← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.3.1-5.3.3

波吕伊多斯剿匪与希波托俄斯的逃亡

埃及总督派遣波吕伊多斯率军征讨希波托俄斯一伙并将其全歼,唯有希波托俄斯趁夜逃脱,乘船前往西西里。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

Ἐν τούτῳ δὲ ὁ ἄρχων τῆς Αἰγύπτου ἐπέπυστο μὲν τὰ περὶ τὴν Ἀρείαν καὶ τὸ Ἱπποθόου λῃστήριον καὶ ὅτι ἀπʼ Αἰθιοπίας ἔρχονται· παρασκευάσας δὲ στρατιώτας πολλοὺς καὶ ἄρχοντα τούτοις ἐπιστήσας τῶν συγγενῶν τῶν αὑτοῦ Πολύιδον, νεανίσκον ὀφθῆναι χαρίεντα, δρᾶσαι γεννικόν,1 ἔπεμψεν ἐπὶ τοὺς λῃστάς.

与此同时,埃及的总督已经探知了阿蕾亚一带的事态、希波托俄斯的盗匪团伙,以及他们正从埃塞俄比亚赶来的消息;于是他整备了众多士兵,并指派自己的一位亲族波吕伊多斯——一个外貌俊美、行事果敢的青年——担任这些士兵的统领,派他前去讨伐盗匪。

§5.3.2

Οὗτος ὁ Πολύιδος παραλαβὼν τὸ στράτευμα, ἀπήντα κατὰ Πηλούσιον τοῖς περὶ τὸν Ἱππόθοον, καὶ εὐθὺς παρὰ τὰς ὄχθας μάχη τε αὐτῶν γίνεται καὶ πίπτουσιν ἑκατέρων πολλοί· νυκτὸς δὲ ἐπιγενομένης τρέπονται μὲν οἱ λῃσταὶ καὶ πάντες ὑπὸ τῶν στρατιωτῶν φονεύονται· εἰσὶ δὲ οἳ2 καὶ ζῶντες ἐλήφθησαν.

这位波吕伊多斯率领军队,在培琉锡翁附近遭遇了希波托俄斯一伙,双方随即在岸边交战,两方都有许多人阵亡;夜幕降临时,盗匪溃逃,全数被士兵斩杀,但也有一些人被活捉。

§5.3.3

Ἱππόθοος μόνος, ἀπορρίψας τὰ ὅπλα, ἔφυγε τῆς νυκτὸς3 καὶ ἦλθεν εἰς Ἀλεξάνδρειαν· κἀκεῖθεν, δυνηθεὶς λαθεῖν, ἐπιβὰς ἀναγομένου πλοίου ἐπανήχθη. Ἦν δὲ αὐτῷ ἡ πᾶσα ἐπὶ Σικελίαν ὁρμή· ἐκεῖ γὰρ ἐδόκει μάλιστα διαλήσεσθαί τε καὶ διατραφήσεσθαι· ἤκουε δὲ τὴν νῆσον εἶναι μεγάλην τε καὶ εὐδαίμονα.

唯有希波托俄斯一人弃掷武器,在夜间逃脱,抵达了亚历山大里亚;从那里,他成功避人耳目,登上一艘正启航的船出海而去。他的全部意向都奔向西西里,因为在他看来,在那里最容易隐姓埋名并维持生计;而且他也听说那座岛屿辽阔而富足。

语法注3 条
  1. 5.3.1ὀφθῆναι χαρίεντα, δρᾶσαι γεννικόν

    不定式 ὀφθῆναι 与 δρᾶσαι 用作限制性/说明性不定式(infinitive of limitation),用来限定形容词 χαρίεντα 和 γεννικόν 的适用范围(即“看在外貌上雅致,行在作为上果敢”)。

  2. 5.3.2εἰσὶ δὲ οἳ

    此处为惯用的“εἰσὶν οἵ”句式(相当于拉丁语的 sunt qui),关系代词 οἵ 带出不定指的群体,意为“亦有一些人……”,对前文带有夸张色彩的 πάντες(全数被杀)进行了修饰和保留补充。

  3. 5.3.3τῆς νυκτὸς

    时间属格(genitive of time within which),表示“在夜间”或“乘着夜色”,指希波托俄斯逃亡所发生的时间段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.3.1-5.3.3