← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.10.1-5.10.12

哈布罗科墨斯抵达罗得岛并与仆从重逢

哈布罗科墨斯因难以忍受在努凯里亚的苦工而启航返回以弗所,途经西西里与塞浦路斯后抵达罗得岛。他在赫利俄斯神殿偶遇往日仆从勒乌孔与罗得为他设立的石柱与奉纳品,与二人惊喜重逢并得到悉心照料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.10.1

Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβάς εἰς Ἔφεσον ἀνάγεσθαι.

此时,哈布罗科墨斯起初在努凯里亚辛苦劳作,但最终因再也无法忍受劳苦,决定登船启航前往以弗所。

§5.10.2

Καὶ ὁ μὲν νύκτωρ κατελθὼν ἐπὶ θάλασσαν ἐπιτυγχάνει πλοίῳ ἀναγομένῳ καὶ ἐπιβὰς ἔπλει τὴν ἐπὶ Σικελίας1 πάλιν, ὡς ἐκεῖθεν ἐπὶ Κρήτην τε καὶ Κύπρον καὶ Ῥόδον ἀφιξόμενος κἀκεῖθεν εἰς Ἔφεσον γενησόμενος· ἤλπιζε δὲ ἐν τῷ μακρῷ πλῷ καὶ περὶ Ἀνθείας τι πεύσεσθαι.

他在夜间下到海边,恰好遇到一艘正要起航的船,便登船再次踏上前往西西里的航线,打算从那里前往克里特、塞浦路斯和罗得岛,再从那里抵达以弗所;他还指望在这漫长的航程中探听到一些关于安忒亚的消息。

§5.10.3

Καὶ ὁ μὲν ὀλίγα ἔχων τὰ ἐπιτήδεια ἀναγαγόμενος καὶ διανύσας τὸν πλοῦν τὰ μὲν πρῶτα ἐπὶ τῆς Σικελίας ἔρχεται καὶ εὑρίσκει τὸν πρότερον ξένον τὸν Αἰγιαλέα τεθνηκότα· ἐπενέγκας δὲ αὐτῷ χοὰς καὶ πολλὰ καταδακρύσας, ἀναχθεὶς πάλιν καὶ Κρήτην παρελθών, ἐν Κύπρῳ γενόμενος, ἡμέρας διατρίψας ὀλίγας καὶ εὐξάμενος τῇ πατρίῳ Κυπρίων θεῷ ἀνήγετο καὶ ἧκεν εἰς Ῥόδον· ἐνταῦθα πλησίον τοῦ λιμένος εἰσῳκίσατο.

他带着微薄的给养出海,走完了航程,首先抵达西西里,发现往日的东道主埃癸阿勒俄斯已经离世;在为他献上奠酒并痛哭一番后,他再次启航,经过克里特,抵达塞浦路斯,逗留了数日并向塞浦路斯人的本族女神祈祷后,便启航来到了罗得岛;他在罗得岛的港口附近安顿了下来。

§5.10.4

Καὶ ἤδη τε ἐγγὺς ἐγίνετο Ἐφέσου καὶ πάντων αὐτὸν ἔννοια τῶν δεινῶν εἰσήρχετο, τῆς πατρίδος, τῶν πατέρων, τῆς Ἀνθείας, τῶν οἰκετῶν· καὶ ἀναστενάξας φεῦ ἔφη τῶν κακῶν·2 εἰς Ἔφεσον ἵξομαι μόνος καὶ πατράσιν ὀφθήσομαι τοῖς ἐμαυτοῦ χωρὶς Ἀνθείας καὶ πλεύσομαι πλοῦν ὁ δυστυχὴς κενὸν καὶ διηγήσομαι διηγήματα ἴσως ἄπιστα, κοινωνὸν ὧν πέπονθα οὐκ ἔχων·

此时他已临近以弗所,对所有可怕遭遇以及祖国、双亲、安忒亚与仆从们的思绪涌上心头;他深叹一声,说道: “哎, 这诸多苦难!难道我要孤身一人抵达以弗所,在没有安忒亚的情况下出现在自己的双亲面前,我这不幸之人空跑一趟航程,并且因没有经历的同伴而讲述那或许令人难以置信的遭际吗?

§5.10.5

ἀλλὰ καρτέρησον, Ἁβροκόμη, καὶ γενόμενος ἐν Ἐφέσῳ τοσοῦτον ἐπιβίωσον χρόνον· τάφον ἔγειρον Ἀνθείᾳ καὶ θρήνησον αὐτὴν καὶ χοὰς ἐπένεγκον καὶ σαυτὸν ἤδη παρʼ αὐτὴν ἄγε. Ταῦτα ἔλεγε καὶ περιῄει τὴν πόλιν ἀλύων, ἀπορίᾳ μὲν τῶν κατὰ τὴν Ἄνθειαν, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων.

