- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.5.1-5.5.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在波吕伊多斯不在期间,其妒火中烧的妻子蕾奈亚严刑拷打安忒亚,并命家仆克吕托斯将其运往意大利卖与妓家。克吕托斯在塔兰托卖掉安忒亚后,返回亚历山大里亚复命。
Ἐπέπυστο δὲ ἡ Πολυΐδου γυνὴ ὅτι ἄγει κόρην ἐρωμένην, καὶ φοβηθεῖσα μή πως αὐτὴν ἡ ξένη παρευδοκιμήσῃ, Πολυΐδῳ μὲν οὐδὲν λέγει, ἐβουλεύετο δὲ καθʼ αὑτὴν ὅπως τιμωρήσεται τὴν δοκοῦσαν ἐπιβουλεύειν τοῖς γάμοις.
波吕伊多斯的妻子得知他带回了一个被他钟爱的少女,生怕这个异乡女子以某种方式取代自己的地位,她虽未向波吕伊多斯吐露一字,却暗自谋划如何惩处这个看似图谋破坏自己婚姻的女人。
Καὶ δὴ ὁ μὲν Πολύιδος ἀπήγγελλέ τε τῷ ἄρχοντι τῆς Αἰγύπτου τὰ γενόμενα καὶ τὰ λοιπὰ ἐπὶ τοῦ στρατοπέδου διῴκει τὰ τῆς ἀρχῆς· ἀπόντος δὲ αὐτοῦ Ῥηναία (τοῦτο γὰρ ἐκαλεῖτο ἡ τοῦ Πολυΐδου γυνὴ) μεταπέμπεται τὴν Ἄνθειαν (ἦν δὲ ἐπὶ τῆς οἰκίας) καὶ περιρρήγνυσι τὴν ἐσθῆτα καὶ αἰκίζεται τὸ σῶμα ὦ πονηρὰ λέγουσα καὶ τῶν γάμων τῶν ἐμῶν ἐπίβουλε, ματαίως ἔδοξας Πολυΐδῳ καλή, οὐ γάρ σε ὀνήσει τὸ κάλλος τοῦτο. Ἴσως μὲν γὰρ πείθειν λῃστὰς ἐδύνασο καὶ συγκαθεύδειν νεανίσκοις μεθύουσι πολλοῖς· τὴν δὲ Ῥηναίας εὐνὴν οὔποτε ὑβριεῖς χαίρουσα.1
正当波吕伊多斯向埃及长官汇报所发生之事并在军营中处置辖内的其余公务时,趁他不在,蕾奈亚(波吕伊多斯之妻的名字)派人召来安忒亚(她当时正在宅邸中),撕碎她的衣服,摧残她的身体,说道:“卑贱的女人,妄图破坏我婚姻的恶徒,你徒然在波吕伊多斯眼里显得美丽,因为这美貌绝不能让你获益。也许你能够说服强盗,并与众多沉醉的青年共枕;但你绝不能安然侮辱蕾奈亚的床榻!”
Ταῦτα εἰποῦσα ἀπέκειρε τὴν κόμην αὐτῆς καὶ δεσμὰ περιτίθησι καὶ παραδοῦσα οἰκέτῃ τινὶ πιστῷ, Κλυτῷ τοὔνομα, κελεύει ἐμβιβάσαντα εἰς ναῦν, ἀπαγαγόντα2 εἰς Ἰταλίαν ἀποδόσθαι πορνοβοσκῷ τὴν Ἄνθειαν. Οὕτω γὰρ ἔφη δυνήσῃ ἡ καλὴ τῆς ἀκρασίας κόρον λαβεῖν.
说完这话,她剃光了安忒亚的头发,戴上锁链,将她交给一个名叫克吕托斯的忠仆,命他将安忒亚押上船只带往意大利,卖给妓院老板。“因为如此一来,”她说,“你这位佳人便能饱尝纵欲之乐了。”
Ἤγετο δὲ ἡ Ἄνθεια ὑπὸ τοῦ Κλυτοῦ κλάουσα καὶ ὀδυρομένη ὦ κάλλος ἐπίβουλον λέγουσα, ὦ δυστυχὴς εὐμορφία, τί μοι παραμένετε ἐνοχλοῦντα; τί δὲ αἴτια πολλῶν κακῶν μοι γίνεσθε; οὐκ ἤρκουν οἱ τάφοι, οἱ φόνοι, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλʼ ἤδη καὶ ἐπὶ οἰκήματος στήσομαι3 καὶ τὴν μέχρι νῦν Ἁβροκόμῃ τηρουμένην σωφροσύνην πορνοβοσκὸς ἀναγκάσει με λύειν;
安忒亚被克吕托斯押走,哭泣哀叹道:“阴险的美貌啊,不幸的姿容,你们为何留在我身边折磨我?为何成为我无数灾祸的根源?难道坟墓、杀戮、锁链、盗匪窝巢还不够,以至于我如今还要立于妓馆之中,由妓院老板逼迫我破除至今为哈布罗科墨斯守持的贞节吗?”
