她梦见自己与哈布罗科墨斯在一处,美丽的她同英俊的他相伴,仿佛回到了两人情窦初开的最初时光;然而忽有另一名美貌女子现身,将哈布罗科墨斯从她身旁硬生生拖走;最终,在他大声呼喊、直呼其名之际,她猛然惊醒,梦境亦随之消散。

§5.8.7

Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέ τε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν οἴμοι τῶν κακῶν λέγουσα, ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι ἡ δυστυχὴς συμφορῶν καὶ τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμῃ·4 σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή· ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα.

她刚一觉察见到这般景象,便立即翻身跃起,放声痛哭,深信梦中所见皆为实情,说道: “悲哉,我的苦难! 我忍受一切苦难,不幸地备尝种种厄运,超越寻常女子之能为哈布罗科墨斯设谋守节;可在你眼中,或许别处的哪个女子已被视作佳人;因为梦境正是在向我预兆此事。

§5.8.8

Τί οὖν ἔτι ζῶ; τί δʼ ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι μὲν τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας.

那我为何还要活着?为何还要折磨自己?不如就此死去,得以摆脱这悲惨的残生,摆脱这不体面而又危机四伏的奴役之躯。

§5.8.9

Ἁβροκόμης μὲν εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκῃ τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ. Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.

纵然哈布罗科墨斯违背了誓言,愿诸神莫要降罚于他分毫;或许他亦是迫于无奈才有所作为;但对于坚守贞节的我而言,一死方为善策。” 她泣不成声地诉说着这番话,并开始寻觅自尽的法子。

语法注4 条
  1. 5.8.1ὅ τι ποιήσειε

    过去语境伴随分词(ἀμηχανῶν“不知所措”)所引出的间接审议疑问句中的斜相祈愿语气(optativus obliquus),替代了直接引语中的审议虚拟语气(ὅ τι ποιήσω,“我该做什么”)。

  2. 5.8.4εἰ μὲν εἶχόν τινα ἐλπίδα ... τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο

    由未完成过去直陈式(εἶχον)与 ἄν + 未完成过去直陈式(παρεμυθεῖτο ἄν)构成的与现在(或持续状态)事实相反的非真实条件句(“如果我尚有希望……这便会慰藉于我”)。

  3. 5.8.6ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ

    属格绝对结构,逻辑主语为前文提及的哈布罗科墨斯(“在他大声呼喊并直呼其名之际”)。其后不定词 ἐξαναστῆναι 的逻辑主语则是安忒亚自身(承前省略),表现她在惊悸中猛然醒转。

  4. 5.8.7Ἁβροκόμῃ

    利害与格(dativus commodi),修饰 τέχνας σωφροσύνης ... εὑρίσκω,意为“为了哈布罗科墨斯(而设谋守节)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.8.1-5.8.9