- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.7.1-5.7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安忒亚被迫在妓院门前揽客,危急中假装癫痫发作保住贞节,并编造了在墓地被亡灵诅咒的故事骗过了鸨母。
Ὁ δὲ πορνοβοσκὸς ὁ τὴν Ἄνθειαν ὠνησάμενος χρόνου διελθόντος ἠνάγκασεν αὐτὴν οἰκήματος προεστάναι. Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους· ἡ δὲ μέγα ἀνακωκύσασα φεῦ μοι τῶν κακῶν1 εἶπεν, οὐχ ἱκαναὶ γὰρ αἱ πρότερον συμφοραί, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλʼ ἔτι καὶ πορνεύειν ἀναγκάζομαι; ὦ κάλλος δικαίως ὑβρισμένον, τί γὰρ ἡμῖν ἀκαίρως παραμένεις; Ἀλλὰ τί ταῦτα θρηνῶ καὶ οὐχ εὑρίσκω τινὰ μηχανήν, δι’ ἧς φυλάξω τὴν μέχρι νῦν τετηρημένην σωφροσύνην;
买下安忒亚的妓院老板,过了一段时间后,强迫她站在妓院门前揽客。他为她穿上华美的衣裳,佩戴繁复的金饰,领着她前去站在屋舍前;她放声恸哭,“悲哉,我的苦难!”说道: “难道我先前的灾殃、枷锁和盗贼之祸还不够,如今竟还要被迫沦为娼妓吗?啊,我这理应受辱的美貌,为何竟如此不合时宜地留存在我身上?但我为何只顾在此哀叹,而不去寻觅一条妙计,借以捍卫我至今仍恪守的贞节呢?”
Ταῦτα λέγουσα ἤγετο ἐπὶ τὸ οἴκημα τοῦ πορνοβοσκοῦ τὰ μὲν δεομένου θαρρεῖν τὰ δὲ ἀπειλοῦντος. Ὡς δὲ ἦλθε καὶ προέστη, πλῆθος ἐπέρρει τῶν τεθαυμακότων τὸ κάλλος, οἵ τε πολλοὶ ἦσαν ἕτοιμοι ἀργύριον κατατίθεσθαι τῆς ἐπιθυμίας.
她一面说着这些话,一面被押向妓院,妓院老板一方面催她放宽心,另一方面又出言恐吓。当她来到并立于门前时,倾慕其美色的人群蜂拥而至,许多人已备好钱财,欲满足情欲。
Ἡ δὲ ἐν ἀμηχάνῳ γενομένη κακῷ εὑρίσκει τέχνην ἀποφυγῆς· πίπτει μὲν γὰρ εἰς γῆν καὶ παρεῖται τὸ σῶμα2 καὶ ἐμιμεῖτο τοὺς νοσοῦντας τὴν ἐκ θεῶν καλουμένην νόσον· ἦν δὲ τῶν παρόντων ἔλεος ἅμα καὶ φόβος καὶ τοῦ μὲν ἐπιθυμεῖν συνουσίας ἀπείχοντο, ἐθεράπευον δὲ τὴν Ἄνθειαν·
处于这无可奈何的厄运之中,她心生脱身之计:她倒在地上,瘫软身体,模仿起患有那所谓来自众神之病的人。在场之人同时萌生了怜悯与恐惧,他们放弃了交欢的欲望,转而照顾安忒亚。
ὁ δὲ πορνοβοσκὸς συνεὶς οἷ κακῶν ἐγεγόνει καὶ νομίσας ἀληθῶς νοσεῖν τὴν κόρην, ἦγεν εἰς τὴν οἰκίαν καὶ κατέκλινέ τε καὶ ἐθεράπευε, καὶ ὡς ἔδοξεν αὑτῆς γεγονέναι,3 ἀνεπυνθάνετο τὴν αἰτίαν τῆς νόσου.
妓院老板意识到自己陷入了何等霉运,又以为这少女当真患了重病,便将她领进屋内,让她躺下悉心照料;待见她似乎恢复了知觉,便向她盘问这病症的缘由。
Ἡ δὲ Ἄνθεια καὶ πρότερον ἔφη, δέσποτα, εἰπεῖν πρὸς σὲ ἐβουλόμην τὴν συμφορὰν τὴν ἐμὴν καὶ διηγήσασθαι τὰ συμβάντα, ἀλλὰ ἀπέκρυπτον αἰδουμένη· νυνὶ δὲ οὐδὲν χαλεπὸν εἰπεῖν πρὸς σέ, πάντα ἤδη μεμαθηκότα τὰ κατʼ ἐμέ.