Ἀλλ’, ὦ δέσποτα, προσπεσοῦσα ἔλεγε τοῖς γόνασι τοῦ Κλυτοῦ, μή με ἐπʼ ἐκείνην τὴν τιμωρίαν προαγάγῃς, ἀλλʼ ἀπόκτεινόν με αὐτός· οὐκ οἴσω πορνοβοσκὸν δεσπότην· σωφρονεῖν, πίστευσον, εἰθίσμεθα. Ταῦτα ἐδεῖτο, ἠλέει δὲ αὐτὴν ὁ Κλυτός.
她扑倒在克吕托斯膝前说道:“主人啊,切莫将我推入那样的惩罚中,倒不如由您亲手杀了我!我绝无法忍受一个妓院老板作我的主人;请相信,我们素来恪守贞节。”她如此哀求,克吕托斯也怜悯她。
Καὶ ἡ μὲν ἀπήγετο εἰς Ἰταλίαν, ἡ δὲ Ῥηναία ἐλθόντι τῷ Πολυΐδῳ λέγει ὅτι ἀπέδρα ἡ Ἄνθεια, κἀκεῖνος ἐκ τῶν ἤδη πεπραγμένων ἐπίστευσεν αὐτῇ. Ἡ δὲ Ἄνθεια κατήχθη μὲν εἰς Τάραντα, πόλιν τῆς Ἰταλίας· ἐνταῦθα δὲ ὁ Κλυτὸς δεδοικὼς τὰς τῆς Ῥηναίας ἐντολὰς ἀποδίδοται αὐτὴν πορνοβοσκῷ.
于是她被押往意大利;蕾奈亚则向归来的波吕伊多斯声称安忒亚逃跑了,而他也根据此前发生的事情信以为真。安忒亚被带到意大利的塔兰托城;在那里,克吕托斯因畏惧蕾奈亚的命令,将她卖给了一个妓院老板。
Ὁ δὲ ἰδὼν κάλλος οἷον οὔπω πρότερον ἐτεθέατο, μέγα κέρδος ἕξειν τὴν παῖδα ἐνόμιζε, καὶ ἡμέραις μέν τισιν αὐτὴν ἀνελάμβανεν ἐκ τοῦ πλοῦ κεκμηκυῖαν καὶ ἐκ τῶν ὑπὸ τῆς Ῥηναίας βασάνων· ὁ δὲ Κλυτὸς ἧκεν εἰς Ἀλεξάνδρειαν καὶ τὰ πραχθέντα ἐμήνυσε τῇ Ῥηναίᾳ.
老板见到了前所未见的美貌,认定这个少女会带来巨大利润,便花数日悉心照料她,使她从航海劳顿和蕾奈亚施加的酷刑中复原;克吕托斯则返回亚历山大里亚,向蕾奈亚禀报了一切经过。
- 5.5.3χαίρουσα
分词 χαίρων / χαίρουσα 与否定词(此处为 οὔποτε)连用构成固定习语,意为“不受惩罚地”、“侥幸地”(字面义为“高兴地”),此处表示“绝不能安然/毫无代价地”。
- 5.5.4ἐμβιβάσαντα εἰς ναῦν, ἀπαγαγόντα
这两个阳性宾格分词与不定式 ἀποδόσθαι 的逻辑主语(即被隐含的宾格代词 αὐτόν,指克吕托斯)保持一致,而非直接与前文的与格短语 οἰκέτῃ τινὶ πιστῷ 保持同格,属于受动词 κελεύει 支配的不定式宾格主语结构。
- 5.5.5ἐπὶ οἰκήματος στήσομαι
名词 οἴκημα 在古希腊语中委婉指代“妓院/青楼”,与 ἵσταμαι 连用构成固定习语,表示“立于妓馆(充当娼妓)”。
