- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.4.1-5.4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波吕伊多斯溯尼罗河而上搜捕盗匪残党,在科普托斯寻获安忒亚,却在孟菲斯因欲火中烧而企图侵犯她。安忒亚逃入伊西斯神庙求得其立誓克制,随后在阿庇斯神庙从预言孩童口中得到了将与哈布罗科墨斯重聚的吉兆。
Ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆσαι τῶν συμβαλόντων λῃστῶν, ἀλλʼ ἔγνω δεῖν ἀνερευνῆσαί τε καὶ ἐκκαθῆραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῷ τινα ἀνεύροι.
然而波吕伊多斯认为,仅仅战胜交战的盗匪是不够的,他断定必须搜查并肃清整个埃及,看看是否能搜寻出希波托俄斯或其同伙中的某个人。
Παραλαβὼν οὖν μέρος τι τοῦ στρατιωτικοῦ καὶ τοὺς εἰλημμένους τῶν λῃστῶν, ἵν’, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν,1 ἀνέπλει τὸν Νεῖλον καὶ τὰς πόλεις διηρεύνα καὶ ἐνενόει μέχρι Αἰθιοπίας ἐλθεῖν.
于是他率领了一部分军队和被俘虏的盗匪——以便一旦有人出现,俘虏们可以向他指认——溯尼罗河而上,搜查各座城镇,打算一直走到埃塞俄比亚。
Ἔρχονται δὴ καὶ εἰς Κοπτόν, ἔνθα ἦν Ἄνθεια μετὰ Ἀμφινόμου. Καὶ αὐτὴ μὲν ἔτυχεν ἐπὶ τῆς οἰκίας, τὸν δὲ Ἀμφίνομον γνωρίζουσιν οἱ τῶν λῃστῶν εἰλημμένοι καὶ λέγουσι τῷ Πολυΐδῳ· καὶ Ἀμφίνομος λαμβάνεται καὶ ἀνακρινόμενος τὰ περὶ τὴν Ἄνθειαν διηγεῖται.
他们来到了科普托斯,安忒亚与安菲诺摩斯正留在那里。她恰巧在屋里,而被俘虏的盗匪认出了安菲诺摩斯,并报告了波吕伊多斯。安菲诺摩斯被捕,在审讯下讲述了关于安忒亚的全部始末。
Ὁ δὲ ἀκούσας κελεύει καὶ αὐτὴν ἄγεσθαι καὶ ἐλθούσης ἀνεπυνθάνετο ἥτις εἴη καὶ πόθεν· ἡ δὲ τῶν μὲν ἀληθῶν οὐδὲν λέγει, ὅτι δὲ Αἰγυπτία εἴη καὶ ὑπὸ τῶν λῃστῶν εἴληπτο.
波吕伊多斯听后,命令把她也押送过来;她来到后,他便盘问她是何人、来自何处。但她未吐露半句实情,只说自己是一个埃及女子,被盗匪掠去。
Ἐν τούτῳ ἐρᾷ καὶ ὁ Πολύιδος Ἀνθείας ἔρωτα σφοδρόν (ἦν δὲ αὐτῷ ἐν Ἀλεξανδρείᾳ γυνή)· ἐρασθεὶς δὲ τὰ μὲν πρῶτα ἐπειρᾶτο πείθειν μεγάλα ὑπισχνούμενος· τελευταῖον δὲ ὡς κατῄεσαν εἰς Ἀλεξάνδρειαν ἐγένοντο δὲ ἐν Μέμφει, ἐπεχείρησεν ὁ Πολύιδος βιάζεσθαι τὴν Ἄνθειαν·
在此期间,波吕伊多斯也对安忒亚产生了强烈的爱意(他在亚历山大里亚本有妻子)。陷入爱河的他起初许下种种诺言试图劝诱她;但最终,当他们顺流前往亚历山大里亚并抵达孟菲斯时,波吕伊多斯企图强暴安忒亚。
ἡ δὲ ἐκφυγεῖν δυνηθεῖσα, ἐπὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔρχεται καὶ ἱκέτις γενομένη σύ με εἶπεν, ὦ δέσποινα Αἰγύπτου, πάλιν σῶσον, ᾗ ἐβοήθησας πολλάκις· φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβροκόμῃ τηρουμένης.2
安忒亚设法逃脱,奔往伊西斯神庙,成为祈求庇护者,说道: “埃及的女主人啊,请再次拯救我,你曾屡次襄助我;愿波吕伊多斯也能怜惜我——我因你而坚守贞节,为哈布罗科墨斯守身如玉。”
Ὁ δὲ Πολύιδος ἅμα μὲν τὴν θεὸν ἐδεδοίκει, ἅμα δὲ ἤρα τῆς Ἀνθείας καὶ τῆς τύχης αὐτὴν ἠλέει·3 πρόσεισι δὲ τῷ ἱερῷ μόνος καὶ ὄμνυσι μήποτε βιάσασθαι τὴν Ἄνθειαν, μηδὲ ὑβρίσαι τι εἰς αὐτήν, ἀλλὰ τηρῆσαι ἁγνὴν ἐς ὅσον αὐτὴ θελήσει· αὔταρκες γὰρ αὐτῷ φιλοῦντι ἐδόκει εἶναι κἂν βλέπειν μόνον καὶ λαλεῖν αὐτῇ.