然而坚忍吧,哈布罗科墨斯,到了以弗所之后,就多活这么些时日吧:为安忒亚立一座坟墓,为她哀悼,献上奠酒,然后便自行奔赴她的身边。” 他一边说着这些话,一边心烦意乱地在城中游荡,既因安忒亚下落不明而无措,又因缺少生活之资而匮乏。

§5.10.6

Ὁ δὲ Λεύκων ἐν τούτῳ καὶ ἡ Ῥόδη διατρίβοντες ἐν Ῥόδῳ ἀνάθημα ἀνατεθείκεσαν ἐν τῷ τοῦ Ἡλίου ἱερῷ παρὰ τὴν χρυσῆν πανοπλίαν, ἣν Ἄνθεια καὶ Ἁβροκόμης ἀνατεθείκεσαν· ἀνέθεσαν στήλην γράμμασι χρυσοῖς γεγραμμένην ὑπὲρ Ἁβροκόμου καὶ Ἀνθείας, ἀνεγέγραπτο δὲ καὶ τῶν ἀναθέντων τὰ ὀνόματα, ὅ τε Λεύκων καὶ ἡ Ῥόδη. Ταύτῃ τῇ στήλῃ ὁ Ἁβροκόμης ἐπιτυγχάνει, ἐληλύθει δὲ προσεύξασθαι τῷ θεῷ. Ἀναγνοὺς οὖν καὶ γνωρίσας τοὺς ἀναθέντας καὶ τὴν τῶν οἰκετῶν εὔνοιαν, πλησίον δὲ καὶ τὴν πανοπλίαν ἰδών, μέγα ἀνωδύρετο παρακαθεσθεὶς τῇ στήλῃ.

与此同时,客居罗得岛的勒乌孔与罗得在赫利俄斯的神庙里、在安忒亚与哈布罗科墨斯曾奉纳的金铠甲旁立了一件奉纳品;他们立了一座以金字书写的石柱,为哈布罗科墨斯与安忒亚祈福,上面也刻着奉纳者的名字:勒乌孔与罗得。哈布罗科墨斯恰好遇上了这块石柱,他本是来向神明祈祷的。他读了碑文,认出了奉纳者以及仆人们的忠心,又看见了近旁的铠甲,便坐在石柱旁放声痛哭起来。

§5.10.8

Ὦ πάντα ἔλεγεν ἐγὼ δυστυχής· ἐπὶ τὸ τέρμα ἥκω τοῦ βίου καὶ εἰς ἀνάμνησιν τῶν ἐμαυτοῦ συμφορῶν· ἰδοὺ ταύτην μὲν τὴν πανοπλίαν ἐγὼ μετ’ Ἀνθείας ἀνέθηκα καὶ μετʼ ἐκείνης ἀποπλεύσας Ῥόδου ἥκω νῦν ἐκείνην οὐκ ἄγων· εἰ δὲ αὕτη ἡ στήλη τῶν συντρόφων τῶν ἡμετέρων ὑπὲρ ἀμφοτέρων τὸ ἀνάθημα, τίς οὖν γένωμαι3 μόνος; ποῦ δὲ τοὺς φιλτάτους ἀνεύρω;

“哎,在一切事上 不幸的我啊!”他说道,“我已走到了生命的终点,来到了忆起自己诸般不幸之地。看哪,这具铠甲是我同安忒亚一起奉纳的,我同她一同自罗得岛起航,如今却未带着她来到这里;而若这石柱是我们同甘共苦的伙伴为我们二人所立的奉纳,那么孤身一人的我究竟该如何是好?我又该去何处寻找最亲爱的人们呢?”

§5.10.9

Ταῦτα ἐθρήνει λέγων· καὶ ἐν τούτῳ ἐφίστανται ὁ Λεύκων καὶ ἡ Ῥόδη συνήθως εὐχόμενοι τῷ θεῷ καὶ θεωροῦσι τὸν Ἁβροκόμην τῇ στήλῃ παρακαθεζόμενον καὶ εἰς τὴν πανοπλίαν ἀποβλέποντα καὶ γνωρίζουσι μὲν οὐχί, θαυμάζουσι δὲ ὅστις ὢν ἀλλοτρίοις ἀναθήμασι παραμένοι.

