- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.6.1-5.6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希波托俄斯抵达西西里,哈布罗科墨斯动身前往意大利,而在故乡绝望的双亲双双自尽;继承了遗产的洛伊孔和罗德在归途经停罗得岛,得知噩耗后决定暂留当地。
Ὁ δὲ Ἱππόθοος διανύσας τὸν πλοῦν κατήχθη μὲν εἰς Σικελίαν, οὐκ εἰς Συρακούσας δέ, ἀλλʼ εἰς Ταυρομένιον καὶ ἐζήτει καιρόν, δι’ οὗ τὰ ἐπιτήδεια ἕξει. Τῷ δὲ Ἁβροκόμῃ ἐν Συρακούσαις ὡς χρόνος πολὺς ἐγένετο, ἀθυμία ἐμπίπτει καὶ ἀπορία δεινή, ὅτι μήτε Ἄνθειαν εὑρίσκοι μήτε εἰς τὴν πατρίδα ἀνασώζοιτο.
希波托俄斯完成了航程,在西西里靠岸,不是在叙拉古,而是在陶罗墨尼翁,并在那里寻找获取日用所需的机会。而在叙拉古的哈布罗科墨斯,随着时间一天天过去,因既找不到安忒亚,又无法平安返回故乡,陷入了深深的绝望与极度的困窘之中。
Διέγνω οὖν ἀποπλεύσας ἐκ Σικελίας εἰς Ἰταλίαν ἀνελθεῖν κἀκεῖθεν, εἰ μηδὲν εὑρίσκοι τῶν ζητουμένων, εἰς Ἔφεσον πλεῦσαι πλοῦν δυστυχῆ.1 Ἤδη δὲ καὶ οἱ γονεῖς αὐτῶν καὶ οἱ Ἐφέσιοι πάντες ἐν πολλῷ πένθει ἦσαν, οὔτε ἀγγέλου παρʼ αὐτῶν ἀφιγμένου οὔτε γραμμάτων· ἀπέπεμπον δὲ πανταχοῦ τοὺς ἀναζητήσοντας.
于是他决意从西西里启航前往意大利,若在那里仍找不到所搜寻之人,便踏上一段不幸的归途驶往以弗所。彼时,他们的父母和所有以弗所人早已陷入巨大的悲痛之中,因为既无来自二人的使者,也无只字片纸;他们派出搜寻者前往各处。
Ὑπὸ ἀθυμίας δὲ καὶ γήρως οὐ δυνηθέντες ἀντισχεῖν οἱ γονεῖς ἑκατέρων ἑαυτοὺς ἐξήγαγον τοῦ βίου. Καὶ ὁ μὲν Ἁβροκόμης ᾔει τὴν ἐπὶ Ἰταλίας ὁδόν· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη, οἱ σύντροφοι τοῦ Ἁβροκόμου καὶ τῆς Ἀνθείας, τεθνηκότος αὐτοῖς ἐν Ξάνθῳ τοῦ δεσπότου καὶ τὸν κλῆρον (ἦν δὲ πολὺς) ἐκείνοις καταλιπόντος, διέγνωσαν εἰς Ἔφεσον πλεῖν, ὡς ἤδη μὲν αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι.2
双方的父母终因绝望与年迈无力支撑,自尽身亡。正当哈布罗科墨斯踏上前往意大利的行程时,哈布罗科墨斯和安忒亚的伴侣洛伊孔与罗德,因主人在克珊托斯去世并留给他们一笔巨额遗产,便决意乘船前往以弗所,他们以为两位主人此时定已平安归来,且自己也已饱尝了漂泊异乡的苦难。
Ἐνθέμενοι δὲ πάντα τὰ αὑτῶν νηὶ ἀνήγοντο εἰς Ἔφεσον, καὶ ἡμέραις οὐ πολλαῖς διανύσαντες τὸν πλοῦν ἧκον εἰς Ῥόδον· κἀκεῖ μαθόντες ὅτι οὐδέπω μὲν Ἁβροκόμης καὶ Ἄνθεια σώζοιντο, τεθνήκασι δὲ αὐτῶν οἱ πατέρες, διέγνωσαν εἰς Ἔφεσον μὴ κατελθεῖν, χρόνῳ δέ τινι ἐκεῖ γενέσθαι, μέχρι οὗ τι περὶ τῶν δεσποτῶν πύθωνται.
他们将所有资财装上一艘船,启程驶向以弗所,没过几天便完成了航程抵达罗得岛。他们在那里得知哈布罗科墨斯和安忒亚尚未获救归来,而双亲皆已离世,便决意不再回以弗所,而是留在当地一段时间,直到打听到有关主人的消息为止。
- 5.6.2πλοῦν δυστυχῆ
作动词不定式 πλεῦσαι 的同族宾格(内含宾格)。名词 πλοῦν 重复了动词的语义,并由形容词 δυστυχῆ 修饰,意为“踏上一段不幸的航程”。
- 5.6.3ὡς ἤδη μὲν αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι
在表达主观意图/理由的连词 ὡς 引导下出现的句式不调(anacoluthon):前半句采用属格独立结构(αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων,“认定主人已然得救”),后半句则转换为与主句主语(洛伊孔与罗德)一致的主格分词(πεπειραμένοι)。两者在语义上并列,共同作为其下定决心(διέγνωσαν)的缘由。