安忒亚说道: “其实早先, 主人, 我便想向您陈述我的不幸并讲述这遭遇,只是出于羞怯而隐瞒了下来;但如今对您直言已毫无困难,因为您已完全获知了我的处境。
Παῖς ἔτι οὖσα ἐν ἑορτῇ καὶ παννυχίδι ἀποπλανηθεῖσα τῶν ἐμαυτῆς ἧκον πρός τινα τάφον ἀνδρὸς νεωστὶ τεθνηκότος· κἀνταῦθα ἐφάνη μοί τις ἀναθορῶν ἐκ τοῦ τάφου καὶ κατέχειν ἐπειρᾶτο· ἐγὼ δʼ ἀπέφευγον καὶ ἐβόων· ὁ δὲ ἄνθρωπος ἦν μὲν ὀφθῆναι φοβερός, φωνὴν δὲ πολλῷ εἶχε χαλεπωτέραν· καὶ τέλος ἡμέρα μὲν ἤδη ἐγίνετο, ἀφεὶς δέ με ἔπληξέ τε κατὰ τοῦ στήθους καὶ νόσον ταύτην ἔλεγεν ἐμβεβληκέναι.4
我尚年幼时,在一场节日通宵庆典中与家人走散,来到了一个刚去世不久之人的墓旁。在那里,有一人自墓穴中一跃而出,出现在我面前,试图抓住我;我一面奔逃一面呼喊。那人容貌可怖,声音更是骇人得多;最终,天色渐晓之时,他放开了我,却重重击打了我的胸口,声称已将这顽疾打入了我体内。
Ἐκεῖθεν ἀρξαμένη ἄλλοτε ἄλλως ὑπὸ τῆς συμφορᾶς κατέχομαι. Ἀλλὰ δέομαί σου, δέσποτα, μηδέν μοι χαλεπήνῃς· οὐ γὰρ ἐγὼ τούτων αἰτία. Δυνήσῃ γάρ με ἀποδόσθαι καὶ μηδὲν ἀπολέσαι τῆς δοθείσης τιμῆς. Ἀκούσας ὁ πορνοβοσκὸς ἠνιᾶτο μέν, συνεγίνωσκε δὲ αὐτῇ, ὡς οὐχ ἑκούσῃ ταῦτα πασχούσῃ.
自那时起,我便时常以不同形式被这灾难缠身。但我恳求您,主人,千万莫要迁怒于我;因为我并非这灾祸的根源。您大可将我转卖,绝不会损失您付出的身价分毫。” 妓院老板听闻此言虽然懊恼,却宽恕了她,认为她并非自愿遭受这一切。
- 5.7.1φεῦ μοι τῶν κακῶν
叹词 φεῦ 与表示原因的属格(τῶν κακῶν)以及表示相关者的与格(μοι)连用,是表达强烈悲叹的固定句式(“悲哉,我的苦难”)。
- 5.7.4παρεῖται τὸ σῶμα
动词 παρίημι(放松、麻痹)的完成时被动/中动第三人称单数 παρεῖται,搭配表示范畴的限制宾格(accusative of respect)τὸ σῶμα,或作中动态理解为“使身体瘫软”,描摹癫痫发作时的脱力虚脱状态。
- 5.7.5ὡς ἔδοξεν αὑτῆς γεγονέναι
αὑτῆς γεγονέναι 采用了 ἑαυτοῦ γίγνεσθαι 的习惯表达,意为“恢复知觉/神志”(属格表自我支配/所有)。在 ὡς 引导下意为“当她看起来恢复了知觉时”。
- 5.7.8νόσον ταύτην ἔλεγεν ἐμβεβληκέναι
动词 ἔλεγεν 支配带不定式句结构(ἐμβεβληκέναι)。不定式的主格主语(即前文之亡灵 ὁ ἄνθρωπος)被省略,νόσον ταύτην 是不定式的直接宾语,意为“(他)宣称已将这病症打入了她体内”。
