← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.2.1-5.2.7

安菲诺莫斯搭救安西娅与逃亡

哈布罗科墨斯留在叙拉古与渔夫埃癸阿勒俄斯一同生活,而希波托俄斯则率领大批贼众出发展开更大规模的劫掠。爱恋安西娅的安菲诺莫斯脱离贼团将她从沟壕中救出,立誓保全其贞洁后携她逃往科普托斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.1

Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι.

哈布罗科墨斯一边哀叹这些,一边在埃癸阿勒俄斯的宽慰下居住在叙拉古,如今甚至与埃癸阿勒俄斯一同从事这门营生;与此同时,希波托俄斯一伙已经聚集成了一支庞大的盗匪队伍,决定离开埃塞俄比亚,去图谋更大的作为。

§5.2.2

Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατʼ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι.1 Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπʼ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν· τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι· ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.

因为在希波托俄斯看来,单单劫掠落单的行客并不足够,除非连同村庄和市镇一同袭击。于是他带上部众,装载了全部辎重(他拥有许多驮畜和为数不少的骆驼),离开了埃塞俄比亚,向埃及和亚历山大里亚进发,并打算重回腓尼基和叙利亚;至于安西娅,他料想她已经死了。然而在沟壕中看守她的安菲诺莫斯,满怀爱恋之情,因对少女的深情以及迫在眉睫的灾祸,不忍与她分离,便没有跟随希波托俄斯,而是在众人的混乱中悄然脱身,带着自己收集的给养潜藏在一处洞穴中。

§5.2.4

Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει.

入夜之后,希波托俄斯一伙抵达了埃及一座名叫阿蕾亚的村庄,企图加以劫掠;安菲诺莫斯则掘开沟壕,将安西娅救出,劝勉她安心振作。

§5.2.5

τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι καὶ τοὺς ἐν Αἰγύπτῳ θεοὺς ἦ μὴν τηρήσειν γάμων ἁγνήν,2 μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσῃ συγκαταθέσθαι. Πείθεται τοῖς ὅρκοις Ἀμφινόμου Ἄνθεια καὶ ἕπεται αὐτῷ· οὐκ ἀπελείποντο δὲ οἱ κύνες ἀλλʼ ἔστεργον συνήθεις γενόμενοι.

见少女仍然惊恐而多疑,他指着太阳和埃及的诸神起誓,决意保全她的贞洁不受婚礼之玷,直至有朝一日她自己被说服并自愿依从。安西娅相信了安菲诺莫斯的誓言,便跟随着他;犬群也没有离弃,反而因日久相熟而亲昵地依恋着他们。

§5.2.6

Ἔρχονται δὴ εἰς Κοπτόν, κἀνταῦθα ἔγνωσαν ἡμέρας διαγαγεῖν, μέχρι ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ· ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπιτήδεια.

他们来到科普托斯,决定在那里度过数日,直到希波托俄斯一行在行程中走远;他们也悉心照料犬群,确保它们获得所需的食物。

§5.2.7

Οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῇ κώμῃ τῇ Ἀρείᾳ πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατῄεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου· πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ...... κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.

希波托俄斯一伙袭击了阿蕾亚村,杀害了许多村民,纵火焚烧了房屋,并且没有走同一条路,而是顺着尼罗河而下;因为他们收集了沿途各村的所有小船,登船航行驶向斯刻狄亚,并且……从那里上岸后,他们沿着尼罗河两岸走遍了埃及的其余地方。

语法注2 条
  1. 5.2.2εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι

    条件从句中的希求语气动词 ἐπιβάλοι 是斜格希求语气,由主句过去时态的思考动词 οὐκ ἐδόκει ... αὔταρκες εἶναι 统辖间接引语所致。它代表直接引语中原有的虚拟语气条件从句(ἐὰν μὴ ... ἐπιβάλῃ)在过去时间下的移位。

  2. 5.2.5ἦ μὴν τηρήσειν γάμων ἁγνήν

    小词组合 ἦ μήν 是誓言句中的固定程式,支配其后的将来时不定式 τηρήσειν。名词属格 γάμων 依附于形容词 ἁγνήν,属于分离属格,表示“远离婚姻交媾、保持纯洁”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.2.1-5.2.7