他一边说着这些话一边哀泣;正在此时,勒乌孔与罗得照常前来向神明祈祷,看到哈布罗科墨斯坐在石柱旁注视着铠甲;他们并未认出他来,却惊异于究竟是何人守在属于他人的奉纳品旁。

§5.10.10

Καὶ δὴ ὁ Λεύκων ἔφη ὦ μειράκιον, τί βουλόμενος ἀναθήμασιν οὐδέν σοι προσήκουσι παρακαθεζόμενος ὀδύρῃ καὶ θρηνεῖς; τί δὲ σοὶ τούτων μέλει; τί δὲ τῶν ἐνταῦθα ἀναγεγραμμένων κοινωνεῖ σοί; Ἀποκρίνεται πρὸς αὐτὸν Ἁβροκόμης ἐμὰ φησὶν ἐμὰ τὰ ἀναθήματα Λεύκωνος καὶ Ῥόδης, οὓς ἰδεῖν εὔχομαι μετὰ Ἄνθειαν Ἁβροκόμης ὁ δυστυχής.

于是勒乌孔说道: “年轻男子啊,你究竟意欲何为,竟坐在与你毫不相干的奉纳品旁哀号痛哭?这些事物与你何干?这里所刻的内容又与你有何相涉?” 哈布罗科墨斯回答他道: “是我的,”他说道,“勒乌孔与罗得的奉纳品是属于我的,除安忒亚之外,我最渴望见到的正是他们——我就是那不幸的哈布罗科墨斯。”

§5.10.11

Ἀκούσαντες οἱ περὶ τὸν Λεύκωνα4 εὐθὺς μὲν ἀχανεῖς ἐγένοντο, ἀνενεγκόντες δὲ κατὰ μικρὸν ἐγνώριζον ἐκ τοῦ σχήματος, ἐκ τῆς φωνῆς, ἐξ ὧν ἔλεγεν, ἐξ ὧν Ἀνθείας ἐμέμνητο, καὶ πίπτουσι πρὸ τῶν ποδῶν αὐτοῦ καὶ τὰ καθʼ αὑτοὺς διηγοῦνται, τὴν ὁδὸν τὴν εἰς Συρίαν ἀπὸ Τύρου, τὴν Μαντοῦς ὀργήν, τὴν ἔκδοσιν, τὴν πρᾶσιν τὴν εἰς Λυκίαν, τὴν τοῦ δεσπότου τελευτήν, τὴν περιουσίαν, τὴν εἰς Ῥόδον ἄφιξιν· καὶ δὴ παραλαβόντες ἄγουσιν εἰς τὴν οἰκίαν, ἔνθα αὐτοὶ κατήγοντο, καὶ τὰ κτήματα αὑτῶν παραδιδόασι καὶ ἐπεμελοῦντο καὶ ἐθεραπεύοντο καὶ θαρρεῖν παρεκάλουν· τῷ δὲ ἦν οὐδὲν Ἀνθείας τιμιώτερον, ἀλλʼ ἐκείνην ἐθρήνει παρʼ ἕκαστα.

勒乌孔等人听闻此言,顿时惊呆了,但渐渐回过神来,从身形、声音、言辞以及提及安忒亚的事中认出了他,便扑倒在他的脚前,讲述了自己的经历:从推罗前往叙利亚的行程、曼托的愤怒、被转交、被卖往吕基亚、主人的死、财产的获得以及抵达罗得岛;他们随即接上哈布罗科墨斯,领他前往他们自己寄居的宅邸,将财产交予他,关照他、服侍他,并劝他振作起来;但对他而言,没有任何事物比安忒亚更珍贵,他时刻都在为她哀悼。

语法注4 条
  1. 5.10.2τὴν ἐπὶ Σικελίας

    空间/方向的宾格,省略了阴性名词 ὁδόν。介词短语 ἐπὶ Σικελίας(朝向西西里)由定冠词 τὴν 修饰作定语,意为“驶向西西里的航线/道路”。

  2. 5.10.4φεῦ ... τῶν κακῶν

    与感叹词 φεῦ 连用的感叹属格(genitive of exclamation),表示说话者对其所面临灾厄与苦难的慨叹原因。

  3. 5.10.8τίς οὖν γένωμαι

    第一人称单数不定过去时虚拟式构成的审虑虚拟式(deliberative subjunctive)。紧承前文的条件从句,表达面对困境时的自问与困惑:“孤身一人的我究竟该如何是好?”

  4. 5.10.11οἱ περὶ τὸν Λεύκωνα

    介词 περί 搭配人名宾格的习语表达,指中心人物及其同伴。此处集合性地指代前文提到的勒乌孔与罗得二人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.10.1-5.10.12