波吕伊多斯一方面敬畏女神,另一方面深爱安忒亚并同情她的遭遇。他独自走近神庙,起誓绝不强迫安忒亚,也不对她施加任何侵害,只要她自己愿意,就保全她的纯洁;因为在恋爱中的他看来,哪怕仅仅看着她并与她说话,就已经足够了。
Ἐπείσθη τοῖς ὅρκοις ἡ Ἄνθεια καὶ κατῆλθεν ἐκ τοῦ ἱεροῦ· κἀπειδὴ ἔγνωσαν ἡμέραις τρισὶν αὑτοὺς ἀναλαβεῖν ἐν Μέμφει, ἔρχεται ἡ Ἄνθεια εἰς τὸ τοῦ Ἄπιδος ἱερόν. Διασημότατον δὲ τοῦτο ἐν Αἰγύπτῳ, καὶ ὁ θεὸς τοῖς βουλομένοις μαντεύεται.
安忒亚被誓言所说服,走出了神庙。既然他们决定在孟菲斯休整三日,安忒亚便前往阿庇斯神庙。这是埃及最负盛名的神殿,神祇会向祈求者预言。
Ἐπειδὰν γάρ τις προσελθὼν εὔξηται καὶ δεηθῇ τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην ἃ δʼ ἐν μέτρῳ προλέγουσι τῶν ἐσομένων ἕκαστα.
因为每当有人走上前去向神祈祷祈求之后,他自己便走出来,而神殿前的埃及孩童们或用散文、或用韵文,预言未来将要发生的每一件事。
Ἐλθοῦσα δὴ καὶ ἡ Ἄνθεια προσπίπτει τῷ Ἄπιδι. Ὦ θεῶν ἔφη φιλανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου πρόειπε.
安忒亚到来后,俯伏在阿庇斯面前。 “众神中最仁爱者啊,”她说,“怜悯一切异乡人的神,请也怜悯我这个不幸的人,赐我关于哈布罗科墨斯的真实预言。
Εἰ μὲν γὰρ αὐτὸν ἔτι ὄψομαι καὶ ἄνδρα λήψομαι, καὶ μενῶ καὶ ζήσομαι· εἰ δὲ ἐκεῖνος τέθνηκεν, ἀπαλλαγῆναι κἀμὲ καλῶς ἔχει τοῦ πονήρου τούτου βίου. Εἰποῦσα καὶ καταδακρύσασα ἐξῄει τοῦ ἱεροῦ· κἀν τούτῳ οἱ παῖδες οἱ πρὸ τοῦ τεμένους παίζοντες ἅμα ἐξεβόησαν Ἀνθία Ἁβροκόμην ταχὺ λήψεται ἄνδρα τὸν αὑτῆς. Ἀκούσασα εὐθυμοτέρα ἐγένετο καὶ προσεύχεται τοῖς θεοῖς· καὶ ἅμα μὲν ἀπῄεσαν εἰς Ἀλεξάνδρειαν.
因为如果我还能再见到他并以他为夫,我便会忍耐活下去;但如果他已死去,那我也脱离这悲惨的生命为好。” 说完这番话并哭泣之后,她走出了神殿;此时在圣域前玩耍的孩童们齐声喊道: “安忒亚很快就会迎回自己的丈夫哈布罗科墨斯!” 听到这话,她精神振作,向众神祈祷;随后他们便一同前往亚历山大里亚。
- 5.4.2ἵν’, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν
在以 ἵνα 引导的目的从句中内嵌了一个条件句。由于主句动词为过去时态(ἀνέπλει),条件从句(εἴ τις φαίνοιτο)与目的从句谓语(μηνύσειαν)均采用了过去序列下的斜法祈愿语气。代词 οἱ 为第三人称单数与格,在此指代主句主语波吕伊多斯(“向他告发”)。
- 5.4.6φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβροκόμῃ τηρουμένης
动词 φείδομαι 支配属格代词 μου(“宽恕/放过我”)。随后的分词短语 τῆς διὰ σὲ σώφρονος Ἁβροκόμῃ τηρουμένης 在性、数、格上与 μου 一致,作同位语修饰(“因你而守节、为哈布罗科墨斯守身的我”)。与格 Ἁβροκόμῃ 为利益与格(dativus commodi),意为“为了哈布罗科墨斯”。
- 5.4.7τῆς τύχης αὐτὴν ἠλέει
动词 ἐλεέω 通常接被怜悯之人的宾格(αὐτήν),在此处它同时附带了表示原因的属格 τῆς τύχης(“因她的命运/遭遇”)。这是表示情感的动词以属格表达情感起因的典型用法。
